1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

3

πολλὴν τὴν ὠφέλειαν.» ζʹ. Εἶτα σὺν τούτοις ὁ πάνσοφος αὖθις Νυσσαέων Γρηγόριος οὕτω φησίν· «Οὐδὲν ἀλογίστως, οὐδ' ἀκερδῶς ὑπὸ τῶν τοῦ Χριστοῦ κηρύκων καὶ μαθητῶν παραδέδοται, καὶ ἐν τῇ τοῦ Θεοῦ πανταχοῦ Ἐκκλησίᾳ διακεκράτηται· ἀλλὰ τὸ πρᾶγμα πάντως ἐπωφελὲς καὶ θεάρεστον, τὸ μνήμην δηλονότι ποιεῖν ἐπὶ τῆς θείας καὶ παμφαοῦς μυσταγωγίας, τῶν ἐν ὀρθῇ τῇ πίστει καὶ κεκοιμημένων. ηʹ. Τὸ γὰρ εἰπεῖν, ὅτι «Σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ,» καὶ, «Θερίσει πᾶς τις ὃ ἔσπειρε, καὶ τὰ τούτων ἀκόλουθα, περὶ τῆς παρουσίας πάντως τοῦ Κτίστου, καὶ τῆς τότε φρικτῆς ἀποφάσεως εἴρηται, καὶ τῆς τοῦ κόσμου τοῦδε συμπερατώσεως. Τότε γὰρ ὅλως βοηθείας οὐκ ἔσται καιρὸς, ἀλλὰ πᾶσα παράκλησις ἄπρακτος. Τῆς πανηγύρεως γὰρ διαλυθείσης, οὐκ ἔστι πραγματείας ἐμπόρευμα. Ποῦ γὰρ οἱ πένητες τότε; ποῦ λειτουργοί; ποῦ ψαλμῳδίαι; ποῦ εὐποιίαι; ποῦ ἀγαθοεργίαι; ∆ιὸ πρὸ τῆς ὥρας ἐκείνης ἀλλήλοις ἐπικουρήσωμεν, καὶ τῷ φιλαδέλφῳ καὶ φιλανθρώπῳ καὶ φιλοψύχῳ Θεῷ τὰ τῆς φιλαδελφίας προσοίσωμεν· δέχεται γὰρ εὖ μάλα, καὶ τοῖς ἀσυμφθάστως, καὶ οἷον εἰπεῖν, ἀνετοίμως ἐκδημήσασι, τὰς ὑπὸ τῶν τούτοις προσφερομένας τῶν ὑστερημάτων ἀναπληρώσεις εἰς ἔργον τούτοις καὶ πρᾶξιν λογίζεται. Θέλει γὰρ οὕτως ὁ φιλάνθρωπος Κύριος αἰτεῖσθαι, καὶ νέμειν τὰ τῶν ἰδίων κτισμάτων πρὸς σωτηρίαν αἰτούμενα, καὶ τότε μᾶλλον ὁλικῶς ἐπικάμπτεται· οὐχ ὅταν τις μόνον ὑπὸ ἰδίας· ψυχῆς ἀγωνίζηται, ἀλλ' ὅταν ὑπὲρ τοῦ πέλας τοῦτο ἐργάζηται. Ἐντεῦθεν γὰρ ἐπὶ τὸ θεομίμητον ἐκτυποῦται, καὶ τὰς ἑτέρων δωρεὰς, ὡς οἰκείας ἐξαιτεῖ χάριτας, καὶ τῆς τελείας ἀγάπης τὸν ὅρον ἐμπερικλείει, καὶ τὸν μακαρισμὸν ἐκ τούτου πορίζεται, καὶ τὴν ἰδίαν σὺν τῇ τοῦ πέλας εὐεργετεῖ ψυχὴν ὅτι μάλιστα. θʹ. Τί δὲ καὶ δυσαχθὲς τὸ πρᾶγμα νενόμισται; μήτι τὴν Φαλκονίλλαν ἡ πρωτόμαρτυς οὐκ ἔσωσε μετὰ θάνατον; Ἀλλ' ἴσως ἐρεῖς, ὅτι αὕτη κατ' ἀξίαν, ἐπεὶ πρωτόμαρτυς, καὶ ταύτης δέον εἰσακουσθῆναι τὴν δέησιν. Ἐγὼ δὲ πρὸς τοῦτό φημι· Καλῶς ἡ πρωτόμαρτυς ἐκεῖ. Σκόπει δὲ πάλιν, ὑπὲρ τίνος ἡ αἴτησις· ὅτιπερ ὑπὲρ Ἑλληνίδος, εἰδωλολάτριδός τε καὶ 95.256 πάμπαν ἀνιέρου καὶ ἀλλοτρίου κυρίου ἐργάτιδος. Ἐνταῦθα δὲ πιστὸς ὑπὲρ πιστοῦ πρὸς τὸν αὐτὸν ∆εσπότην. Θὲς τοίνυν ἐκ θατέρου εἰς θάτερον, ὡς ἂν τὸ πρᾶγμα ἐξισωθήσεται, καὶ τὸ διστάζον οὐχ ὑπολειφθήσεται. ιʹ. ∆ίελθέ μοι αὖθις ἐκ τούτων εἰς ἕτερα ταυτοδύναμα καὶ ὁμότροπα· λέγω δὴ τὴν Παλλαδίου πρὸς Λαῦσον ἱστορικὴν βίβλον, ἐν ᾗ τὰ κατὰ τὸν μέγαν καὶ θαυματουργὸν Μακάριον παναληθῶς ἀναγέγραπται θαύματα· πῶς τὸ ξηρὸν κρανίον πυθόμενος, τὰ περὶ τῶν κεκοιμημένων μεμάθηκεν ἅπαντα. Εἶτα πρὸς τοῦτο· Οὐδέποτε τοίνυν τινὰ παραμυθίαν εὑρίσκετε; (ἦν γὰρ ὁ ἅγιος συνήθως ποιῶν ὑπὲρ τῶν κεκοιμημένων εὐχὰς, καὶ γνῶναι ἐφίετο εἰ ἄρα πρὸς ὄνησιν γίνονται·) τοῦτο δὲ βουληθεὶς ἐπιδείξασθαι ὁ φιλόψυχος Κύριος, καὶ τὸν ἑαυτοῦ πληροφορῆσαι θεράποντα, τῷ ξηρανθέντι κρανίῳ λόγον ἀληθείας ἐνέπνευσεν. Ὅτε, φησὶν, ὑπὲρ τῶν νεκρῶν τὰς δεήσεις προσφέρεις, τότε μικρὰς παραμυθίας τινὸς αἰσθανόμεθα. ιαʹ. Ἄλλῳ δὲ πάλιν τῶν θεοφόρων Πατέρων μαθητὴν ἔχοντι ἐν ἀμελείᾳ βιοῦντα, καὶ τοῦτον πρὸς τὸ τοῦ βίου πέρας ῥᾳθύμως ἐπιφθάσαντα, ὁ πανοικτίρμων καὶ φιλόψυχος Κύριος, μετὰ δακρύων αἰτησαμένου τοῦ γέροντος, ὡς τὸν κατὰ τὸν Λάζαρον πλούσιον ἐν τῇ φλογὶ καυσούμενον μέχρι τραχήλου ὑπέδειξεν· ὡς ἐντεῦθεν πολλὰ τοῦ ἁγίου πονήσαντος, καὶ σὺν δάκρυσι τὸν Θεὸν ἐκλιπαρήσαντος, μέχρι τῆς ζώνης πάλιν ὑπέδειξεν. Εἶτα καὶ αὖθις κόπους τοῖς κόποις τοῦ ἁγίου προσθέντος, παντελεύθερον, καὶ