1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

5

Οὔτε τῆς βροχῆς τῆς θείας οὐρανόθεν Χεθείσης αὐτοῖς, ἐβλάστασαν καθόλου· Οὐ γὰρ, ὡς ἔφθην εἰπὼν, ἔβαλον σπόρον, Οὔτε λάμψαντος τοῦ τῆς δόξης ἡλίου· Ἐπεπάνθησαν, ὡς ἄκαρποι καθόλου· Τούτους οὐκ ὀνίνησι Χριστὸς εἰς ἅπαν, Οὐ συνήγειρεν, ὡς οἶμαι, πεπτωκότας, Ὡς ἀναξίους παντελῶς σωτηρίας. Οὔτε μὴν ἐπίστευσαν αὐτῷ, δοκεῖ μοι. Ἐπήρωσε γὰρ αὐτῶν τὰς διανοίας Καὶ τοὺς νοεροὺς ὀφθαλμοὺς τῆς καρδίας, Ἡ τοῦ σκότους ἔπαρσις, ὁ πρῶτος δράκων, Οὗ θεραπευταὶ γεγόνασιν ἐκ πρώτης, Ἵνα βλέποντες μὴ βλέπωσιν, ὡς θέμις, Καὶ συνιέντες μὴ συνιῶσιν ὅλως. Οἱ δ' ἄλλοι πάντες οἱ σπόρον ἐσχηκότες, Ἐπεπάνθησαν τοῦ ἡλίου φανέντος, Ἐβλάστησάν τε τῆς βροχῆς γεγονυίας. Ἴδε ποῦ φέρων ὁ λόγος ἀνήγαγεν ἡμᾶς, λῦσαι σὺν Θεῷ καὶ διευκρινῆσαι πρᾶγμα μικροῦ δεῖν κεκαλυμμένον· καὶ τοῦτο οὐκ ἀποφαντικῶς, διὰ τὸ ἀνάξιον, ἀλλὰ συλλογιστικῶς, διὰ τὸ φιλάδελφον. Τούτους ἔσωσεν, ὡς ἔγωγε οἶμαι, ὁ Χριστὸς ἐν τῷ ᾅδῃ. ιδʹ. ∆έδεικται τοίνυν τῇ τοῦ Χριστοῦ συνεργίᾳ, ὅτιπερ γέγονε ἐν τῷ ᾅδῃ ἐξομολόγησις. Ταῦτα δέ φαμεν, οὐχὶ τὴν προφητείαν ἀναιροῦντες· μὴ γένοιτο· ἀλλὰ δεῖξαι βουλόμενοι τὸν ὑπεράγαθον Κύριον ὑπὸ τῆς οἰκείας φιλανθρωπίας νικώμενον· ὥσπερ καὶ τὸ, «Νινευῒ καταστραφήσεται·» καὶ αὕτη οὐ κατέστραπται, ἀλλὰ νενίκηκε τὴν κρίσιν ἡ ἀγαθότης. Καὶ ἐν τῷ Ἐζεκίᾳ, «Τάξαι, φησὶ, περὶ τοῦ οἴκου σου. Ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζώσεις·» καὶ αὐτὸς οὐκ ἀπέθανε. Καὶ ἐν τῷ Ἀχαάβ· «Ἐπάξω, φησὶ, κακά·» καὶ οὐκ ἐπήγαγεν, ἀλλ' εἶπεν· «Εἶδες πῶς κατενύγη Ἀχαάβ; διὸ οὐκ ἐπάξω ἐν ἡμέραις αὐτοῦ κακά.» Ἀλλὰ καὶ πάλιν τὴν ἀπόφασιν ἡ ἀγαθότης ὑπερενίκησεν, ὡς καὶ ἐν ἄλλοις πλείστοις κρίμασι, καὶ εἰς ἀεὶ νικήσει μέχρι τῆς ἐσχάτης ἀνταποδόσεως, ὅταν ἡ λῆξις τῆς πανηγύρεως ἥξει, καὶ βοηθείας οὐκ ἔσται καιρὸς, ἀλλ' ἄνθρωπος, καὶ τὸ φορτίον αὐτοῦ. Νῦν δὲ καιρὸς πραγματείας, καιρὸς συναλλάγματος, καιρὸς κόπου καὶ δρόμου καὶ μόχθου· καὶ μακάριος ὁ μὴ ὀκλάσας, μήτε χαυνωθεὶς τῇ ἐλπίδι· μακαριώτερος δὲ ὁ καὶ ὑπὲρ ἑαυτοῦ καὶ ὑπὲρ τοῦ πλησίον ἀγωνισάμενος. ιεʹ. Τοῦτο γὰρ μᾶλλον τέρπει καὶ κατευφραίνει τὸν φιλοικτίρμονα Κύριον, τὸ σπεύδειν ἕκαστον εἰς τὴν τοῦ πέλας βοήθειαν. Τοῦτο καὶ θέλει ὁ ἐλεήμων, καὶ βούλεται, ἵνα ὑπ' ἀλλήλων οἱ πάντες εὐεργετώμεθα, καὶ ζῶντες, καὶ μετὰ θάνατον. Οὐ γὰρ ἂν ἡμῖν ἀφορμὴν ἐδεδώκει, τοῦ μνήμην ἐπὶ τῆς ἀναιμάκτου θυσίας ποιεῖσθαι τῶν προλαβόντων, καὶ πάλιν τρίτα, καὶ ἔννατα, καὶ τεσσαράκοντα, καὶ ἐτησίους μνήμας καὶ τελετάς· ἅτινα πάσης ἀντιῤῥήσεως ἄνευ ἡ καθολικὴ αὐτοῦ καὶ ἀποστολικὴ Ἐκκλησία, καὶ ὁ ταύτης θεοσύλλεκτος καὶ πανευσεβὴς λαὸς ἀπαρασάλευτα κατέχει καὶ ἀδιάβλητα, εἰ μὴ τοῦτο εὐθὲς ἦν ἐν ὀφθαλμοῖς αὐτοῦ. Πάντως γὰρ εἰ χλεύη τὸ πρᾶγμα ἦν, καὶ ἀκερδὲς καὶ ἀνόνητον, πολλῶν γεγονότων θεοφόρων ἁγίων πατριαρχῶν, Πατέρων, καὶ διδασκάλων, ἐνέσκηψεν ἂν τούτων ἑνὶ καταπαῦσαι τὴν πλάνην· ἀλλ' οὐδεὶς τούτων ἀνατρέψαι τοῦτό ποτε δεδοκίμακε, μᾶλλον μὲν οὖν καὶ κεκύρωκε· καὶ ὁσημέραι τὸ πρᾶγμα ἐπαύξεται καὶ προστίθεται, προσθήκην ἐπὶ προσθήκῃ δεχόμενον. ιϛʹ. ∆έον τοίνυν καὶ ἄλλων ἱστοριῶν ἐπιμνησθῆναι πρὸς τούτους. Γρηγόριος οὖν ὁ ∆ιάλογος, ὁ τῆς πρεσβυτέρας, Ῥώμης ἐπίσκοπος, ἀνὴρ, ὡς ἴσασι πάντες, ἐν ἁγιωσύνῃ καὶ γνώσει ἐξάκουστος, ᾧ, φασὶ, λειτουργοῦντι οὐράνιος συνελειτούργει. καὶ θεῖος ἄγγελος. Οὗτός ποτε ἀνὰ τὴν λίθινον πορείαν ποιούμενος, καὶ στὰς ἐξεπίτηδες, εὐχὴν κραταιὰν πρὸς τὸν φιλόψυχον Κύριον ὑπὲρ συγχωρήσεως ἁμαρτιῶν Τραϊανοῦ τοῦ βασιλέως πεποίηκεν· ὃς παραυτίκα φωνῆς 95.264 θεόθεν ἐνεχθείσης αὐτῷ ἐπακήκοε ταῦτα φησάσης «Τῆς εὐχῆς σου, φησὶν, ἐπήκουσα; καὶ συγγνώμην Τραϊανῷ δίδωμι· σὺ δὲ μηκέτι προσθῇς ὑπὲρ ἀσεβῶν εὐχὰς προσενέγκαι μοι.» Καὶ ὅτι τοῦτο γνήσιον πέλει