1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

προδοσίαν. "∆ιήνοιξαν ἐφ' ἡμᾶς." Λοιδοροῦντες, ἢ καταπιεῖν ζητοῦντες. "Φόβος καὶ θάμβος." Ἐκ τῶν ποικίλων ἐπαγωγῶν. "Ἔπαρσις καὶ συντριβή." Ἢ δι' ἔπαρσιν, φησὶν, καὶ ἀλαζωνείαν συνετρίβημεν, ἢ ὅτι ἐπαιρόμενοι καθ' ἡμῶν οἱ ἐχθροὶ συνέτριψαν ἡμᾶς. 93.749 "Ὁ ὀφθαλμός μου κατεπόθη." Περιέλαβεν [ῃιδετυρ δεεσσε ῃοχ, σκότος], φησὶν, τὸ ὁρατικόν μου. Καὶ ὀδύρομαι ζητῶν ἔκνηψιν. "Ὁ ὀφθαλμός μου." Λεπτομερῶς, φησὶν, ἕξει, καὶ διερευνᾶται [ἴσ. βλέψει καὶ διερευνήσεται] τὸ ὁρατικὸν τῆς ψυχῆς τὰ παραπτώματα ὑπὲρ τὰς διὰ τῶν πράξεων θεραπείας· θυγατέρας γὰρ πόλεως, τὰς πράξεις τῆς πολιτείας φησί. "Θηρεύοντες." Κατὰ τυραννίδα, οὐδὲν προαδικηθέντες. "Ἐθανάτωσαν." Οἱ μὲν οὖν Ἰουδαῖοι τὸν ἀρχηγὸν τῆς ζωῆς ἀποτείναντες, οἱ δὲ δαίμονες τὴν ψυχὴν ἐν τῇ καταχθονίῳ αὐτῶν βουλῇ. "Καὶ ἐπέθηκαν." Ἰουδαῖοι μὲν, ἵνα τὸ μνημεῖον σκεπάσωσιν, οἱ δὲ δαίμονες κατὰ τῆς ψυχῆς τὸ τῶν ἁμαρτιῶν βάρος, καταφρονεῖν ἀναπείθοντες τῶν κρειττόνων. "Ὑπερεχύθη ὕδωρ." Κατὰ μὲν τοῦ Κυρίου αἱ διάφοροι θλίψεις, κατὰ δὲ τῆς ψυχῆς, οἱ κλύδωνες τῆς ἁμαρτίας. "Εἶπα· Ἀπῶσμαι." Ὁ μὲν Κύριος διὰ τὸ πάθος ἅνθρωπος γεγονὼς ἀνθρωπίνως φθέγγεται κατὰ τὸ ἐν ψαλμοῖς· Ἐγενήθην ὡσεὶ ἄνθρωπος ἀβοήθητος. Ἡ δὲ τοῦ ἁμαρτωλοῦ ψυχὴ, διὰ τὴν ἁμαρτίαν τοῦτι λέγει. "Ἐπεκαλεσάμην." Ὅθεν με ἔκβαλον. "Μὴ κρύψῃς τὰ ὦτα." Ὅμοιον τό· Κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου. "Εἰς τὴν βοήθειάν μου." Ὁ μὲν Κύριος καὶ Θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς τὴν ἀνάστασιν αὐτοῦ προλέγει· ὁ δὲ μετανοῶν ταῦτά φησιν διὰ τὸ κατὰ φύσιν πανταχοῦ παρεῖναι τὸν Θεόν. "Ἐδίκασας, Κύριε." Ἐκ μὲν προσώπου Χριστοῦ, ὅτι ἀξίας τῶν εἰς αὐτὸν πλημμεληθέντων οἱ Ἰουδαῖοι τὰς δίκας ἔτισαν, παραδοθέντες Ῥωμαίοις. Ἐκ δὲ προσώπου τῶν σωθέντων διὰ Χριστοῦ, διὰ τὴν ἀνάστασιν, ὅτι τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου κατέκρινεν. "Ἐλυτρώσω." Ἐκ μὲν προσώπου Χριστοῦ διὰ τὴν ἀνάστασιν. Ὁ δὲ σωζόμενος, φησὶν, πρὸς αὐτὸν, ὅτι Ἐλυτρώσω με, καταξιώσας τὰ ὀφειλήματά μου διὰ σαυτοῦ ἀποτίσαι. "Ἴδες, Κύριε, τὰς ταραχάς μου." Ἃς ὁ Κύριος ὑπέμεινεν ἐκ τῶν Ἰουδαίων, ἢ καὶ ἃς ἡ ψυχὴ ἐκ τῶν ἀοράτων ἐχθρῶν. "Ἤκουσα." Προφητικῶς ἀναφέρεται τὰ προκείμενα εἰς πρόσωπον Κυρίου περὶ ὧν πέπονθεν ὑπὸ Ἰουδαίων· λέγονται δὲ καὶ ἐκ προσώπου τῆς ψυχῆς ἐντυγχανούσης αὐτῷ τῷ Πατρὶ κατὰ τῶν ἀοράτων ἐχθρῶν. "Καθέδραν αὐτῶν." Ὅτι μέν ποτε ὑποκρίνονται εἰρηνεύειν φυσίωσιν, ἢ καὶ ἀμέλειαν τῇ ψυχῇ ὑποβάλλοντες, ὡς εἰς ἀπάθειαν ἐλθούσῃ, αἰφνίδιον δὲ αὐτῇ ἐπανίστανται. "Ἐπίβλεψον." Ἀντὶ τοῦ, ἐπὶ τὸν σκοπὸν αὐτῶν· ὃ γὰρ ἐὰν ποιήσωσιν, εἰς ἀπώλειαν ψυχῆς ποιοῦσιν. 93.752 "Ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας μου μόχθον." Ἐμοῦ, φησὶν, τῆς καρδίας ὑπερασπίζων, τοῖς ἐχθροῖς ἀποδώσεις μόχθον. Σὺ αὐτὸς καταδιώξεις ἐν ὀργῇ· οὐδενὸς γὰρ ἅλλου τοὺς ἀλιτηρίους δαίμονας καταδιῶξαι καὶ τροπώσασθαι, ἢ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. {1ΚΕΦΑΛ. ∆ʹ.}1 "Χρυσίον." Ἡ εὐαγγελικὴ διδασκαλία. "Ἀλλοιωθήσεται." Ὁ νόμος ὁ Μωσαϊκὸς, ἀγαθὸς δὲ, ὅτι θεόπνευστος μόνος αὐτοῖς, καίτοι πολλῶν ὄντων παρ' ἀνθρώποις νόμων. "Ἐξεχύθησαν λίθοι." Χυδαῖοι ἐγένοντο ἕκαστος ἐπὶ τῇ προθέσει τῆς πολιτείας τῇ προκειμένῃ. Καταβοὴν δὲ ἔχει ὁ λόγος, καὶ κατὰ τῶν ταῦτα ἐνεργούντων δαιμόνων. "Οἱ ἐπηρμένοι ἐν χρυσίῳ." Ἐξ εἰκόνος τῶν σταθμιζομένων ἐν ζυγῷ τὸν λόγον εἴληφεν. Οἱ ἀντισταθμιζόμενοι, φησίν. Τοῦτο γὰρ δηλοῖ τὸ, ἐπηρμένοι τῷ χρυσῷ, τουτέστι παντὶ τιμίῳ· πῶς ἐγένοντο σκεύη εὔθρυπτα, ὑπὸ τῆς προσβολῆς τῆς ἁμαρτίας συντριβόμενα; ἢ ἀπὸ τοῦ μὴ ἐμμένειν, τοῖς κρείττοσι δηλονότι. "Μαστούς." Τὰ ἰοβόλα δόγματα, ἢ παρεξηγήματα. "Σκύμνοι αὐτῶν." Τοὺς αὐτοῖς πειθομένους. "Θυγατέρας λαοῦ μου." Αἱ τὰ φθοροποιὰ αὐτῶν μαθήματα παραδεξάμεναι ψυχαί. Ὑπὸ ἀβοηθησίας ἀγρευθεῖσαι. "Οἱ ἐσθίοντες τὰς τρυφάς." Τὰς ἐκ τοῦ λόγου καὶ τῆς διδασκαλίας τῆς πνευματικῆς. "Ἠφανίσθησαν." Ἠλλοιώθησαν ἐν ταῖς προθέσεσιν. Ἢ καὶ οὕτως· Ἐναρξάμενοι πνευματικῶς, σαρκὶ ἐπιτελοῦνται. Τὸ μὲν γὰρ ἀρετῆς ἄρξασθαι,