1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

10

ἐπειδάν σε κύκλῳ περιστάντες οἱ παρὰ σοῦ ἠδικημένοι καταβοῶσί σου. Ὅπου γὰρ ἂν περιάγῃς τοὺς ὀφθαλμοὺς, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας. Ἔνθεν τοὺς ὀρφανοὺς, ἐκεῖθεν τὰς χήρας· ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπὸ σοῦ πένητας· τοὺς οἰκέτας, οὓς κατέξαινες· τοὺς γείτονας οὓς παρώργιζες,» καὶ τὰ τούτων ἑξῆς. λαʹ. Ὁ δὲ τῆς τοῦ Χριστοῦ δευτέρας παρουσίας ἀκριβέστατος μύστης Ἐφραὶμ ὁ μακάριος, οὕτως διδάσκει. «Τότε, φησὶ, τέκνα τοὺς ἑαυτῶν κατακρινοῦσι γονεῖς, ὡς μὴ τὰ χρηστὰ διαπραξαμένους ἔργα. Καὶ ὅτι βλέπουσι τοὺς γνωρίμους ἐν τῇ ὥρᾳ ἐκείνῃ οἱ ἄθλιοι· καὶ ὁπόταν τινὰς ἐξ αὐτῶν τοῖς δεξιοῖς ἴδωσι καταταχθέντας μέρεσιν, ἀποχωριζόμενοι, θρηνοῦσι τὸ συντακτήριον.» Καὶ αὖθις ὁ τῆς θεολογίας ἐπώνυμος, «Τότε, φησὶ, Καισάριον ὄψομαι, λαμπρὸν, ἔνδοξον, ἀγαλλόμενον, οἷός μοι καὶ κατ' ὄναρ ὤφθης, ἀδελφῶν φίλτατε.» Εἶτα ὁ ἐν βίῳ καὶ λόγῳ περίβλεπτος, καὶ τῆς τοῦ Θεοῦ Ἐκκλη 95.277 σίας θεμέλιος Ἀθανάσιος, τάδε φησὶ περὶ τῶν ἐν Κυρίῳ νεκρῶν· ὅτιπερ «Καὶ τοῦτο ὁ Θεὸς τοῖς σωζομένοις κεχάρισται, τὸ μέχρι τῆς κοινῆς ἀναστάσεως ἀλλήλοις ψυχικῶς συνεῖναι καὶ συνευφραίνεσθαι, ἀπεκδοχὴν ἔχοντας τῶν μελλόντων αὐτοῖς ἀποκληροῦσθαι θείων δωρεῶν· οἱ δ' ἁμαρτωλοὶ, καὶ ταύτης τῆς παραμυθίας ἐστέρηνται. Οὐ γὰρ ἔχουσι τὸ διαγνωστικὸν ἐν ἀλλήλοις. Ἐν ἐκείνῳ δὲ τῷ πανδήμῳ θεάτρῳ, καθὼς αἱ πράξεις ἀνακεκαλυμμέναι πάντων, οὕτω καὶ τὰ πρόσωπα γνώριμα παρὰ πάντων, ἕως οὗ ὁ πάντων ἔσχατος γένηται χωρισμός· καὶ ἀποπεμφθήσεται πᾶς τις, εἰς ὃν ἡτοίμασε τόπον ἑαυτῷ· οἱ μὲν δίκαιοι μετὰ Θεοῦ, καὶ ἀλλήλων· οἱ δ' ἁμαρτωλοὶ, ἐν τοῖς ἐκτόποις, ἢ καὶ μετ' ἀλλήλων· ἀλλ' ὅμως ἀγνώστως. Ἀπεστέρηνται γὰρ, καθὰ προείρηται, καὶ τῆς τοιαύτης παραμυθίας.» λβʹ. Ποία δὲ καὶ ἄρα αἰσχύνη τοῖς κατῃσχυμμένοις γενήσεται, εἰ μὴ κατάδηλοι τοῖς πᾶσιν ὦσι; Τότε γὰρ χαλεπὴ καὶ μεγίστη αἰσχύνη, ὅταν καὶ γνωρίζῃ τις, καὶ γνωρίζηται πάλιν· πᾶς γὰρ αἰσχυνόμενος, τοὺς ἐγνωκότας αὐτὸν αἰσχύνεται· ἐπεὶ τῷ ἐν ἀγνώστοις ἀγνώστῳ, οὐδεμία μικροῦ δεῖν αἰσχύνη καταισχυνομένῳ γενήσεται. Ἀναμφίβολον οὖν τοῦτο καὶ ἀναντίῤῥητον, ὡς ἀριδήλως ἀλλήλους γνωριοῦμεν οἱ πάντες· καὶ τότε ὁ ἔλεγχος πάντων τῶν ἀπρεπῶς βιωσάντων κατ' ὀφθαλμοὺς ἑκάστῳ γενήσεται. λγʹ. Ἀβάλαι τοίνυν τοῖς κατ' ἐμὲ πᾶσι· καὶ οὐαὶ, κατὰ τὸν θεῖον Ἐφραὶμ, τοῖς ἐξ ἀριστερῶν λαχοῦσι. Μακάριοι δὲ καὶ παμμάκαρες, οὓς ὁ ∆εσπότης ἐκ δεξιῶν καθιδρύσει· φωνήν τ' ἀκουτίσειν εὐλογημένην, ἧς ἀξιωθείημεν πάντες ἀκοῦσαι, οἱ φυλάξαντες τὴν ὀρθόδοξον πίστιν, καὶ τῶν ἀγαθῶν ἐμφορηθῆναι πάντων, ὧν τὸ κάλλος ὄμμα βροτῶν οὐκ εἶδεν, οὔτε μὴν ὦτα παράπαν ἠκηκόει, οὔτε καρδία λελόγισται καθόλου. Ἀμήν· γένοιτο, ∆έσποτα ζωοδότα, ταῖς ἐντεύξεσι τῆς πανάγνου Μητρός σου, καὶ τῶν ἀΰλων καὶ σεβαστῶν σου νόων, καὶ πάντων ὁμοῦ, Λόγε, τῶν σῶν ἁγίων, τῶν ἀπ' αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.