1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

4

τοῦ πυρὸς λελυτρωμένον ἐν ὀπτασίᾳ τῷ γέροντι δέδειχε. ιβʹ. Καὶ τίς ἂν δυνηθείη καθ' εἱρμὸν τὰς τούτων μαρτυρίας ἐκδιηγήσασθαι, τὰς ἐν τοῖς τῶν ὁσίων βίοις ἐντεταγμένας, ἐν μαρτυρίοις τέ φημι καὶ θείαις ἀποκαλύψεσιν, ἐναργῶς παριστώσας, καὶ μετὰ θάνατον μέγιστα τοὺς κατοιχομένους εὐεργετεῖν, τὰς ὑπὲρ αὐτῶν γινομένας εὐχάς τε καὶ λειτουργίας καὶ ἐλεημοσύνας; Οὐδὲν γὰρ τῶν δανεισθέντων Θεῷ ἀφανίζεται ὅλως, ἀλλὰ σὺν μεγίστῃ προσθήκῃ παρ' αὐτοῦ ἀνταμείβεται. ιγʹ. Περὶ δὲ τοῦ φάναι τὸν Προφήτην, «Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογηθήσεταί σοι,» προειρήκαμεν, ὡς αἱ ἀπειλαὶ μὲν φρικώδεις τοῦ παντεπόπτου· νικᾷ δὲ 95.257 ταύτας ἡ ἄφατος αὐτοῦ φιλανθρωπία. Καὶ γὰρ μετὰ τὸ φάναι τὸν ὑποφήτην ταῦτα, γέγονε πάντως ἐν τῷ ᾅδῃ ἐξομολόγησις· ἐκείνων λέγω τῶν ἐκεῖ πιστευσάντων ἐν τῇ σωτηρίῳ τοῦ ∆εσπότου καθόδῳ. Οὐ γὰρ ἁπλῶς ἔσωσε πάντας ὁ ζωοδότης, ἀλλ' ὡς εἴρηται, κἀκεῖ τοὺς πιστεύσαντας. Τινὲς γοῦν φασι τοὺς προπεπιστευκότας, Οἵ τινές εἰσι πατέρες καὶ προφῆται, Κριταὶ, βασιλεῖς σὺν αὐτοῖς, καὶ τοπάρχαι, Καί τινες ἄλλοι τοῦ λαοῦ τῶν Ἑβραίων Εὐαρίθμητοι, καὶ πρόδηλοι τοῖς πᾶσιν. Ἡμεῖς δὲ πρὸς ταῦτα ἀντεροῦμεν, Τοῖς δοξάζουσιν ὧδε; ὡς οὔτε δῶρον, Οὔτε θαυμαστὸν, καὶ παράδοξον τοῦτο, Τὸ σῶσαι Χριστὸν τοὺς πεπιστευκότας. Ἐπεὶ κριτὴς δίκαιος ὑπάρχει μόνος. Καὶ πᾶς ὁ τούτῳ πιστεύσας οὐκ ὀλεῖται. Ἔδει τοιγαροῦν τούτους σωθῆναι πάντας, Καὶ τῶν τοῦ ᾅδου δεσμῶν ἀπαλλαγῆναι, Τῇ καταβάσει τοῦ Θεοῦ καὶ ∆εσπότου. Ὃ καὶ γέγονε τῇ τούτου προμηθείᾳ. Οἱ δέ γε χάριν φιλανθρωπίας μόνης Σωθέντες ὑπάρχουσιν, ὡς οἶμαι, πάντες, Ὅσοι τὸν βίον καθαρώτατον εἶχον, Καὶ πᾶσαν πρᾶξιν ἀρίστην ἐπετέλουν. Ἰσχνῶς βιοῦντες, ἐγκρατῶς, καὶ σωφρόνως, Τὴν δέ γε πίστιν ἀκραιφνῆ τε καὶ θείαν, Οὐ κατέλαβον, μὴ γυμνασθέντες ὅλως, Ἀλλ' ἀδίδακτοι μείναντες τὸ παράπαν, Τούτους ὁ πάντων ταμίας καὶ ∆εσπότης, Εἵλκυσεν, ἐζώγρησε δικτύοις θείοις. Καὶ τούτους ὑπέκλινε πιστεῦσαι τούτῳ, Λάμψας ἐπ' αὐτοὺς τὰς θεϊκὰς ἀκτῖνας, Καὶ δείξας αὐτοῖς τὸ φῶς τῆς ἀληθείας. Οὐ γὰρ ἠνέσχετο ὁ συμπαθὴς τῇ φύσει, Εἰς κενὸν τούτων τοὺς κόπους γεγενῆσθαι. Ἐκέκτηντο γὰρ ἐργωδέστατον βίον, Ἐπίμοχθόν τε καὶ στενὸν ὑπὲρ λόγον· Αὐτοκράτορες τῶν παθῶν γεγονότες, Καὶ τῶν ἡδονῶν καταπτύσαντες ἅμα, Ἀκτησίαν τε πᾶσαν ἐξησκηκότες, Ἐγκράτειάν τε σὺν ἀγρυπνίᾳ πάλιν, Καὶ πᾶσαν ἁπλῶς ἀρίστην ἐργασίαν· Οὐκ εὐσεβῶς μὲν, ἀλλ' ὅμως διελθόντες, Τὴν ἀνωτάτω πρόνοιαν, ὡς ἐδόκουν, Ἄριστα σεβόμενοι, πλὴν ἐσφαλμένως. Εἰσὶ δέ τινες, οἳ καὶ τὴν θείαν δόξαν, Τῆς πανσθενουργοῦ κατέλαβον Τριάδος Ἰσχνῶς, ἀμυδρῶς· ἀλλ' ἐδόξασαν ὅμως. Ἄλλοι δὲ τὴν σάρκωσιν εἶπον τοῦ Λόγου, 95.260 Πάθη τε σεπτὰ, καὶ τὴν ἔγερσιν τούτου· Ἕτεροι δὲ γέννησιν τὴν ἐκ Παρθένου, Ὀνομασίαν τε ταύτης προειπόντες. Μαρία γὰρ, φησὶν, ὄνομα τῇ κόρῃ. Αὖθις ἔνιοι προκατέλεξαν πάσας Τὰς ὑπερφυεῖς Χριστοῦ θαυματουργίας. Τῶν νεκρῶν τε καὶ πηρῶν, καὶ μογιλάλων, Λεπρῶν, καὶ κωφῶν, καὶ τῶν πυρεκτιώντων, Παραλελυμένων τε καὶ δαιμονιώντων, Ὑδεριώντων ἅμα καὶ ξηροχείρων, Καὶ τῆς θαλάσσης τὸν περίπατον ἔνθεν, Ἄρτων τὴν εὐλόγησιν καὶ τῶν ἰχθύων, Μεταβολὴν ὕδατος αὖθις πρὸς οἶνον, Αἱμοῤῥοούσης καὶ συγκυπτούσης ἄρδην, Τὰς ῥώσεις προφήσαντες, σὺν ἄλλοις πλείστοις· Τούτους ἡ θεία τοῦ Λόγου δυναστεία, Οὐκ ἠνέσχετο παριδεῖν ὀλωλότας, Οὐδ' ἀπολέσαι τὰς πράξεις τὰς ἀρίστας. Τὸ γὰρ δανεισθὲν αὐτῷ τοῦ χρόνου μέρος, Καθὸ προειρήκαμεν, οὐκ ἀμαυροῦται· Ἀλλὰ φυλαχθὲν, ἀποδίδοται πᾶσι Τοῖς καλῶς βιώσασι, μετὰ προσθήκης. Οἱ δέ γε βίον αἰσχρὸν βεβιωκότες, Καὶ μηδὲν ὅλως τῶν χρηστῶν πεπραχότες, Σπόρον ἢ καρπὸν μηδ' ὅλως κεκτημένοι, Ἀλλὰ καὶ βίῳ, καὶ λόγῳ τε καὶ πίστει, Εἰς ἅπαν ὑπάρχοντες κατεσφαλμένοι,