1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

2

τοῦ κόσμου γύρον ζωγρήσαντες μαθηταὶ τοῦ Σωτῆρος καὶ θεῖοι ἀπόστολοι, ἐπὶ τῶν φρικτῶν καὶ ἀχράντων καὶ ζωοποιῶν μυστηρίων μνήμην ποιεῖσθαι τῶν πιστῶν κοιμηθέντων ἐθέσπισαν· ὃ καὶ κατέχει βεβαίως καὶ λίαν ἀναντιῤῥήτως ἡ τοῦ Χριστοῦ καὶ Θεοῦ ἀπὸ περάτων μέχρι περάτων ἀποστολικὴ καὶ καθολικὴ Ἐκκλησία, ἐκ τότε μέχρι τοῦ νῦν, καὶ τῆς τοῦ κόσμου λήξεως ἄχρι· οὐκ ἀλογίστως πάντως, οὐδὲ ματαίως, οὐδὲ εἰκῆ καὶ ὡς ἔτυχε τοῦτο θεσπίσαντες. Οὐδὲν γὰρ ἀνόνητον ἡ τῶν Χριστιανῶν ἀπλανὴς θρησκεία παρείληφεν, καὶ εἰς αἰῶνα κατέσχεν ἀπαρασάλευτον, ἀλλὰ πάντα ἐπωφελῆ καὶ θεάρεστα καὶ λίαν ὀνησιφόρα, καὶ σωτηρίας μεγίστης πρόξενα. δʹ. Ἔφη τοιγαροῦν ὁ πολὺς τὰ θεῖα καὶ βαθὺς ∆ιονύσιος ἐν τῇ περὶ τῶν κεκοιμημένων μυστικῇ θεωρίᾳ οὑτωσὶ λέξας· ἵν' ἐκ τῶν αὐτοῦ θείων τε καὶ σεβαστῶν λόγων πρὸς ἐναργῆ ἀπόδειξιν ἐφαψώμεθα· ὡς «Αἱ τῶν ἁγίων προσευχαὶ, καὶ κατὰ τὸν τῇδε βίον, μήτιγε μετὰ θάνατον, εἰς τοὺς ἀξίους ἱερῶν εὐχῶν, ἤγουν εἰς τοὺς πιστοὺς ἐνεργοῦσι.» Τὸ δὲ, μήτιγε, πάντως ἐνταῦθα μηδὲν ἕτερον ἢ τὸ, πόσῳ γε μᾶλλον, ὑποληπτέον. Καὶ μετ' ὀλίγον· «Οὐ γὰρ ὁ θεῖος ἱεράρχης, ὁ τῆς θεαρχικῆς δικαιώσεως ὑπο 95.252 φήτης, ἐζήτει ποτὲ τὰ μὴ τῷ Θεῷ προσφιλέστατα, καὶ πρὸς αὐτοῦ δοθήσεσθαι θειωδῶς ἐπηγγελμένα· διὸ τοῖς ἀνιέροις, ἤγουν τοῖς ἀφωτίστοις, οὐκ ἐπεύχεται ταῦτα κεκοιμημένοις.» Καὶ αὖθις· «Οὐκοῦν ὁ θεῖος ἱεράρχης ἐξαιτεῖται τὰ φίλα Θεῷ, καὶ πάντως δωρηθησόμεθα.» Καὶ πάλιν· «Ἡ μὲν οὖν εὐχὴ τῆς θεαρχικῆς ἀγαθότητος, δεῖται πάντα μὲν ἀφιέναι τὰ δι' ἀνθρωπίνην ἀσθένειαν τῶν κεκοιμημένων πταίσματα· τάξαι δὲ τοῦτον ἐν χώρᾳ ζώντων εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἐν ᾧ ἀπέδρα τόπῳὀδύνη καὶ λύπη καὶ στεναγμός· παρορώσης ἀγαθότητι τῆς θεαρχικῆς εὐσθενείας τὰς ἐγγενομένας τῷ κεκοιμημένῳ ἐξ ἀνθρωπίνης ἀσθενείας κηλίδας, ἐπείπερ, ὡς τὰ λόγιά φησιν, οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου.» Βλέπεις, ὁ ἀντιλέγων, πῶς βεβαιοῖ ἐπωφελεῖς ὑπάρχειν τὰς ὑπὲρ τῶν ἐν ἐλπίδι θείᾳ κατοιχηθέντων δεήσεις; εʹ. Μετὰ δὲ τοῦτον αὖθις ὁ τῆς θεολογίας ἐπώνυμος θεοῤῥήμων Γρηγόριος ἐν τῷ εἰς Καισάριον τὸν ἀδελφὸν ἐπιταφίῳ λόγῳ, περὶ τῆς ἰδίας μητρὸς, «Ἠκούσθη, φησὶ, κήρυγμα πάσης ἀκοῆς ἄξιον, καὶ μητρὸς πάθος κενοῦται δι' ὑποσχέσεως καλῆς καὶ ὁσίας, δοῦναι τὰ πάντα τῷ παιδὶ τὸν ἐκείνου πλοῦτον ὑπὲρ ἐκείνου δῶρον ἐπιτάφιον.» Καὶ μεθ' ἕτερα· «Τὰ μὲν οὖν παρ' ἡμῶν τοιαῦτα· καὶ τὰ μὲν ἀποδέδωκεν, τὰ δὲ δώσομεν, τὰς δι' ἔτους προσφέροντες τιμάς τε καὶ μνήμας, οἵ γε τῷ βίῳ περιλειπόμενοι.» Ὁρᾷς πῶς βεβαιοῖ, καὶ καλὰς καὶ ὁσίας καλεῖ, τὰς ὑπὲρ τῶν κατοιχομένων τῷ Θεῷ προσαγωγὰς, καὶ τὰς ἐτησίους μνήμας εἰσδέχεται; ϛʹ. Εἶτα μετ' αὐτὸν ὁ χρυσοῤῥήμων ὄντως καὶ χρυσεπώνυμος Ἰωάννης, ὁ τῆς φιλοπτωχίας καὶ τῆς μετανοίας ὁδηγὸς καὶ διδάσκαλος, ἐν τῇ πρὸς Φιλιππησίους αὐτοῦ καὶ Γαλάτας θεοφεγγεῖ ἑρμηνείᾳ, «Εἰ γὰρ Ἕλληνες, φησὶ, συγκατακαίουσι τοῖς ἀπελθοῦσι τὰ ἑαυτῶν, πόσῳ γε μᾶλλον σὲ τὸν πιστὸν συμπαραπέμψαι δεῖ τῷ πιστῷ τὰ οἰκεῖα, οὐχ ἵνα τέφρα γένωνται, καθὼς ἐκεῖνα καὶ ταῦτα, ἀλλ' ἵνα μείζονα τούτῳ περιβάλῃς τὴν δόξαν· καὶ εἰ μὲν ἁμαρτωλὸς ὁ τεθνηκὼς ᾖ, ἵνα τὰ ἁμαρτήματα λύσῃ, εἰ δὲ δίκαιος, ἵνα προσθήκη γένηται μισθοῦ καὶ ἀνταποδόσεως.» Καὶ πάλιν ἐν ἑτέρῳ λόγῳ, «Ἐπινοήσωμεν, φησὶ, τοῖς ἀπελθοῦσιν ὠφέλειαν· δῶμεν αὐτοῖς τὴν προσοῦσαν βοήθειαν, ἐλεημοσύνας λέγω, καὶ προσφοράς· καὶ φέρει τούτοις πολλὴν τὸ πρᾶγμα τὴν ὄνησιν, καὶ μέγα τὸ κέρδος καὶ τὴν ὠφέλειαν. Καὶ γὰρ εἰκῆ καὶ ὡς ἔτυχε ταῦτα νενομοθέτηται, καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ ὑπὸ τῶν αὐτοῦ πανσόφων μαθητῶν παραδέδοται, φημὶ δὴ τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων εὐχὴν ποιεῖσθαι τὸν ἱερέα ὑπὲρ τῶν ἐν 95.253 πίστει κεκοιμημένων, εἰ μὴ ἴσασιν αὐτοῖς πολὺ τὸ κέρδος ἐκ τούτου καὶ