1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

6

καὶ ἀδιάβλητον, μάρτυς ἡ Ἑῴα πᾶσα καὶ Ἑσπέριος. Ἰδοὺ τοῦτο τῆς Φαλκονίλλης ὑπέρτερον. Ἐκείνη μὲν γὰρ οὐδενὸς ἄλλου κακοῦ παραίτιος γέγονεν, οὗτος δὲ πολλῶν μαρτύρων πικρὸν ἐνεστήσατο μόρον. ιζʹ. Θαυμαστὸς εἶ, ∆έσποτα, καὶ θαυμαστὰ τὰ ἔργα σου· καὶ σοῦ τὴν ἄφατον εὐσπλαγχνίαν δοξάζομεν, ὅτι πάντοτε πρὸς τὸ φιλάνθρωπον νεύεις, τοῖς δούλοις σου τὰς ἀφορμὰς παρέχεις, τῆς τε φιλαδελφίας, καὶ τῆς πρὸς σὲ βεβαίας πίστεως καὶ ἐλπίδος. Καὶ ἐδίδαξας ἡμᾶς διὰ τῶν σῶν θεραπόντων, εὐεργεσίας ποιεῖν ὑπὲρ ἀλλήλων, ἐξιλασμούς τε καὶ ὁλοκαυτώσεις, ὕμνους καὶ ψαλμῳδίας καὶ προσευχὰς, οὐκ εἰκῆ καὶ εἰς μάτην. Σὺ γὰρ ἀπλανὴς καὶ εὐπάροχος καὶ διδοὺς τοῖς πᾶσιν ὁτιοῦν προσφέρουσιν εἰς δόξαν σου μυριοπλασίονα τὴν ἀντίδοσιν· καὶ οὐδὲν ὅλως τῶν ἐπὶ τῷ σῷ ὀνόματι γινομένων ἀνόνητον. ιηʹ. Μή τις τοιγαροῦν τοῦτο οἰέσθω, ἀδελφοὶ καὶ Πατέρες, ὅτιπερ ὅσα τῷ Θεῷ μετὰ πίστεως προσφέρονται, οὐ πολλαπλασίονα δίδωσι τὴν ἀντάμειψιν, καὶ τῷ ὑφ' οὗ, καὶ δι' οὓς προσάγονται. Ὥσπερ γὰρ μύρον, ἢ ἕτερον ἅγιον ἔλαιον, ὁ περιχρίειν θέλων νοσοῦντα, πρῶτον ἐκεῖνος, εἴτουν ὁ χρίων, μετέχει τῆς χρίσεως· εἶθ' οὕτως διαλείφει τὸν κάμνοντα· οὕτω πᾶς τις ὑπὲρ τῆς τοῦ πλησίον σωτηρίας ἀγωνιζόμενος, πρῶτον ἑαυτὸν ὀνίνησιν, εἶτα τὸν πέλας. Οὐ γὰρ ἄδικος ὁ Θεὸς, ἐπιλαθέσθαι τοῦ ἔργου, κατὰ τὸν θεῖον Ἀπόστολον. ιθʹ. Ἀθανάσιος αὖθις ὁ πάνυ, ἐν τῷ εἰς κοιμη 95.265 θέντας αὐτοῦ παναρμονίῳ λόγῳ, τάδε φησίν· «Ὅτι κἂν εἰς ἀέρα ὁ ἐν εὐσεβείᾳ τελειωθεὶς κατατεθῇ, μὴ ἀπαναίνου ἔλαιον καὶ κηροὺς, Χριστὸν τὸν Θεὸν ἐπικαλεσάμενος, ἐν τῷ τάφῳ προσάψαι· δεκτὰ γὰρ ταῦτα παρὰ Θεῷ, καὶ πολλὴν ἐξ αὐτοῦ φέροντα τὴν ἀντίδοσιν· τὸ γὰρ ἔλαιον καὶ ὁ κηρὸς, ὁλοκαύτωσις· ἡ δέ γε θεία καὶ ἀναίμακτος θυσία, ἐξιλασμός· ἡ δὲ πρὸς τοὺς πένητας εὐποιία, προσθήκη πάσης ἀγαθῆς ἀντιδόσεως. Ἔστω οὖν ὁ σκοπὸς τοῦ τὴν προσαγωγὴν ὑπὲρ τοῦ κεκοιμημένου ποιοῦντος· ὃν τρόπον, ὅταν τις νήπιον ἔχῃ τέκνον, καὶ παντελῶς ἄναρθρον καὶ ἀνίσχυρον, εἶτα νοσοῦντος τούτου, ὑπὲρ αὐτοῦ κηροὺς καὶ θυμίαμα σὺν ἐλαίῳ εἰς θεῖον ναὸν μετὰ πίστεως ἄξῃ, ὁλοκαυτώσῃ τε ταῦτα διὰ τὸν παῖδα· οὐχ ὡς αὐτὸς ὁ παῖς ταῦτα καὶ κρατεῖ καὶ προσάγει, ὡς τὰς ἀποταγάς τε καὶ συνταγὰς ἐπὶ τῆς θείας ἀναγεννήσεως· οὕτω καὶ τὸν ἐν Κυρίῳ τελειωθέντα ἐννοείτω καὶ κρατεῖν καὶ προσφέρειν, τούς τε κηροὺς καὶ τὸ ἔλαιον, καὶ τὰ εἰς λύτρον αὐτοῦ προσαγόμενα πάντα· καὶ οὕτω Θεοῦ χάριτι τοῦ μετὰ πίστεως σκοποῦ οὐδόλως ματαιωθήσεται. Πάντα γὰρ οἱ θεηγόροι ἀπόστολοι, καὶ θυηπόλοι διδάσκαλοι, καὶ πνευματοφόροι Πατέρες, ἐν κατοχῇ τοῦ Θείου κατὰ τὸ θεμιτὸν γεγονότες, καὶ τῆς ἐκστατικῆς τούτου δυνάμεως ποσῶς μετειληφότες, ἐνθέῳ στόματι θεοφιλῶς ἐθέσπισαν τὰς λειτουργίας, εὐχάς τε καὶ ψαλμῳδίας, ἐτησίους τε καὶ μνήμας τῶν προλαβόντων, ἅτινα μέχρι τοῦ νῦν τῇ τοῦ φιλανθρώπου Θεοῦ χάριτι ἐπαύξουσι καὶ προστίθενται, ἀπὸ τῶν ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, καὶ βοῤῥᾶ, καὶ νότου, εἰς δόξαν καὶ αἶνον τοῦ Κυρίου τῶν κυρίων καὶ βασιλέως τῶν βασιλευόντων.» κʹ. Εἶτά φησιν ὁ ὑπεναντίος· Εἰ ταῦτα οὕτως ἔχει, οἱ πάντες σωθήσονται, καὶ οὐδεὶς ἀστοχήσει. Εὖγε τοῦτο, καὶ εἶθε. Αὐτὸ γὰρ διψᾷ, καὶ θέλει, καὶ ζητεῖ, καὶ ἐφίεται, καὶ ἐν τούτῳ χαίρει καὶ κατευφραίνεται ὁ ὑπεράγαθος Κύριος, ἵνα μή τις τῶν αὐτοῦ θείων δωρεῶν ἀστοχήσῃ. Μὴ γὰρ ἀγγέλοις τὰ γέρα καὶ τοὺς στεφάνους ἡτοίμασε; μὴ διὰ τὸ σῶσαι τοὺς οὐρανίους νόας ἐπὶ τῆς γῆς παραγέγονε, καὶ ἐκ Παρθένου ἀδιαφθόρως σεσάρκωται, καὶ βροτὸς ἐχρημάτισε, καὶ παθῶν καὶ θανάτου ἐγεύσατο; μὴ τοῖς ἀγγέλοις ἐρεῖ· «∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν κληρονομήσατε;» Οὐκ ἔχεις τοῦτο εἰπεῖν ὁ