1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

πολλῶν· τὸ δὲ ἐπιτελέσαι, ὀλίγων. "Οἳ τιθηνούμενοι ἐπὶ κόκκων." Ἢ ἐπὶ τῶν ἀνθηρῶν ἀρετῶν, ἢ ἐπὶ κοκκίνων, τουτέστιν ἐπὶ τῶν τῆς ἀπολυτρώσεως τοῦ αἵματος τοῦ Χριστοῦ τρόπων. "Περιεβάλλοντο." Ἀπωσάμενοι τὸ βασιλικὸν ἔνδυμα, ὃ σημαίνεται διὰ τοῦ κόκκου, ταῖς ἑαυτῶν ἁμαρτίαις συνεφρύγησαν, τὸν ἐσπιλωμένον τῆς σαρκὸς χιτῶνα ἐνδυσάμενοι. "Καὶ ἐμεγαλύνθη." Συγκρίνει τὴν Ἰερουσαλὴμ τοῖς Σοδόμοις, καὶ δείκνυσιν αὐτὴν μείζονα ἡμαρτηκυῖαν διὰ τὴν τοῦ Κυρίου σφαγήν. Καὶ προλέγει τὴν αὐτῆς κατάπτωσιν [ἴσ. καταστροφήν]. "Ὥσπερ σπουδῇ." Καὶ γὰρ ἡ Σοδόμων γῆ ἀπότομον καὶ ὀξεῖαν ἔσχε τὴν καταστροφήν. "Καὶ οὐκ ἐπόνεσαν." Ἀντὶ τοῦ, οὐκ ἀπέκαμον κακοποιοῦντες· καὶ ταῦτα τοῦ Θεοῦ ἀνεξικακοῦντος, [ὃς τὸν ὁμ.] τὸν ὁμοίως ἐκείνοις ἁμαρτάνοντα ὁμοίως [ῃιδετυρ λεγενδ., οὐχ ὁμοίως] τιμωρεῖται. "Ἐκαθαριώθησαν Ναζηραῖοι." Ναζηραῖοι παρὰ τῷ νόμῳ οἱ ἐκ μήτρας ἀφορισθέντες Θεῷ· φησὶν οὖν τοὺς ἀμετόχους κακίας. "Ὑπὲρ γάλα." Ἀντὶ τοῦ, οὐ διεχύθησαν, ἀλλ' ἐπάγησαν ἐν τῇ ἀρετῇ. 93.753 "Ὑπὲρ λίθου." Τίμιος, φησὶν, καὶ ἄφθαρτος ἡ ἐκλογὴ αὐτῶν. "Ἐσκότασεν." Τῶν ἐν ὑποκρίσει τὴν ἀρετὴν ἐχόντων. "Οὐκ ἐπεγνώσθησαν." Ἐβδελύχθησαν ἐν ταῖς πορείαις αὐτῶν. "Ἐπάγη δέρμα." ∆ιὰ τὸ μὴ ἔχειν τὴν ἰκμάδα τοῦ πνεύματος· ταῦτα δὲ συνέβη καὶ τοῖς αἰχμαλώτοις ἐκ τῆς κακοπαθείας. "Ἐξηράνθησαν." Ἐκκοπέντες ἐκ τῆς ζωῆς τοῦ Θεοῦ, καὶ μαρανθέντες. "Καλοὶ ἦσαν." Καλλίονες, φησὶν, ἦσαν οἱ μηδ' ὅλως ἐπεγνωκότες τὴν ὁδὸν τῆς ἀληθείας, ἀλλ' ὑπὸ θάνατον ὄντες, ἢ οἱ ἐπεγνωκότες μὲν, στερηθέντες δὲ τῆς ἀληθοῦς τροφῆς. ἥ ἐστιν ὁ λόγος τῆς ὀρθοδοξίας. "Ἐπορεύθησαν ἐκκεκεντημένοι ἀπὸ γεννημάτων ἀγρῶν." Ἀπὸ πράξεων κοσμικῶν. Ἀγρὸς γὰρ πολλαχοῦ ὁ κόσμος θεωρεῖται. "Χεῖρες γυναικῶν." Πρὸς μὲν ἱστορίαν, μία τούτων ἦν Μαρία τις, ἥτις ὑπὸ τῆς βίας τῶν στασιαστῶν πιεζομένη, ἀεὶ τὸ ποριζόμενον ἁρπαζόντων, καὶ τοῦ λιμοῦ τοῦ ἰδίου τέκνου τὰς σάρκας ἔφαγεν. Πρὸς δὲ θεωρίαν, αἱ τῶν Ἐκκλησιῶν δοκοῦσαι εἶναι χεῖρες, οἱ ψευδοπροφῆται, καὶ ψευδοδιδάσκαλοι, οὓς τῇ πίστει ἐγέννησαν, συνέσχον ἐν πειρασμοῖς, καὶ ἴσως ἀργυρίου χάριν, ἤ τινος ἑτέρου τὰς ψυχὰς αὐτῶν ἐθανάτωσαν. "Ἐγενήθησαν." Οἱ θεοκάπηλοι δι' οἰκεῖον κέρδος κατεσθίειν λέγονται τὰς ψυχὰς τῶν ἀνθρώπων κατὰ τὸ ἐν Ψαλμοῖς· Οἱ κατεσθίοντες, τὸν λαόν μου ἐν βρώσει ἀρτοῦ. "Ἐν τῷ συντρίμματι." ∆ιὰ τὰς πολλὰς ἀμαρτίας ὑπὸ τοιούτοις ἡγουμένοις συγχωρουμένου γενέσθαι τοῦ λαοῦ. "Καὶ κατέφαγε τὰ θεμέλια αὐτῆς." Τὸ ἑδραῖον, τὴν στάσιν τῆς ψυχῆς· ταῦτα δὲ καθ' ἱστορίας συνέβη. "Οὐκ ἐπίστευσαν." Οἱ κατ' ἐξοχὴν ἐν ἀρετῇ, τὸ βασίλειον ἱεράτευμα. "Πάντες οἱ κατοικοῦντες." Ἡ ὑπὸ τοῦ Θεοῦ διὰ παντὸς σκεπομένη πληθύς· ἡ γὰρ ἑτέρα ἔρημος. "Ὅτι εἰσελεύσεται." ∆ιὰ τὸ τὸν Κύριον εἰπεῖν· Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, ὥσπερ οὖν οὐδὲ κατίσχυσαν, εἰ καὶ πρὸς καιρὸν ταράξαι συνεχωρήθησαν. "Ἐξ ἁμαρτιῶν." Τουτέστιν, οὐκ ἐξ ἀσθενείας τοῦ μυστηρίου, ἀλλ' ἐξ ἁμαρτιῶν τῶν αὐτὸ ἐγκεχειρισμένων οἰκονομεῖν. "Τῶν ἐκχεόντων αἷμα." Τῇ μὲν Ἱερουσαλὴμ ταῦτα συνέβη ὑπὸ Ῥωμαίων διὰ τὸ αἷμα τοῦ Χριστοῦ. Καθόλου δέ φησι περὶ τῶν ἀνασταυρούντων τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ παραδειγματιζόντων διὰ τοῦ τὴν ἅπαξ γενομένην λύτρωσιν ἀνατρέπειν διὰ κενοφωνῶν. "Ἐσαλεύθησαν." Ἐπὶ μὲν Χριστοῦ διὰ τὸν φόβον 93.756 τῶν Ἰουδαίων καὶ οἱ ἐν αὐτοῖς εὐσεβεῖς παρεκινήθησαν. Ἐπὶ δὲ τοῦ καθόλου, τοῦ στηριγμοῦ, φησὶ, παρεκινήθησαν οἱ ἰσάγγελοι αὐτῆς ἐν ταῖς πορείαις αὐτῶν. "Ἐμιάνθησαν." Ὁ γὰρ μὴ δυνάμενος τῇ ἁμαρτίᾳ ἀντιστῆναι, μολύνεται ἀπ' αὐτῆς. "Ἥψαντο ἐνδυμάτων." Ὅσοι, φησὶν, εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε· φησὶν οὖν, ὅτι καὶ περὶ αὐτὴν τὴν πίστιν ἐκινδύνευσαν. "Ἀπόστητε." Παραινέσατε ἀλλήλοις ἀποστῆναι ἀπὸ τῶν ἀκαθάρτων. Τὸ γὰρ, Καλέσατε αὐτοὺς, ἀντὶ τοῦ, ἕκαστος τὸν πλησίον νουθετήσατε. "Ὅτι ἀνήφθησαν." Ὅτι ὑποχείριοι τῇ ὀργῇ γεγόνασιν. "Εἴπατε ἐν τοῖς ἔθνεσιν." Εἴπατε, φησὶν, αὐτοῖς· Μὴ προστεθῆτε τοῦ παροικεῖν ἐν τοῖς ἔθνεσιν, ἀντὶ τοῦ, Μὴ συναναμίγνυσθε τοῖς ἀλλοτρίοις.