1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

9

καρδίᾳ.» Καί· «Ὅτι ὃν μὲν 95.273 ἔζησας χρόνον, καθηδυπαθῶν τοῦ βίου, καὶ τῇ τρυφῇ διαῤῥέων, οὐδὲ προσβλέπειν ἠνείχου τοὺς πένητας. Ἀποθανόντος δέ σου, ποῖος μισθὸς ἐργασίας ὀφείλεται;» Καὶ αὖθις, ὅτι «Ἐπισκοτεῖ μοι ἡ οἰκία τοῦ γείτονος,» καὶ ὅτι «Ὁ πλεονέκτης οὐκ αἰδεῖται χρόνον, οὔτε γνωρίζει ὅρια, ἀλλὰ πυρὸς δικὴν, πάντα καταλαμβάνει καὶ ἐπινέμεται, καὶ ὡς ποταμὸς ὁρμηθεὶς, τῇ φορᾷ παρασύρει τὸ ἐνιστάμενον,» καὶ ἕτερα τούτοις ἐφάμιλλα, ἅτινα πάντες ἴσασιν, οἱ ἐμμελῶς τῇ πανιέρῳ τούτου βίβλῳ προσεπικύψαντες, ὅτι πρὸς τοὺς μηδαμῶς τοῖς πένησιν ἐντολὴν δεδωκότας, ἀλλὰ καὶ τὰ τούτων ἁρπάζοντας, ὁ λόγος ἐξήρτηται. κζʹ. Καὶ μή τις εἴποι· Καὶ ποῦ φησιν εὑρεθῆναι τοιοῦτον ἄνθρωπον, πλούτῳ κομῶντα, καὶ τοὺς πένητας μὴ οἰκτείροντα; Ναὶ, ὄντως εὑρίσκεται, καθὰ καὶ προείρηται ἐν πολλοῖς μὲν καὶ ἄλλοις χρόνοις, ἐν οἷς καὶ ἐν τοῖς τοῦ ἀοιδίμου καὶ πανοσίου Ἰωάννου τοῦ Ἐλεήμονος, ὁ μετελθὼν ἐξ ἀσπονδίας εἰς παντελῆ ἐλεημοσύνην καὶ ὁσιότητα, Πέτρος ὁ τελώνης ποτέ. Φέρεται γὰρ ἐν τῇ τούτου πανολβίᾳ τοῦ βίου δέλτῳ, ὅτι, φησὶν, ἐν ἐκστάσει αὐτοῦ γεγονότος, καὶ τὰς οἰκείας πράξεις σταθμιζομένας θεασαμένου, κατιδεῖν λέγεται σιλίγνιον ἐν τῇ δεξιᾷ τοῦ ζυγοῦ πλάστιγγι, ὃ καὶ αὐτὸ μετ' ὀργῆς ἀντὶ λίθου εἰς τὸ τοῦ πένητος κατέλευσε πρόσωπον· δι' ἧς ὀπτασίας ἐπὶ τὸ λίαν θεοσεβὲς κατηντηκέναι δέδεικται ὁ μακάριος οὗτος Πέτρος. κηʹ. Ἰδοὺ τοιγαροῦν ἀναμφίβολος ἐγνώρισται, πρὸς οἵους ὁ μέγας Βασίλειος τὸν λόγον ἐσκεύασε. Γέγονε γὰρ καὶ λιμὸς τηνικαῦτα ἰσχυρός τε καὶ μέγας κατ' ἐκεῖνον τὸν χρόνον· καὶ οἱ μὲν πλουτοῦντες τῇ φειδωλίᾳ νικώμενοι, τὸν πλοῦτον συνεῖχον· οἱ δ' αὖ πένητες ἀπορίᾳ πιεζόμενοι, τῷ λιμῷ διεφθείροντο. Ἤνοιξε τοίνυν ὁ θεῖος οὗτος Ποιμὴν, τοῖς ἀποτόμοις αὐτοῦ καὶ καμπτικοῖς, ἅμα δὲ, καὶ καταπληκτικωτάτοις λόγοις, τὰς τῶν ἐχόντων ἀδεῶς ἀποθήκας. Εἰ μὴ γὰρ οὕτως ἀπέφηνεν, οὐκ ἂν οἱ πένητες διετράφησαν, οὔτε μὴν οἱ πλουτοῦντες πρὸς οἶκτον ἐκάμφθησαν. Καὶ ὁ μὲν ταῦτα. κθʹ. Ἡμεῖς δὲ σπεύσωμεν, ὅση δύναμις, ἐπὶ 95.276 τῆς φρικώδους καὶ φοβερᾶς ἡμέρας, τῆς δευτέρας φημὶ τοῦ Κυρίου παρουσίας, ὑπὸ τῶν οἰκείων μὴ ἐγκληθῆναι, ὡς τὰ ὑπὲρ αὐτῶν ἀμελήσαντες· καὶ μάλιστα οἱ παρ' αὐτῶν ἐπιτροπὰς λαβόντες καὶ παραθήκας. Μὴ γὰρ οἰέσθω τις, ὅτι οὐκ ἀναγνωρισμὸς ἑκάστου πρὸς ἕκαστον ἐπὶ τῆς φοβερᾶς ἐκείνης συναγωγῆς γενήσεται. Ναὶ, ὄντως ἕκαστος ἀναγνωριεῖ τὸν πλησίον αὐτοῦ, οὐ τῷ τοῦ σώματος σχήματι, ἀλλὰ τῷ διορατικῷ τῆς ψυχῆς ὄμματι. Πόθεν, ἀπαιτεῖς, τοῦτο παραστησόμεθα; Ἄκουε τοῦ ∆εσπότου Χριστοῦ ἐν τῇ τοῦ πτωχοῦ Λαζάρου παραβολῇ ἀριδήλως διδάσκοντος, ὅτι, φησὶν, «Ἐπάρας τοὺς ὀφθαλμοὺς ὁ πλούσιος, ἐγνώρισε τὸν πτωχὸν Λάζαρον ἐν τῷ τοῦ πατριάρχου Ἀβραὰμ κόλπῳ καθήμενον·» ὡσαύτως δὲ καὶ τὸν Ἀβραάμ. Καὶ μή τις εἴποι, διὰ τὸ παραβολὴν εἶναι τὸ πρᾶγμα, τὸν σκοπὸν ὑπάρχειν ἀναπόδεικτον. Αἱ γὰρ τοῦ Σωτῆρος ἡμῶν θεῖαι παραβολαὶ, πραγμάτων εἰσὶν ἑστώτων, ἐνδεχομένων, καὶ ἀποδεδειγμένων. λʹ. Ὁ δὲ Χρυσόστομος Ἰωάννης, τάδε φησίν· ὡς, «Οὐ μόνον τοὺς ὧδε γνωστοὺς γνωριοῦμεν, ἀλλὰ καὶ τοὺς μηδέποτε εἰς ἡμετέραν ἀφιγμένους θέαν θεωρήσομεν. Καὶ γὰρ τὸν Ἀβραὰμ οὐχ ἑώρακας, οὐδὲ τὸν Ἰσαὰκ, οὐδὲ τὸν Ἰακὼβ, οὐδὲ τοὺς ἀρχιπάτορας, οὐ τοὺς προφήτας, καὶ ἀποστόλους, καὶ μάρτυρας· ἀλλ' ἰδὼν τούτους ἐπὶ τῆς καθολικῆς ἐκείνης καὶ φρικτῆς πανηγύρεως, γνωρίσας ἐρεῖς· Ἰδοὺ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ οἱ λοιποὶ πατριάρχαι. Ἰδοὺ Πέτρος, καὶ Παῦλος, καὶ πάντες οἱ ἀπόστολοι. Ἰδοὺ ∆αβὶδ ὁ Θεοπάτωρ, καὶ προφητῶν ὁ ἐσμός. Ἰδοὺ ὁ πρόδρομος Ἰωάννης, καὶ Στέφανος ὁ πρωτομάρτυς, καὶ ἡ πληθὺς τῶν ἁγίων.» Εἶτ' αὖθις ὁ πολὺς τὰ θεῖα Βασίλειος πρὸς τοὺς πλεονέκτας διαλεγόμενος, «Οὐ πρὸ ὀφθαλμῶν, φησὶ, λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον;