1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

Συναγωγῇ· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. "Ἐξ ὕψους αὐτοῦ ἀπέστειλε πῦρ." Κατὰ τὸ ὕψος αὐτοῦ, φησὶν, οὕτως ἐξηκρίβωσε τὴν κατ' ἐμοῦ τιμωρίαν· δηλοῖ δὲ καὶ μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου τὴν ἐπενεχθεῖσαν τῇ Ἱερουσαλὴμ κόλασιν διὰ τοῦ Ῥωμαϊκοῦ πολέμου. "Ἐν τοῖς ὀστέοις μου." Ἐφικνεῖται γὰρ ἕως ἁρμῶν τε καὶ μυελῶν, ἐνθυμήσεων τε καὶ ἐννοιῶν. "∆ιεπέτασε." Τὴν ἄφυκτον τιμωρίαν. "Ἀπέστρεψέ με." Ἐκ τῶν ἀγαθῶν ἐπὶ τὰ χείρονα. "Ἔδωκέ με Κύριος." Ἀντὶ τοῦ, ἔδειξέ με ἔρημον. "Ὅλην τὴν ἡμέραν." ∆ιηνεκῶς κολαζομένην. "Ἐγρηγορήθη." Οὐδὲν, φησὶ, ἐσιωπήθη τῶν ἐμῶν ἁμαρτημάτων. "Ἐν χερσί μου." Ἃ διὰ τῶν πράξεων ἔσπειρα, ταῦτα καὶ ἐθέρισα. ∆ιὰ τὸ ἕκαστον τὸ ἴδιον φορτίον βαστάζειν. "Ἠσθένησε ἡ ἰσχύς μου." Οὐκ ἠδυνήθην ἀντιπρᾶξαι τοῖς ἐναντίοις. Ἢ καὶ οὕτως· Ἰσχὺς τῆς συναγωγῆς ὁ νόμος, οὐ δυνηθεὶς αὐτῇ ἐπαμῦναι. "Ὅτι ἔδωκε Κύριος." Ἀντὶ τοῦ, ἔδειξέν με ὀδύνης ἄξια διαπραξαμένην. "Οὐ δυνήσομαι." Ἐσαλεύθη στάσις μου, τουτέστι στηριγμός μου. "Ἐξῆρε πάντας." Πρὸς μὲν ῥητὸν, τοὺς ἄρχοντας καὶ τοὺς νομοδιδασκάλους· πρὸς δὲ διάνοιαν, τοὺς τρόπους τῆς προθέσεως, οὓς ἐξαφανίζει ἀντικαθισταμένη, καὶ ἐπικρατοῦσα ἡ ἁμαρτία. "Ἐκάλεσεν ἐπ' ἐμέ." Καιρόν φησι τὸν τοῦ σκότους. Ἐκλείποντος γὰρ τοῦ νοητοῦ φωτὸς, τὸ σκότος ἀντεισέρχεται. "Τοῦ συντρίψαι." Ὥστε ἀφανισθῆναί μου πάντα τρόπον ἀγαθόν. "Ληνὸν ἐπάτησε." Ἀντὶ τοῦ. Πάντα μου τὰ 93.733 ἁμαρτήματα συνήγαγεν εἰς ἓν, ἅτινα πατήσας ἐποίησεν οἶνον· περὶ οὗ φησιν ὁ Ψαλμῳδὸς, ὅτι Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου, τουτέστιν ὀργῆς. Ἐξεταζόμενα γὰρ τὰ ἁμαρτήματα, καὶ ὥσπερ ἐκθλιβόμενα, θείαν ὀργὴν ἀποστάζουσιν, ἣν ποτίζονται οἱ ἁμαρτάνοντες. "Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ." Τὸ διανοητικὸν τῆς ψυχῆς τρόπον τινὰ δακρύει, καὶ ἐπιστενάζει τοῖς ἁμαρτήμασιν. "Ὁ ἐπιστρέφων ψυχήν μου." Πρὸς μὲν τὸ ῥητὸν, ὅτι μέχρι νῦν Ἰουδαῖοι ταλαιπωροῦσι, πρὸς δὲ διάνοιαν, ὁ τρόπος τῆς μνήμης τοῦ Θεοῦ, ὁ ἐπιστρέφων τὴν ψυχὴν ἐκ θανάτου εἰς ζωήν. "Ἐγένοντο οἱ υἱοί μου." Αἱ διάφοροι πράξεις τοῦ ἐχθροῦ ἡμῶν διαβόλου ἐπικρατεστέρου γινομένου. "∆ιεπέτασε Σιών." Ὑπὸ ἐκπλήξεως παρειμένας ἔσχε τὰς χεῖρας, πάσας ἀγαθὰς ῥίψασα πράξεις. "Οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν." Οὐ νόμος, οὐ προφήτης. "Ἐνετείλατο Κύριος." Παρήγγειλε, φησὶ, Κύριος. Ὅτι κύκλῳ εἰσὶν οἱ θλίβοντές σε, νῆψον· ὁ δὲ εἰς ῥᾳθυμίαν ἐξέκλινεν. Ἢ οὕτως· Ἐντολὴ Κυρίου φησίν· Ἰδοὺ τέθεικα πρὸ προσώπου ὑμῶν τὴν ζωὴν, καὶ τὸν θάνατον. Ἐπειδὴ τοίνυν ἀνθείλετο τῆς ζωῆς τὸν θάνατον ὁ Ἰακὼβ, ἐγένοντο κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν. "Εἰς ἀποκαθημένην." Ἀντὶ τοῦ· Ὑπὲρ τοὺς ἐχθροὺς, ὧν ἐν μέσῳ τυγχάνει, βδελυκτὴ γέγονεν. Καὶ οὕτως μετὰ τὴν αἰχμαλωσίαν ἔμεινεν ἐν τῇ ἰδίᾳ ἀκαθαρσίᾳ, μὴ μετανοοῦσα. "Ἐκάλεσα γὰρ τοὺς ἐραστάς μου." Ἐρασταὶ αὐτῆς ψευδοπροφῆται, καὶ τερατοσκόποι, καὶ οἱ ἀκάθαρτοι δαίμονες. Ἐρασταὶ δὲ αὐτῆς καλοῦνται, ἢ ὅτι αὐτὴ ἐρᾷ τῆς αὐτῶν ἀπάτης, ἢ ὅτι αὐτοὶ προσποιούμενοι φιλεῖν αὐτὴν, τῆς θείας ὀργῆς ἐγένοντο πρόξενοι, οὐδὲν αὐτῇ δυνηθέντες ἐπαμῦναι. Τοῦτο γὰρ σημαίνει τὸ, Παρελογίσαντό με. "Οἱ ἱερεῖς μου." Ταῦτα μὲν ἐν τῇ πολιορκίᾳ συνέβη. Πρὸς δὲ διάνοιαν, οἱ διδάσκαλοι, οἱ ἀνάξιοι τοῦ λόγου τοῦ Θεοῦ κριθέντες, οἱ τῆς τῶν λαῶν σωτηρίας μὴ πιστοὶ οἰκονόμοι γενόμενοι, οὐχ εὗρον τοὺς διδασκομένους, οἵτινές εἰσιν αὐτῶν βρῶσις, τοῦ λαοῦ συνολισθήσαντος τῇ τῶν διδασκάλων ἀσεβείᾳ. "Ἡ κοιλία μου." Ἀντὶ τοῦ, πάντα τὰ ἐντός μου. Κοιλία δὲ καὶ καρδία, κατὰ τοὺς τροπῆς νόμους, αἱ ἀναδοτικαὶ καὶ ζωτικαὶ τῆς ψυχῆς δυνάμεις, δι' ὧν αὐτῆς τρέφεται καὶ γυμνάζεται τὰ αἰσθητήρια. "Ἔξωθεν ἠτέκνωσέ με μάχαιρα." Πρὸς μὲν ἱστορίαν, τοὺς ἐκ τῆς πολιορκίας ἐξιόντας ἀνῄρουν οἱ Ῥωμαῖοι· πρὸς δὲ διάνοιαν, Ἡ τῶν ἀοράτων ἐχθρῶν, φησὶν, ἔφοδος ἔξωθεν, τουτέστιν οὐ συμφυὴς ἡμῖν οὖσα, ἀνεῖλέ μου τοὺς ἀγαθοὺς λογισμούς· ὥσπερ ἔνδοθεν ἡ τῆς προαιρέσεως ἡμῶν ἐπὶ τὸ χεῖρον ὁρμή· τοῦτο γὰρ δηλοῖ θάνατος ἐν οἴκῳ. 93.736 "Πάντες οἱ ἐχθροί μου." Ἐχθροὶ τῆς ψυχῆς οἱ