1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

Ἰουδαίων λαὸς, παντοίαιςχρώμενος κατὰ τοῦ Κυρίου λοιδορίαις καὶ συκοφαντίαις· καὶ ὁ διάβολος δὲ ὑποχείριον λαβὼν τὴν ψυχήν. "Εἰσήγαγεν ἐν τοῖς νεφροῖς μου." Κατὰ μὲν τοῦ Κυρίου, τὰς εἰς θάνατον ἐξαιτηθεὶς [ἐξαιτήσεις], κατὰ δὲ τῆς ψυχῆς ὁ διάβολος, τὰς κατὰ τῆς ψυχῆς θανατηφόρους συμβουλάς. "Ἐγενήθη γέλως." Ὁ μὲν Κύριος, τῷ τῶν ἀπίστων· ἡ δὲ ψυχὴ τοῖς τῶν δαιμόνων πλήθεσιν. "Ψαλμὸς αὐτῶν." Ἀντὶ τοῦ, εὐφροσύνη, χαρά. "Ἐχόρτασέ με." Καὶ γὰρ χολὴν αὐτὸν ἐν τῷ σταυρῷ ἐπότισαν· πικρία δὲ καὶ τῆς ψυχῆς ἡ ἁμαρτία. "Καὶ ἐξέβαλε ψήφῳ." Ὁ μὲν Κύριος, φησὶν, διὰ τὸ μηδὲν Πιλάτῳ ἀποκρίνασθαι. Ἡ δὲ ψυχὴ λέγει, ὅτι Ὁ διάβολος τῇ πανουργίᾳ τῇ τῆς ἁμαρτίας τὰ αἰσθητήριά μου ἐξημαύρωσεν. "Καὶ ἀπώσατο." Ὁ μὲν Ἰουδαίων λαὸς, μὴ θελήσας εἰρηνεῦσαι πρὸς τὸν ἑαυτοῦ Σωτῆρα· ὁ δὲ διάβολος, ἐκ τῆς εἰρήνης τοῦ Θεοῦ τὴν ψυχὴν ἀποστήσας. "Καὶ εἶπα, Ἀπώλετο." Ταῦτα ὁ Σωτὴρ περὶ τοῦ Ἰουδαίων λαοῦ φησὶν, ὃς πρότερον κληρονομία αὐτοῦ ἦν, καὶ ἐλπὶς καυχήματος. Φησὶν δὲ καὶ ἡ ψυχὴ, ὅτι Πληθυνθεισῶν μου τῶν ἁμαρτιῶν ὑπενόησα τὴν ἀνάκλησίν μου μὴ εἶναι. "Ἐμνήσθην." Ὁ Σωτήρ φησιν, ὅτι Μνησθεὶς τῆς ἑκουσίου κενώσεώς μου, καὶ τῶν παθῶν, ὧν ὑπέμεινα, καὶ ταῦτα ἔχων, καὶ φυλάττων ἐν ἐμαυτῷ, ὑπομένω, ἵνα τῇ μακροθυμίᾳ καὶ τοὺς Ἰουδαίους κερδήσω. Ἐκ δὲ τοῦ προσώπου τοῦ ἁμαρτήσαντος οὕτω νοήσεις· Πτωχείας, τῆς τροπῆς· μετὰ γὰρ τὴν τροπὴν διωγμοῖς ἁμαρτίας παραδίδοται ἡ ψυχή. "Πικρίας μου." Τῶν συμβάντων μοι ἐν τῇ χώρᾳ τῆς ἁμαρτίας. "Καὶ καταδολεσχήσει ἐπ' ἐμὲ ἡ ψυχή μου." Ταῦτα ἐν ἑαυτῇ μελετῶσα καταγνώσεται ἑαυτῆς. "Ταύτην τάξω." Τὴν μνήμην, φησὶ, τῆς καταγνώσεως ἐναποθήσομαι τῇ ἐμαυτοῦ καρδίᾳ. "∆ιὰ τοῦτο ὑπομενῶ." Ὁ γὰρ εἰδὼς, ὅτι ἐκ προαιρέσεως ἥμαρτεν, ὑπομένει τοῦ Θεοῦ τὴν παιδείαν, καὶ τὸν ἐξ αὐτοῦ ἔλεον. "Καὶ ὑπομενεῖ." Βεβαίως, φησὶν, ἐλπίσει εἰς τὴν τοῦ Χριστοῦ καὶ Σωτῆρος βοήθειαν. Καὶ αὐτὸς γάρ ἐστι τὸ σωτήριον τοῦ Κυρίου κατὰ τὸν Συμεὼν λέγοντα· Ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. "Καθήσεται κατὰ μόνας." Τὸ τῶν νεωτερικῶν πράξεων παιδευτήριον. "Καθήσεται." Ἐμμένει τῇ ἀληθείᾳ· αὕτη γὰρ 93.748 μόνη ἐστὶν, ἡ δὲ ἁμαρτία πολλὴ, καὶ πολυμερής. "Καὶ σιωπήσεται." Ἀντὶ τοῦ, καταπαύσει τὸν τοιοῦτον τρόπον. "Ὅτι ἦρεν." Τὸν ζυγὸν δηλονότι. "∆ώσει τῷ παίοντι." Κατὰ τὸν εἰρηκότα· Ἐάν τις ῥαπίσῃ εἰς τὴν δεξιὰν, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Πρὸς δὲ διάνοιαν, τῷ κατὰ Θεοῦ ἐλεγμῷ. "Χορτασθήσεται." Ἐν τῷ αἰῶνι τούτῳ, ἵνα μὴ ἐν τῷ μέλλοντι. "Καὶ οὐκ ἀπεκρίθη." Οὐκ αὐτὸς, φησὶν, ἁμαρτῆσαι παρεσκεύασεν τὸν Ἀδὰμ, καὶ τοὺς ἐξ αὐτοῦ· οὐ γὰρ ἁμαρτίαν ὁ Θεὸς ἐνομοθέτησεν, ἀλλὰ προαιρετικῶς τὴν τροπὴν ὑπεμείναμεν. "Τοῦ ταπεινῶσαι." Ὁ λόγος τοῦ ἄνω ἔχεται· ὅτι ὁ Θεὸς ἀπεφήνατο [ἴσ. οὐκ ἀπεφ.] ταπεινωθῆναι ὑπὸ τοὺς πόδας τὸν ἐναντίον [ἴσ. τοῦ ἐναντίου]. Τοὺς δὲ δεσμίους τῆς γῆς, τουτέστιν τοὺς ταῖς σειραῖς τῶν ἑαυτῶν ἁμαρτιῶν δεδεμένους. "Τοῦ ἐκκλῖναι κρίσιν." Τοῦ τρέψαι τὸ κριτικὸν εἰς τὸ ἐναντιοῦσθαι τῷ Ὑψίστῳ. "Καταδικάσαι." Ὁ Θεὸς, φησὶν, οὐ προσέταξεν, ὥστε κατακρίνεσθαι ἐκ τοῦ ἐναντίου ἐν τῷ δικάζεσθαι πρὸς αὐτόν. "Τίς οὕτως εἶπε;" Ὁ τῆς παρακοῆς τρόπος, καὶ ὁ τῆς ἀπάτης σπορεύς. "Ἐκ στόματος." Ἀλλὰ μόνον τὸ ἀγαθόν. "Εἰ γογγύσει ἄνθρωπος." Μηδεὶς, φησὶ, μεμφέσθω ὡς αἴτιον ἁμαρτίας τὸν Θεὸν, διότι προαιρετικῶς ὁ ἄνθρωπος ἁμαρτὼν, δύναται καὶ μετανοῆσαι· καὶ μάταιαι αἱ προφάσεις. "Ἐξηρευνήθη." Ἀλάθητος γὰρ ὁ Κριτής. "Ἐπὶ χειρῶν ἡμῶν." Τουτέστιν, ἐκ τῶν γηΐνων τὰς ψυχὰς ἀνακουφίσαντες, προσενέγκωμεν Θεῷ· ὥσπερ τινὰ προσφορὰν διὰ τῶν πράξεων τὰς ἑαυτῶν ψυχὰς προσενεγκόντες. "Ἡμαρτήσαμεν." Ἐπειδὴ παρεπικράναμεν, οὐχ ἱλάσθης, ἀντὶ τοῦ, ∆ίκαια πεπόνθαμεν. "Ἐπεσκέπασας." Κατεκάλυψας, φησὶν, ὥσπερ τὰ νέφη, τοῦ μὴ διελθεῖν πρὸς σὲ τὴν προσευχήν. "Καμμύσαι με." Ἡ ἀποστροφὴ, φησὶ, τοῦ προσώπου σου ἀπουσίαν φωτός μοι εἰργάσατο, καὶ ὥσπερ τοῖς καμμύουσιν σκότος μοι ἐπεγένετο. "Ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν." Αἰσθητῶν, ἢ νοητῶν, διὰ τὴν ἐξ ἁμαρτιῶν