1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

10

"Πρόσωπον Κυρίου." Αὕτη ἡ μερὶς, καὶ ὁ κλῆρος τῶν ἀξίων τοῦ Θεοῦ, τὸ παρίστασθαι διηνεκῶς ἐνώπιον αὐτοῦ. Οὐκ ἐπιβλέπει οὖν τοῖς μὴ ἄξια τῆς θεωρίας αὐτοῦ φρονοῦσιν, ἢ καὶ διαπραττομένοις. "Πρόσωπον ἱερέων." Ἀντὶ τοῦ, οὐκ ᾐδέσθησαν. "Πρεσβύτας οὐκ ἠλέησαν." Τοὺς πεπαλαιωμένους ἐν ἀρετῇ οὐκ ἠλέησαν, ἀλλὰ καὶ αὐτοὺς παρέτρεψαν οἱ αἱρεσιάρχαι, καὶ τῶν Ἰουδαίων καθηγηταί. "Ἐξέλιπον οἱ ὀφθαλμοὶ ἡμῶν." Πρὸς μὲν ῥητὸν οἱ ἐν τῇ πολιορκίᾳ φασὶν, ὅτι Ζώντων ἡμῶν ὑπὸ τοῦ λιμοῦ οἱ ὀφθαλμοὶ ἡμῶν ἐδαπανήθησαν. Πρὸς δὲ διάνοιαν· Καίτοιγε, φησὶν, ζωῆς πειραθέντες, ὑπὸ σκότους συνεχύθημεν. Φασὶ δὲ ταῦτα οἱ μετὰ τὴν γνῶσιν ὑπὸ τὴν ἁμαρτίαν γεγονότες. "Εἰς τὴν βοήθειαν." Οἱ μὲν ἐν τῇ πολιορκίᾳ, ὅτι ματαίως ἤλπισαν ἀντισχεῖν πρὸς Ῥωμαίους· οἱ δὲ τῇ ἁμαρτίᾳ, ὅτι καταλιπόντες, φησὶν, τὴν πεποίθησιν τοῦ Θεοῦ, εἰς τὴν ἑαυτῶν βοήθειαν ματαίως ἐσκόπησαν. "Ἀπεσκοπεύσαμεν." Εἰς τὴν ἀνθρωπίνην βοήθειαν ἀποβλέψαντες ἐφρυαξάμεθα. "Ἐθηρεύσαμεν." Πρὸς μὲν ἱστορίαν, ὅτι ἐν τῇ πολιορκίᾳ οὐ συνεχώρουν τὰ βρέφη ἐξιέναι εἰς τὰς ἀγοράς· πρὸς δὲ διάνοιαν, Λεπτὰ, φησὶ, τῶν λογισμῶν ἡμῶν ἐστερήσαμεν τοῦ μὴ ὁρμαῖς τῶν ἡδονῶν ταῖς πλατείαις ἄγεσθαι· δῆλον οὖν, ὅτι κἂν παντοίως ἑαυτοὺς τηρήσωμεν, καὶ μὴ εἰς Θεὸν ἐλπίσωμεν, αἰχμάλωτοι ἀγόμεθα. "Ἤγγικεν ὁ καιρός." Ἐκ τῶν ἁγίων ὁ λόγος, οἰκειουμένων τὰ τῶν δι' ἁμαρτίας πασχόντων. "Οἱ διώκοντες ἡμᾶς." Πρὸς μὲν ἱστορίαν, Βαβυλώνιοι καὶ Ῥωμαῖοι· πρὸς δὲ διάνοιαν, δαίμονες· Οὐ γὰρ ἐστὶν ἡμῖν ἡ πάλη πρὸς αἶμα καὶ σάρκα. 93.757 "Ἐπὶ τῶν ὀρέων." Πρὸς μὲν ῥητὸν, ὅτι καὶ τοὺς ἐν τοῖς ὄρεσι φεύγοντας καταλαμβάνοντες οἱ πολέμιοι ἔφθειρον· πρὸς δὲ διάνοιαν, Ἐπὶ τῶν ὑπερόγκων, φησὶ, πράξεων ἐξεκαύθησαν. "Ἐν ἐρήμῳ." Ἐν ἀπανθρώποις τρόποις. "Πνεῦμα προσώπου." Ἀντὶ τοῦ, Αὐτὸς ἡ ζωὴ ἡμῶν· αὐτὸς ἡ ψυχὴ ἡμῶν." "Συνελήφθη." ∆ιὰ γὰρ τὰς ἁμαρτίας ἡμῶν παρεδόθη. "Οὗ εἴπαμεν." Ὧ ὡμολογήσαμεν, ὡς ὑπ' αὐτοῦ σκεπόμενοι φυλαχθησόμεθα ἀπὸ τῶν ἐναντίων. "Χαῖρε καὶ εὐφραίνου." Ἡ Ἰδουμαία ἀεὶ ἐπὶ τῇ παλαιότητι τῆς ἁμαρτίας λαμβάνεται. "Καίγε ἐπὶ σὲ διελεύσεται τὸ ποτήριον Κυρίου." Σημαίνει τῇ παλαιότητι τῆς ἁμαρτίας ὁ προφήτης ποτήριον, τὴν διὰ τοῦ σταυροῦ ἀναίρεσιν. Ὥστε κατὰ τὴν μέθην, καὶ πτῶσιν, καὶ περισσῶς ἐκτείνεσθαι αὐτῆς εἰσάπαξ τὴν ἀπώλειαν. Τὸ γὰρ ἀποχεεῖς, τὸ εἰς αἰῶνα ἐκτείνεσθαι αὐτῆς τὴν ἀπώλειαν σημαίνει. Ὅτε καὶ ὁ ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. "Ἐξέλιπεν ἡ ἀνομία σου." ∆ιὰ τοῦ κατὰ σάρκα θανάτου Κυρίου. "Οὐ προσθήσει." Τοῦτο τῇ ἱστορίᾳ οὐχ ἁρμόζει· μετὰ γὰρ Βαβυλωνίους πάλιν ἀπῳκίσθησαν ὑπὸ Ῥωμαίων, καὶ μέχρι νῦν ἐν ἀποικίᾳ εἰσί. Νοήσεις οὖν, ὅτι ὁ μὲν νόμος ἔσχε διαδοχὴν, ἡ δὲ χάρις ἀτελεύτητος. "Ἐπεσκέψατο ἀνομίας σου." Ἡ ἐν τῇ παλαιότητι τῆς ἁμαρτίας πάλαι πεφυρμένη, καὶ τῷ ὀνόματι αὐτῆς κεκλημένη. {1ΚΕΦ. Εʹ.}1 "Κληρονομία ἡμῶν." Μετὰ τὴν ἱστορίαν οὕτω νόει· Ἡ κατὰ φύσιν ἐλευθερία ὑποχείριος γέγονε τῇ ἁμαρτίᾳ διὰ τὴν παρακοὴν τὴν ἐκ προαιρέσεως "Οἱ οἴκοι ἡμῶν." Ἡ τῶν δικαιωμάτων διανομή. Συλᾶται γὰρ ὑπὸ τοῦ ἐχθροῦ ὁ ὑπήκοος αὐτῷ. "Ὀρφανοὶ ἐγενήθημεν." Ὁ λόγος τῆς διδασκαλίας. "Μητέρες ἡμῶν." Αἱ ἐκκλησίαι οὐ χῆραι, ἀλλ' ὡς χῆραι διὰ τὴν πρόσκαιρον θλίψιν. "Ὕδωρ ἡμῶν." Τὴν γὰρ δωρεὰν τὴν κεχαρισμένην παρὰ τοῦ Θεοῦ πράσει ὑπέβαλεν ἡ ἐφεύρεσις τῆς ἁμαρτίας. "Ξύλα ἡμῶν." Ὅτε τὴν γῆν τῆς ἐπαγγελίας ἐκληρονόμησαν υἱοὶ Ἰσραὴλ, τοῖς βασιλεῦσι τῶν ἐθνῶν ξύλα ἐπιτιθέντες μεμηχανημένα ἐπὶ τὸν τράχηλον, ἐπ' αὐτῶν πατοῦντες ἀνῄρουν αὐτούς. Ἃ οὖν ἐποιήσαμεν τοῖς ἐχθροῖς ὑπὸ σοῦ βοηθούμενοι, ταῦτα πεπόνθαμεν παροραθέντες. Πρὸς δὲ διάνοιαν οὕτω νοήσεις· Ὁ ἄπρατος, φησὶ, ζυγὸς τοῦ Υἱοῦ τοῦ Θεοῦ, μετὰ καταλλαγῆς χρημάτων ἀποδίδοται. "Ἐδιώχθημεν." Ἐν γὰρ τῷ τὸν ζυγὸν ἀθέσμως καταφρονηθῆναι, καὶ ἡ ἀνάπαυσις ἄπεισιν, καὶ λοιπὸν ἐφίσταται ὁ διωγμὸς τῆς ἁμαρτίας. 93.760 "Αἴγυπτος ἔδωκε." Ῥωμαίων πολιορκούντων τὴν Ἱερουσαλὴμ Ἀσσύριοι μὲν τροφὰς ἔπεμπον τῷ