1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

7

ἀντιλέγων· ἀλλὰ πάντα διὰ τὸν ἄνθρωπον, ὥσπερ πέπονθεν, οὕτω καὶ ἡτοίμασε. Τίς γὰρ ποιῶν πανδαισίαν, καὶ συγκαλέσας 95.268 τοὺς φίλους, οὐ θέλει πάντας ἐληλυθέναι, καὶ τῶν ἑαυτοῦ καλῶν ἐμφορηθῆναι; Εἰς τί γὰρ καὶ τὴν εὐωχίαν ἡτοίμασεν, ἀλλ' ἢ τὸ τοὺς οἰκείους δεξιώσασθαι φίλους; Καὶ εἰ οὖν ἡμῖν τοῦτο ἐπίσπουδον, τί ἂν τῷ μεγαλοδώρῳ, καὶ μόνῳ φύσει ὑπεραγάθῳ, καὶ φιλανθρώπῳ Θεῷ· ὃς νέμων καὶ διδοὺς πλείονα χαίρει καὶ ἐπαγάλλεται, ἢ ὁ λαμβάνων, καὶ σωτηρίαν μεγίστην ἑαυτῷ ποριζόμενος. καʹ. Τοῦτο οὖν σκόπει πᾶς τις ὁ τοῖς ῥηθεῖσιν ἀμφισβητῶν, ὅτιπερ ἕκαστος τῶν ἀνθρώπων ὁ μικρὰν ἀρετῶν ζύμην κτησάμενος, μὴ πεφθακὼς δὲ ταύτην ἀρτοποιῆσαι, ἀλλὰ βουληθεὶς μὲν, μὴ δυνηθεὶς δὲ τοῦτο, ἢ ῥᾳθυμίας, ἢ ἀμελείας, ἢ ἀνανδρίας ἕνεκεν, ἢ τῆς ἐξ ἡμέρας εἰς ἡμέραν ἀναβολῆς, ἐπιφθασθεὶς δὲ καὶ θερισθεὶς παρ' ἐλπίδα, οὗτος οὐκ ἐπιληθήσεται παρὰ τοῦ δικαίου Κριτοῦ καὶ ∆εσπότου, ἀλλ' ἐγερεῖ ὁ Κύριος αὐτῷ μετὰ τὸν θάνατον αὐτοῦ τοὺς οἰκείους καὶ ἀγγιστεῖς καὶ φίλους, καὶ τούτων τὰς γνώμας ἰθυνεῖ, καὶ τὰς καρδίας ἑλκύσει, καὶ τὰς ψυχὰς ἐπικάμψει πρὸς ἀγωγὴν καὶ βοήθειαν τούτου· καὶ σπεύσουσι κινηθέντες θεόθεν, καὶ ἁψαμένου τοῦ ∆εσπότου τῶν καρδιῶν αὐτῶν, ἀναπληρῶσαι τοῦ οἱχηθέντος ὑστερήματα. Ὁ δὲ αὖ γε βίον πονηρὸν κεκτημένος, συμπεφυρμένον τε ὅλον ἀκάνθαις, καὶ πλήρη ὄντα ὑλῶν τῶν ἀκαθάρτων, ὃς οὐδέποτε τῇ συνειδήσει διῆξεν, ἀλλ' ἀδεῶς καὶ ἀδιαφόρως ταῖς τῶν ἡδονῶν ἐνέκειτο δυσωδίαις, πράττων ἁπάσας τὰς τῆς σαρκὸς ὀρέξεις, καὶ μηδὲν ὅλως περὶ ψυχῆς φροντίζων, ἔχων τε τὸ φρόνημα σαρκικὸν ἅπαν, καὶ οὕτω φθασθεὶς ἐκδημῆσαι τοῦ βίου, τούτῳ παντελῶς οὐδεὶς ὀρέξει χεῖρα· ἀλλ' οὕτω πάντα τὰ κατ' αὐτὸν διαπραχθήσεται, ὡς μήτε ὑπὸ συνεύνου, ἢ τέκνων, ἢ ἀδελφῶν, ἢ συγγενῶν, ἢ φίλων ἐπικουρηθῆναι τὸ σύνολον, ὅτι μηδ' ἔχει Θεὸς ἐν μέτρῳ τοῦτον. κβʹ. Ἐμοὶ γοῦν, καὶ ὅστις ἐμοὶ φίλος, γένοιτο, εἰ μὲν οἷόν τε, αὑτὸν ἐπικουρῆσαι, καὶ μηδὲν καταλεῖψαι ὑστέρημα· εἰ δ' ἂν φθασθείην μὴ τετελειωμένος, κἂν ὁ Κύριος ὁ πολὺς ἐν ἐλέῳ ἐπικάμψαι μοι τοὺς ἀγχιστεῖς καὶ φίλους, καὶ θερμήναι τούτων τὰς ψυχὰς καὶ καρδίας, ὡς ἂν δι' ἔργων ἀγαθῶν τε καὶ θεαρέστων ἐπικουρήσωσί μοι λίαν προθύμως, καὶ εἴ τι ὡς ἄνθρωπος καταλείψω ὑστέρημα, ἀναπληρώσειάν μοι μετὰ τὸν πότμον. Ναὶ, Κύριε ὁ τῶν θαυμασίων Θεὸς καὶ τῶν ἀπόρων πορίστης, μηδὲν εὑρεθείη μοι ἐν τῇ σῇ παρουσίᾳ μικρὸν ἢ μέγα ὑστέρημα, μήτε μὲν πᾶσι τοῖς ἐπὶ σοὶ πεποιθόσιν· οὕτω γάρ μοι καὶ ὁ προμνημονευθεὶς θεοῤῥήμων Χρυσόστομος διαπρυσίως καὶ διδάσκει καὶ κράζει, ἵνα καὶ αὖθις τῶν χρηστοτάτων αὐτοῦ λογίων ἐφάψωμαι. «Εἰ, φησὶν, οὐκ ἔφθασας περιὼν ἐν τῷ βίῳ τὰ τῆς ψυχῆς σου 95.269 πάντα διευθετῆσαι, κἂν ἐν τῷ τέλει τοῦ βίου ἐντεῖλαι τοῖς σοῖς μετὰ θάνατον παραπέμψαι σοι τὰ σὰ, καὶ βοήθειαν δοῦναί σοι δι' ἔργων ἀγαθῶν· ἐλεημοσυνῶν λέγω, καὶ προσφορῶν. Κἀντεῦθεν τὸν Λυτρωτὴν καταλλάξειας· δεκτὰ γὰρ αὐτῷ ταῦτα καὶ πρόσφορα.» Καὶ πάλιν αὐτὸς ἀλλαχοῦ· «Γράψον, φησὶν, ἐν τῇ σῇ διατυπώσει μετὰ τῶν τέκνων καὶ συγγενῶν, συγκληρονόμον καὶ τὸν ∆εσπότην. Ἐχέτω σου ὁ χάρτης τοῦ ∆ικάστου τὸ ὄνομα, καὶ μνήμης μὴ ἀμοιρείτω πτωχῶν· κἀγὼ τούτων ἐγγυητής. Οὐ δίδομεν τοίνυν ἀφορμὰς καὶ προφάσεις τοῦ ζῶντά τινα μὴ ποιεῖν ἐλεημοσύνας, ἀλλὰ φυλάττειν ταύτας μετὰ τὸν θάνατον· ἔκτοπον γὰρ τοῦτο πάντη καὶ βέβηλον, καὶ τῆς θείας νομοθεσίας ἀλλότριον· ἀλλὰ καὶ κάλλιστον καὶ θεάρεστον, καὶ εἰς ἅπαν εὐπρόσδεκτον, τὸ πάντα ἄνθρωπον θεοσεβῆ καὶ φιλόχριστον καθαίρειν ἑαυτὸν δι' ἀγαθοεργίας παντοίας, ἀπεχόμενον πάσης ἀκαθαρσίας, ἐχόμενον δὲ τῶν τοῦ Θεοῦ φαεινῶν προσταγμάτων, ὡς ἂν πρὸς τὸ τέλος ἐληλακὼς, μετὰ παῤῥησίας λέξοι πρὸς τὸν ∆εσπότην· Ἑτοίμη ἡ καρδία μου, ὁ Θεὸς, ἑτοίμη ἡ καρδία μου· καὶ οὕτως ἡδέως ὑπαντήσοι τοῖς ἐπείκταις ἀγγέλοις. Ἀλλὰ τοῦτο