1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

8

μὲν ὀλίγοι καὶ ὀλιγάκις κατὰ τὸν τοῦ ∆εσπότου λόγον, ὅτι Ὀλίγοι, φησὶν, οἱ σωζόμενοι. Καίτοι γε τοῦτο οὐχ ἁπλῶς εἴρηκεν ἡ τῶν ὅλων Σοφία, ἀλλ' ὡς ἄν τις εἴποι, θαυμαστικῶς, ὅτι Ὀλίγοι οἱ σωζόμενοι· τὸ λοιπὸν ἐπιστάμενοι, ὅτι ἐργῶδες λίαν εὑρεθῆναί τινα τῆς πρώτης μερίδος, ἐξ ἀνάγκης ἐπάγομεν τὴν δευτέραν, ἀποστολικαῖς τε καὶ Πατρικαῖς ἑπόμενοι ῥήσεσιν· ὡς καὶ τοὺς κατοιχομένους Θεοῦ ἀγαθότητι ὠφελεῖσθαι, καὶ τὴν φιλαδελφίαν ἐπαυξάνεσθαι, καὶ τὴν τῆς ἀναστάσεως ἐλπίδα βεβαιοῦσθαι, καὶ τὴν πρὸς Θεὸν εὐχὴν κρατύνεσθαι, καὶ τὴν περὶ τοὺς θείους ναοὺς συνδρομὴν θερμοτέρως πληθύνεσθαι, καὶ τὴν εἰς τοὺς πένητας εὐποιίαν πλατύνεσθαι.» κγʹ-ιδʹ. Ἰδὲ κατὰ πόσους τρόπους τὸ πρᾶγμα ἐπικερδὲς καὶ ὠφέλιμον, παρὰ πόσων ὑποθήσεων ἡ τῶν κατοιχομένων ὠφέλεια· ἀφορμὴ γὰρ γίνεται σωτηρίας τῶν καταλεγέντων. Ἐπεὶ εἰ τὸ αἴτιον ἀναιρήσεις, πάντως καὶ τὰ τούτου ἀκόλουθα. Τίς γὰρ ἀνάγκη τοὺς μικροψύχους διαναστῆναι πείσοι, καὶ ταύτην διαπράξασθαι, εἰ μὴ πληροφορίαν ἔχωσι τοῖς ἑαυτῶν ἀφελεῖν; Παύσονται δὲ καὶ αἱ περὶ τὰς διατυπώσεις τῶν πενήτων ἐγγραφόμεναι μοῖραι, καὶ σὺν ταύταις αἱ ὑπὲρ τῶν νεκρῶν λειτουργίαι, ὑμνῳδίαι τε καὶ ψαλμῳδίαι, τεσσαρακοστὰ σὺν τριτεννάταις, καὶ ἐτήσιοι μνῆμαι καὶ τελεταὶ, αἵτινες οὐκ εἰς μάτην παρὰ τῶν διδασκάλων ἐπενοήθησαν. Ἀλλὰ 95.272 μὴ γένοιτο, ἢ δοξάσαι καθόλου, ἢ παραλείψασθαί τι τούτων. κεʹ. Εἰ δέ τις λέγοι περὶ τῶν ξένων καὶ πενήτων, οἳ τοὺς ὑπὲρ αὐτῶν ἀγωνισομένους οὐ κέκτηνται, οὔτε μὴν λειτουργιῶν ἢ διαδόσεων ἀπόμοιραν καταλιπεῖν ἐξισχύουσι· Τί ἄρα, φησὶν, οὗτοι; μὴ διὰ τὸ ἀπορεῖν αὐτοὺς καὶ ξένους ὑπάρχειν καὶ παραλελογισμένους, καὶ συμπόνους μὴ ἔχειν, ἀστοχήσουσι σωτηρίας; Οὐκοῦν ἄδικος ὁ Θεὸς, ἵνα τῷ ἔχοντι δώσει, τῷ δὲ μὴ ἔχοντι παρέξει οὐδέν; Ἄπαγε τοῦτο πᾶς τις ἐξ ἑαυτοῦ· καὶ γὰρ δίκαιος ὁ Θεὸς καὶ ∆εσπότης, ἢ μᾶλλον εἰπεῖν τἀληθέστερον, αὐτοδικαιοσύνη καὶ σοφία καὶ ἀγαθότης καὶ δύναμις ἐνυπόστατος. Ὡς οὖν δίκαιος, ἀντιμετρήσοι τῷ ἀπόρῳ τὰ εὔπορα· ὡς δὲ σοφὸς, τὴν τῶν ὑστερημάτων καταλλαγὴν πραγματεύσεται· ὡς δυνατὸς δὲ, τὸν ἰσχυρὸν κατεάξει, καὶ τὸ ἀσθενὲς ἐνισχύσει· ὡς δὲ ἀγαθὸς, τὸ τῶν οἰκείων χειρῶν διασώσει πλαστούργημα, εἰ μή τίς ἐστι τῶν προδήλως κατεγνωσμένων, καὶ τῶν τῆς ὀρθῆς πίστεως ἀποπτυστῶν, οὗτινος ἡ εὐώνυμος πλάστιγξ ἐπὶ πολὺ βαρυνθήσεται. Φασὶ γὰρ οἱ φωτισθέντες θεόθεν ἄνδρες, ὅτιπερ ὡς ἐν ζυγῷ ἐν τῇ ὑστάτῃ πνοῇ αἱ τῶν ἀνθρώπων δοκιμάζονται πράξεις· καὶ εἰ μὲν ἡ δεξιὰ πλάστιγξ τῆς ἑτέρας ὑπερέξει, εὔδηλον ὡς ἐν τοῖς δεξιοῖς ἀγγέλοις ὁ τυχὼν ἐναποψύξειεν. Εἰ δ' αὖ ἐξ ἴσου ἀμφότερα, νικᾷ πάντως ἡ τοῦ Θεοῦ φιλανθρωπία. Ἀλλ' ὥς φασιν οἱ θεηγόροι, εἰ καὶ μικρὸν ἡ τρυτάνη ἡ ἐν εὐωνύμοις νεύσει, καὶ τηνικαῦτα ὁ τοῦ Θεοῦ ἔλεος ἀναπληρώσει τὸ δέον. Ἰδοὺ τρεῖς αἱ τοῦ ∆εσπότου θεῖαι κρίσεις· ἡ μὲν πρώτη, δικαία· ἡ δὲ δευτέρα, φιλάνθρωπος· ἡ δὲ τρίτη, ὑπεράγαθος. Εἶτα ἐκ τούτων ἡ τετάρτη, ὁπόταν αἱ πονηραὶ πράξεις ὑπερσταθμισθῶσιν ἄγαν. Οἴμοι, ἀδελφοί· καὶ ταύτη δικαιοτάτη πάντως, δίκαια θεσπίζουσα τοῖς κεκριμένοις. κϛʹ. Εἰ δέ τινες λέγοιεν περὶ Βασιλείου τοῦ μάκαρος καὶ οἰκουμενικοῦ φωστῆρος, ὡς εἰρηκότος αὐτοῦ· «Μὴ πλάνασθε· Θεὸς οὐ μυκτηρίζεται. Νεκρὸς εἰς θυσίαν οὐκ ἀνάγεται. Ζῶσαν, φησὶ, προσάγαγε τὴν θυσίαν σου. Μὴ δύνασαι ἐκ τῶν τῆς τραπέζης σου λειψάνων τοὺς λαμπροὺς δεξιώσασθαι τοῦ βασιλέως· καὶ γὰρ ὁ ἐκ τοῦ περισσεύματος προσφέρων, ἀπρόσδεκτος. Σὺ δὲ, ἃ μετὰ πᾶσαν τὴν ζωὴν ἐπερίσσευσε, ταῦτα προσφέρεις τῷ εὐεργέτῃ;» ἐρῶμεν· Καλῶς ὁ Μέγας Βασιλεῖος καὶ καλεῖ καὶ διδάσκει· ἀλλ' ἴδε καὶ πρὸς τίνας λέγει· πρὸς πλεονέκτας, πρὸς ἅρπαγας, πρὸς παντελῶς ἀσπόνδους τε καὶ ἀνελεήμονας, ὡς αὐτὸς μαρτυρεῖ, λέγων· «Λιθίνῃ διαλεγόμεθα