1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

φονεύειν μελετήσας Σατανᾶς τὰ καίρια τῶν ἀρετῶν, αἵ εἰσιν μυελοὶ, τῇ ὀργῇ ὑπέστρωσεν. "Φονευθήσονται." Ἐὰν, φησὶν, ἀποδείξῃς ἀνῃρημένους τοὺς ἐξιλεοῦσθαί σε καὶ διδάσκειν δυναμένους. φονευθήσονται οἱ τρόφιμοι τῆς Ἐκκλησίας τὸ δὲ ἐν ἁγιάσματι Κυρίου, Ὅτι οἱ μὲν τρόποι [ἴσ. τόποι] τῆς ἁγιωσύνης δοκοῦσιν ἑστάναι, ἡ δὲ δύναμις ἤρνηται. Ταῦτα δὲ μετὰ τὴν ἱστορίαν θεωρήσεις. "Ἐκοιμήθησαν εἰς." Πρὸς μὲν ῥητὸν, οἱ διαναπαύεσθαι ὀφείλοντες, εἰς γῆν ἑαυτοὺς ἐκοιμήθησαν [ἵσ. ἐκοίμισαν]. Πρὸς δὲ διάνοιαν, Ὁ ἄπειρός τε καὶ ἐπιστήμων ἐν τοῖς τῆς ἀποστροφῆς τόποις ἀνεπαύσαντο· τὸ γὰρ ἐξοδεύειν ἐστὶν τὸ ἀποστρέφεσθαι. Ἵνα εἴποι, ἐξελθόντες τῶν τῆς θεοσεβείας ὅρων, τὰ γήϊνα φρονήσαντες. "Παρθένοι μου." Καὶ οἱ ἐν ἀφθαρσίᾳ, καὶ ἀνδρίᾳ βιοῦντες, φησὶν, ὑπεσύρησαν τῇ ἁμαρτίᾳ. "Ἐν ῥομφαίᾳ." Ἐν τῇ τοῦ ἐχθροῦ ἐπιστασίᾳ. "Καὶ ἐν λιμῷ." Ἐν τῇ τοῦ λόγου ἀπουσίᾳ. "Ἐκάλεσας." Πρὸς μὲν ῥητὸν οὕτως φησίν· Οἱ πάσης τῆς περιοικίδος κατέφυγον εἰς ἐμὲ τὴν Ἱερουσαλὴμ ὡς ἰσχυρὰν πόλιν, ὥσπερ ὅτε ἐν πανηγύρει συνέτρεχον. Πρὸς δὲ διάνοιαν ἡ ψυχή φησιν· Ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, παρεσκεύασας τοὺς ἐχθρούς μου ἑορτάζειν. Παροίκους γὰρ τοὺς παροικοῦντας ἡμῖν ἐχθρούς φησιν. "Καὶ οὐκ ἐγένοντο." Εἰ μὴ γάρ τις τελείᾳ ἁμαρτίᾳ περιπέσοι, ἀποτόμῳ ὀργῇ οὐ παραδίδοται. "Ὡς ἐπεκράτησα." Πρὸς μὲν ῥητὸν, Ἐνισχύσασα, φησὶν, ἐν τῇ ἁμαρτίᾳ παρεσκεύασά σε πλῆθος ἐχθρῶν 93.744 ἐπαγαγεῖν μοι. Πρὸς δὲ διάνοιαν· Ἐπετύφθην [ἴσ. ἐπετύφην], καὶ ἐπολυπλασίασα τοὺς ἐχθροὺς τρόπους. {1ΚΕΦ. Γʹ.}1 "Ἐγὼ ἀνὴρ ὁ." Ἐπὶ μὲν τοῦ προσώπου Κυρίου διὰ τὰ μέτρα τῆς κενώσεως. Ἐπὶ δὲ τοῦ προφήτου εὐγνωμόνως ὁμολογεῖ, τὸ πτωχὸν καὶ τρεπτὸν τῆς φύσεως· οὐ γὰρ φύσει τὸ κακὸν, ἀλλὰ τροπῇ. "Τῇ ῥάβδῳ θυμοῦ." Ἐκ μὲν τοῦ προσώπου Κυρίου κατὰ τὸ εἰρημένον· Ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου. Ἐκ δὲ προσώπου τοῦ προφήτου· Ὁ ἐχθρὸς, φησὶ, διάβολος τῇ ῥάβδῳ τοῦ θυμοῦ αὐτοῦ ἐχρήσατό μοι, τῇ τροπῇ τῇ εἰς ἁμαρτίαν· ὅθεν καὶ παραλαβών με, ἀπήγαγέν με εἰς σκότος, καὶ οὐ φῶς. Ταῦτα δὲ προφέρει ἀπὸ κοινοῦ τῆς ἀνθρωπότητος. "Πλὴν ἐν ἐμοί." Οὐ μόνον, φησὶ, ἠρκέσθη ὁ ἐχθρὸς ἀπαγαγεῖν με εἰς σκότος, ἀλλὰ καὶ ἐτιμωρήσατό με. Τὸ δὲ, ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ, πάντα τὸν καιρὸν, ὃν γέγονεν ὑπ' αὐτῷ. "Ἐπαλαίωσε σάρκα μου." Ἐκ μὲν προσώπου τοῦ Κυρίου, τὸ ψεῦδος, φησὶν, ᾠκοδομήθη κατ' ἐμοῦ, πολλὰ γὰρ αὐτοῦ κατεψεύδοντο. Ἐκ δὲ προσώπου τῆς ἀνθρωπείας φύσεως, Οὐ μόνον, φησὶν, ἠρκέσθη ὁ ἐχθρὸς τιμωρήσασθαί με, ἀλλὰ καὶ οὕτω περιῳκοδόμησε κατ' ἐμοῦ, ὡς μὴ δύνασθαί με διαφεύγειν. "Ἐν σκοτεινοῖς." Τοῦτο πρότερος ὁ ∆αβὶδ περὶ τοῦ Κυρίου προκατήγγειλεν διὰ τὸν τάφον. Εἰ δὲ ἀπὸ κοινοῦ τῆς ψυχῆς, λέγεται, ὅτι σκότους αὐτὴν ἐπλήρωσεν, ἀποστερήσας τοῦ νοητοῦ φωτός. "Ἀνῳκοδόμησε." Ἐπὶ μὲν τοῦ Κυρίου, ὅτι ᾤοντο μηκέτι αὐτὸν ἀναστήσεσθαι οἱ ἐμβάλλοντες αὐτὸν τῷ τάφῳ. Ἐπὶ δὲ τῆς ψυχῆς. διὰ τὴν κατ' αὐτῆς γενομένην φρουράν. "Ἐβάρυνε χαλκόν μου." Ἐπὶ μὲν τοῦ Κυρίου, διὰ τὰς σφραγῖδας τὰς βληθείσας ἐν τῷ αὐτοῦ μνήματι· ἐπὶ δὲ τῆς ψυχῆς, διὰ τοὺς κλοιοὺς τῆς ἁμαρτίας, οὓς περιέθηκεν αὐτῇ ὁ ἐχθρός. "Καί γε ὅτι κεκράξομαι." Πληθύνας, φησὶ, τὰ ἐπιτηδεύματα τῶν ἁμαρτιῶν, τὴν πρὸς τὸν Θεὸν δέησιν ἀπέφραξεν. Λέγει δὲ ταῦτα ἡ ψυχὴ, διὰ τὸ καὶ εἰδώλοις προσκυνῆσαι. "Ἀνῳκοδόμησεν." Ἐκ μὲν τῆς Ἐκκλησίας,Ἰουδαίων, φησὶν, λαὸς παντοῖος γέγονεν ἐμποδίσαι τῇ διδασκαλίᾳ τοῦ κηρύγματος· τοῦτον δὲ καὶ λέοντι καὶ ἄρκτῳ εἰκάζει διὰ τὸ θυμιτικόν· καὶ τόγε, φησὶν, ἐφ' ἑαυτῷ, ἔθετό με ἠφανισμένην. Ἐκ δὲ προσώπου τῆς ψυχῆς, Συνέκλεισε, φησὶ, τὰς πορείας μου ὁ ἐχθρός. "Ἐτάραξεν ἄρκτος." Ἄρκτος ἡ ἁμαρτία. Ἐνεδρεύουσα δὲ, ποικίλως ἐπιτιθεμένη καὶ θηριωδῶς. "Αὐτός μοι ὡς λέων." Ὁ ἄρκτος πρὸς φόβον ἧττόν ἐστι τοῦ λέοντος. Προταράττων οὖν τὴν ψυχὴν 93.745 διὰ τῆς ἁμαρτίας ὁ διάβολος, αὐτὸς λοιπὸν τῇ δεινότητι καταπιεῖν ταύτην ἐπιχειρεῖ. Ἐν κρυφίοις δὲ, ἀντὶ τοῦ πανούργοις, πρότερον διὰ τῆς ἁμαρτίας ταράττων. "Κατεδίωξεν." Ἀντὶ τοῦ, κατέστρωσεν. "Ἐνέτεινε τόξον." Ὁ