1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

ἀκάθαρτοι δαίμονες, οἵτινες καὶ ἐρασταὶ αὐτῆς λέγονται. Καὶ γὰρ ἐχθροὶ ὄντες, ἐρᾷν προσποιοῦνται· οἵτινες μετὰ τὸ ποιῆσαι ἁμαρτάνειν καὶ ἐπιχειροῦσι τῇ αὐτῆς πτώσει. "Ἐπήγαγες ἡμέραν." Τὴν τῆς κολάσεως. "Οἴμοι, οἴμοι." Ὁ διπλασιασμὸς τὸ ἐπιτεταμένον τῆς ὀδύνης σημαίνει. "Εἰσέλθοι πᾶσα." Γένοιτο, φησὶν, ἡ ἐξέτασις τῶν ἀμυνομένων με κακὰ [ἴσ. κατὰ] τὴν ἀλήθειάν σου· τὸ γὰρ πρόσωπον τοῦ Θεοῦ ἡ ἀλήθεια. "Ἐπιφύλλισσον αὐτοῖς." Ἐπιφυλλίδες εἰσὶ τὰ μικρὰ βοτρύδια, ἃ πολλάκις καὶ τοὺς τρυγῶντας λανθάνουσιν. Οἱ γοῦν καλαμώμενοι ταῦτα ἐκλέγονται, ἀκριβῶς τὰς ἀμπέλους ἐξετάζοντες. Ὥσπερ οὖν πικρῶς ἐπέθεντό μοι οἱ δαίμονες· ἢ καὶ ὥσπερ ἀκριβῶς ἐξετασθῆναι πεποιήκασι τὰ ἁμαρτήματά μου οἱ ψευδοδιδάσκαλοι καὶ ψευδοπροφῆται ἀπατήσαντές με, οὕτως ἀκριβῶς ἔτασον αὐτοὺς κατὰ τὸ σὸν κρίμα, Κύριε. {1ΚΕΦ. Βʹ.}1 "Πῶς ἐγνόφωσεν." Πῶς, ὥσπερ τινὶ γνόφῳ, τῇ τῶν ἐχθρῶν ἐφόδῳ παραδέδωκεν. "Κατέῤῥιψεν ἐξ οὐρανοῦ εἰς γῆν." Τὴν οὐρανοπρεπῆ, φησὶν, εὐπρέπειαν τῆς Ἱερουσαλὴμ εἰς ἀτιμίαν μετέστησεν, ἀπωσάμενος αὐτὴν ἐκ τῆς ἑαυτοῦ διηνεκοῦς ἐπισκέψεως. "Καὶ οὐκ ἐμνήσθη." Ὑποπόδιόν φησι Θεοῦ τὸν ναὸν, ὡς φθανούσης εἰς αὐτὸν ἐκ τοῦ οὐρανοῦ τῆς θείας ἐπιφοιτήσεως, ἢ καὶ τὸν Ἰσραηλιτικὸν λαὸν, τὸν ἠξιωμένον τῆς γνώσεως τοῦ Θεοῦ. Θρόνος μὲν γὰρ Θεοῦ καλεῖται ὁ οὐρανὸς, ὡς τοῖς ἐκεῖ καθαρωτάτοις λογικοῖς ἐπαναπαυομένου τοῦ Θεοῦ. Ὑποπόδιον δὲ αὐτοῦ ἡ γῆ, ὡς καὶ εἰς ἡμᾶς φθανούσης κατὰ τὴν ἐπιβάλλουσαν ἡμῖν ἀναλογίαν τῆς αὐτοῦ γνώσεως. "Πάντα τὰ ὡραῖα." Πρὸς μὲν τὸ ῥητὸν, τὴν νομικὴν πᾶσαν λατρείαν· πρὸς δὲ διάνοιαν, τοὺς τῆς εὐσεβείας τρόπους. "Καθεῖλεν." Καθαίρεσίν φησιν τὴν ἐκ θεμελίων κίνησιν. "Τὰ ὀχυρώματα." Πρὸς μὲν ῥητὸν, τὸν ναὸν, ἢ καὶ τοὺς ἐν αὐτῇ δυνατούς· πρὸς δὲ διάνοιαν, τὰς ἀκαταμαχήτους ἀρετὰς τοῖς γηΐνοις ἀπέῤῥιψεν. "Ἐβεβήλωσεν βασιλέα αὐτῆς." Πρὸς μὲν ῥητὸν, τοὺς ἐν αὐτῇ δυνατούς· πρὸς δὲ διάνοιαν, ἀκαθάρτους, φησὶν, ἀπέδειξε τοὺς κατ' ἐξοχὴν αὐτῆς τρόπους. "Πᾶν κέρας." Καθ' ἱστορίαν μὲν, πάσας τὰς φυλὰς, ἢ πάντας τοὺς δυνατούς· πρὸς δὲ θεωρίαν, πάντα ἐπινίκιον τῆς ψυχῆς τρόπον. "Ἀπέστρεψεν." Ἢ αὐτοῦ τοῦ Ἰσραὴλ τὰς δεξιὰς πράξεις εἰς τὸ ἧττον ἀπέστρεψεν, τουτέστιν εἰς τὰ ἀριστερά· ὀπίσω γὰρ τῶν δεξιῶν τὰ ἀριστερά· ἢ ὁ Θεὸς τὴν αὐτοῦ δύναμιν ἐπέσχεν, καὶ οὐκ ἐπήμυνεν αὐτοῖς πολεμουμένοις ὑπὸ τῶν ἐχθρῶν. "Καὶ ἀνῆψεν." Τὴν διὰ Ῥωμαίων ἅλωσιν. Ἡ ὀργὴ οὖν τοῦ Θεοῦ ὡς πῦρ ἀνῆψεν κατὰ τοῦ Ἰακὼβ τὴν ἐταστικὴν αὐτῆς δύναμιν. 93.737 "Ἐνέτεινε τόξον αὐτοῦ." Τὴν παντελῆ ἀποστροφὴν τοῦ Θεοῦ λέγει· ἧς γινομένης καιρίαι παρὰ τῶν ἐχθρῶν ἐπιφέρονται πληγαί. "Καὶ ἀπέκτεινεν." Πρὸς μὲν ῥητὸν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγατέρας, καὶ εἴ τι παρ' αὐτοῖς ζῶον τίμιον· πρὸς δὲ διάνοιαν, τὰς κρείττονας τῆς ψυχῆς ὀρέξεις. Τοῦτο γὰρ ποιεῖ ἡ ἀποστροφὴ τοῦ Θεοῦ. Ἡ γὰρ ἐπίσκεψις αὐτοῦ ζωὴ τυγχάνει. "Σκηνῇ θυγατρὸς Σιών." Καθ' ἱστορίαν μὲν, ἐν τῷ ναῷ ᾧ ἐφονεύθησαν· πρὸς δὲ διάνοιαν, ἐν ταῖς τῆς ψυχῆς ἀναπαύσεσιν. "Ἐγενήθη Κύριος." Αὐτῶν ἑαυτοὺς καταστησάντων ἐχθροὺς τοῦ Θεοῦ διὰ τῶν εἰς αὐτὸν παρανομιῶν· Θεὸς γὰρ οὐ μισεῖ. "∆ιέφθειρε τά." Πρὸς μὲν ῥητὸν, τὰ τείχη, καὶ τὸν ναὸν, καὶ τὰς οἰκίας φησί· πρὸς δὲ διάνοιαν, τοὺς περιφράττοντας τὴν ψυχὴν ἀγαθοὺς λογισμούς. [Καὶ ἄλλως·] Ὅτι οὐκέτι παρὰ Ἰουδαίοις μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν οὐ προφήτης, οὐκ ἀποκάλυψις, οὐκ ἔννομος ἱερουργία. "Ταπεινούμενα." Μετὰ τὴν ἱστορίαν, τοὺς ὑπὸ τῆς ἁμαρτίας ἁλισκομένους φησίν. "Καὶ διεπέτασεν ὡς ἄμπελον." Ἢ τοῦτό φησι, ὅτι τὴν πρώην ὡς ἄμπελον ἐκταθεῖσαν Συναγωγὴν παρέδωκε τοῖς ἐχθροῖς· ἢ οὕτως, ὅτι αὐτὴν ἥπλωσεν τοῖς διαρπάζουσιν ὡς ἄμπελον ἀσκέπαστον. "∆ιέφθειρεν ἑορτὴν αὐτοῦ." Τῆς μὲν Ἱερουσαλὴμ τὰς νομικὰς ἑορτάς· τῆς δὲ ψυχῆς τὴν ἐπὶ τῷ κρείττονι χαρμονήν. "Ἐπελάθετο Κύριος." Κατεφρόνησε, φησὶ, καὶ τῆς ἑαυτοῦ νομοθεσίας, τῆς παρακελευομένης ἑορτάζειν καὶ σαββατίζειν. "Καὶ παρώξυνεν." Ἐπιπλέον ἐκθλίβεσθαι αὐτοὺς συνεχώρησεν, ἢ αὐτὸς παροξυνόμενος, ἢ καὶ αὐτὸς παροξύνων ἐπὶ τῇ τῶν ἐχθρῶν εὐθηνίᾳ. "Ἀπώσατο