1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

θεογνωσία διὰ τὴν τῆς ἁμαρτίας ἐπαγωγήν. "Ἐγένοντο." Εἴτε οἱ ἱερεῖς, εἴτε καὶ οἱ ἄλλως ἡγούμενοι τοῦ λαοῦ, οὐκέτι ἔχοντες τοὺς προσφέροντάς τι αὐτοῖς. Πρὸς δὲ διάνοιαν, τῆς ἁμαρτίας δίκην καύσωνος, τοὺς ἐν τῇ μαθήσει προκόπτειν μέλλοντας ἀποξηρανάσης, οἱ διδασκαλικοὶ τρόποι οὐχ εὑρίσκουσι νομήν. "Καὶ ἐπορεύοντο." Συνελαυνόμενοι, φησὶν, εἰς τὴν αἰχμαλωσίαν· οὐκέτι ἴσχυσαν. Ἢ καὶ οὕτως, ἠσθένησαν, ἀντωπῆσαι καὶ ἀντιστῆναι τῇ ἁμαρτίᾳ μὴ δυνηθέντες. "Ἐμνήσθη Ἱερουσαλήμ." Εἰς ἀνάμνησιν, φησὶν, ἦλθον τῶν πρὸ τῆς ταπεινώσεως αὐτῆς ἡμερῶν, 93.729 τῶν ὅτε ᾤκουν τὴν Ἱερουσαλὴμ, καὶ εἶχον τὰς προσφοράς· ἢ καὶ οὕτως· Εἰς ἀνάμνησιν ἦλθον τῶν οἰκείων ἁμαρτημάτων, δι' ἃ γέγονεν εἰς αἰχμαλωσίαν. "Πάντα τὰ ἐπιθυμήματα." Πρὸς μὲν τὸ ῥητὸν, ὁ ναὸς, αἱ πανηγύρεις, αἱ θυσίαι, αἱ προσφοραὶ, τὰ ἱερὰ σκεύη. Πρὸς δὲ διάνοιαν· Ἀνεμνήσθη, φησὶ, τῶν ἐπιθυμιῶν αὐτῆς, αἷς ἐξακολουθήσασα γέγονεν αἰχμάλωτος. "Ἰδόντες οἱ ἐχθροὶ αὐτῆς ἐγέλασαν." Πεφύκασι γὰρ οἱ δαίμονες μετὰ τὸ καταβαλεῖν τὴν ψυχὴν, τότε καὶ ἐπιγελᾷν αὐτῇ. "Ἁμαρτίαν ἥμαρτεν." Πᾶς μὲν ὁ ἁμαρτάνων δῆλον ὅτι τὴν ἁμαρτίαν ἐργάζεται· ἁμαρτίαν δὲ ἁμαρτάνειν λέγεται, ὁ ἐν γνώσει ἁμαρτάνων. Αἰνίττεται δὲ τοὺς Ἰουδαίους, ὅτι τὸν προκηρυττόμενον, καὶ προσδοκώμενον ὑπ' αὐτῶν Κύριον, παραγεγονότα ἐσταύρωσαν. "Πάντες οἱ δοξάζοντες αὐτήν." Πρὸς μὲν ῥητὸν, ἡ συναγωγὴ αἰχμαλωτισθεῖσα, πρὸς δὲ διάνοιαν, ἡ ἁμαρτίᾳ νοσοῦσα ψυχὴ, τῆς ὀρθῆς στάσεως παρακινηθεῖσα. "Ἐταπείνωσαν αὐτήν." Ἢ οἱ δαίμονες, οἱ πρώην αὐτὴν ἀναπτεροῦντες, ὅτε αὐτοῖς ἔθυεν ἡ συναγωγὴ, οὓς καὶ ὕστερον ἀπεστράφη, ἢ καὶ αἱ τῶν ἁγίων ψυχαὶ, αἱ ἐκ διαθέσεως ἀγαπῶσαι τὴν Ἱερουσαλὴμ, καὶ δοξάζουσαι αὐτὴν εὐπράττουσαν, ἁμαρτάνουσαν δὲ ἀποστρεφόμεναι. "Εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς." ∆ιὰ γὰρ τῆς σφοδρᾶς τιμωρίας ἀνεκαλύφθησαν καὶ ἐφανερώθησαν αἱ ἁμαρτίαι, δι' ἃς καὶ τὰς τιμωρίας ὑπέστη. "Καίγε αὐτὴ στενάζουσα." Ἡ μὲν συναγωγὴ οὐκέτι δουλεύουσα δαίμοσιν· ἡ δὲ τοιαύτη ψυχὴ εἰς συναίσθησιν ἐρχομένη, καὶ στενάζουσα, καὶ τρόπον τινὰ βουλομένη ἀποποδίζειν ἐκ τῶν ἁμαρτημάτων. "Ἀκαθαρσία αὐτῆς πρὸ ποδῶν αὐτῆς." Ἀντὶ τοῦ, μεμολυσμέναι εἰσίν. "Οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς." Εἰ ἐμνήσθη, φησὶν, ὅτι ἐστὶν ἀνταπόδοσις, εἶχεν ἑαυτῆς ταπεινώσειν τὴν ὑπερηφανίαν, ἵνα μὴ πέσῃ ὑπὸ τὴν τιμωρίαν· ὁ μὲν γὰρ ὑπέρογκος ταπεινοῦται, ὁ δὲ ταπεινὸς ὑψοῦται. "Ἴδε, Κύριος." Οἰκειοποιεῖται ὁ ἅγιος ἐκεῖθεν τῶν ἁμαρτανόντων τὰ πλημμελήματα, καὶ τὴν ὑπὲρ αὐτῶν προσάγει δέησιν. "Χεῖρα αὐτοῦ ἐξεπέτασε θλίβων." Πρὸς μὲν τὸ ῥητὸν, πρότερος ὁ Βαβυλώνιος, ὕστερον δὲ καὶ οἱ Ῥωμαῖοι τὰ ἐπιθυμητὰ σκεύη, καὶ ὅσα ἦν ἀξιόλογα ἐν τῇ Ἱερουσαλὴμ εἰλήφασιν. Πρὸς δὲ διάνοιαν, ἐτόλμησε, φησὶν, ἡ κακία, ἐφήπλωσεν ἑαυτὴν κατὰ τῆς ψυχῆς, καὶ ἐπεσκότισεν αὐτῆς τὴν ἐπιθυμητὴν θεογνωσίαν. "Εἶδε γὰρ ἔθνη." Ἐκέλευσεν ὁ Θεὸς Μωαβίτας καὶ Ἀμμανίτας μὴ εἰς ἐκκλησίαν Κυρίου εἰσιέναι· ἐρημωθείσης οὖν τῆς Ἱερουσαλὴμ, εἰσῆλθον καὶ οὗτοι εἰς τὸν ναόν. Πρὸς δὲ διάνοιαν, ἀκάθαρτοί τινες λογισμοὶ εἰς τὸ ἄδυτον τῆς ψυχῆς ἐχώρησαν. 93.732 "Ζητοῦντες ἄρτον." Ἣ τὸν αἰσθητὸν διὰ τὴν πολιορκίαν. ἢ τὸν τρόφιμον τῆς ψυχῆς λόγον. "Ἔδωκαν τὰ ἐπιθυμήματα." Ἐν τῇ πολιορκίᾳ πᾶν εἴ τι ἐκλεκτὸν παρεῖχον εἰς ὠνὴν βρωμάτων, ἵνα κἂν μόνον ζήσωσιν, καὶ θρέψωσι τὴν ἐκλείπουσαν ψυχήν. Ἢ καὶ οὕτως· τὴν ἐπιθυμητὴν θεογνωσίαν προδεδωκότες, ἤθελόν τι ἀκούειν παρὰ τῶν ψευδοπροφητῶν, ἐφ' ᾧ τὴν ἑαυτῶν ἀθυμίαν ἀνακτᾶσθαι. "Οἱ πρὸς ὑμᾶς πάντες." Ἑστώσης τῆς Ἰερουσαλὴμ, διὰ μέσης ἐβάδιζον οἱ ὁδοιπόροι πολλάκις, καὶ διαναπαυόμενοι ἐν αὐτῇ. Κατασκαφείσης οὖν αὐτῆς, ἔξωθεν αὐτῆς παρήρχοντο. Φησὶν οὖν, ὅτι Ὁδῖται οἱ ἔξωθέν με παρατρέχοντες, πρὸς ὑμᾶς μοι ὁ λόγος· συμπαθήσατέ μοι ἐπὶ τῷ τηλικούτῳ τραύματι. Πρὸς δὲ διάνοιάν φησιν· Οἱ μὴ τὴν εὐθεῖαν καὶ ἔννομον βαδίζοντες ὁδὸν, τὸ ἐμὸν ἄλγημα θεωροῦντες, ἐπιστρέψατε εἰς θεογνωσίαν. "Φθεγξάμενος ἐν ἐμοί." Ἀπειλήσας ἐλεγμῷ ἀληθείας· καὶ ὅτε δὲ τῇ