1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

5

Κύριος." Τὸ νομικὸν, ἵνα ἀντεισενεχθῇ τὸ τῆς Καινῆς ∆ιαθήκης πνευματικόν. Ἐὰν δὲ ἐπὶ τῆς αἰχμαλώτου ψυχῆς ἐκλαμβάνηται, διὰ τὸ ἀναξίαν αὐτὴν φανῆναι τῆς τοῦ Θεοῦ λατρείας. "Ἀπετίναξεν." Ἀποτόμως ἀπεβάλετο. "Φωνὴν ἔδωκαν." Ἐπὶ πλέον χαίροντες οἱ ἐχθροί. "Τεῖχος θυγατρός." Ἔκρινε [ἴσ. ἔφθειρε] τεῖχος, τὸν νόμον. "Οὐκ ἀπέστρεψε." Τὸ σύγκριμα [ἴσ. τὸ σύντριμμα] παρέτεινεν. "Καὶ ἐπένθησε." Οὐκ ἐφείσατο τοῦ παραῤῥίψαι εἰς καταπάτημα, τοὺς εἰς αὐτὸν ἐμμόνως ἁμαρτάνοντας. "Ἐνεπάγησαν." Οἱ τὴν διδασκαλίαν πεπιστευμένοι κατεβυθήσθησαν εἰς τὰ γήϊνα πράγματα. "Ἀπώλεσε." Ἠφάνισεν αὐτῆς τὰ παραγγέλματα, ὥστε τὸν βουλόμενον εἰσέρχεσθαι ἀπορεῖν, καὶ ζητεῖν. "Ἐκάθισαν εἰς τὴν γῆν." Ἠδαφίσθησαν τὰ γήϊνα φρονήσαντες. "Ἐσιώπησαν." Ἀπώλεσαν τὸ διδασκαλικὸν ἀξίωμα, ἀποκωφώθησαν. "Ἀνεβίβασαν." Κατὰ μὲν τὴν ἱστορίαν τὸ σχῆ 93.740 μα πενθικὸν, ὡς ἐν αἰχμαλωσίᾳ. Κατὰ δὲ θεωρίαν, ἐκ προαιρέσεως, φησὶν, τὰ γήϊνα πράγματα τῆς ἐαυτῶν σωτηρίας προέκριναν. "Κατήγαγον εἰς γῆν." Κατήνεγκαν εἰς τὰ γήϊνα πράγματα τὰς συναγωγὰς, ἢ καὶ τὰς δυναμένας σώζεσθαι ψυχάς. "Ἐξέλιπον ἐν δάκρυσιν." Ὅτι οὐχ ὑπὸ τῶν ἐθνικῶν ὠχλήθη ἡ εὐσέβεια, ἀλλ' ὑπὸ τῶν νόθων υἱῶν παρεφθάρησαν, "Ταῖς μητράσιν." Αἱ ἁμαρτωλαὶ ψυχαὶ ταῖς Ἐκκλησίαις. "Ποῦ σῖτος." Ποῦ τοῦ μυστηρίου ἡ παῤῥησία; Ταῦτά φασιν, ὡς μὴ ἀξιούμεναι τῶν μυστηρίων διὰ τὰς ἁμαρτίας. "Ἐν τῷ ἐκλύεσθαι." Τουτέστιν ὑφ' ἁμαρτίας καὶ [ἴσ. Εἰς] θάνατον. "Ἐν τῷ ἐκχεῖσθαι." Καίτοι ἐν κόλποις μητέρων ὑπάρχοντες, λιμῷ διδασκαλίας ἔτι ἐκλείπουσιν. "Τί μαρτυρήσω σοι;" Τί χρηστόν σοι προσμαρτυρήσω; "Ἢ τί ὁμοιώσω σοι;" Ποίαν ἁμαρτίαν συγκρίνω πρὸς τὴν σήν; Καὶ γὰρ ἀληθῶς ὑπερβάλλουσα ἡ κατὰ τοῦ Κυρίου σφαγή. "Ὅτι ἐμεγαλύνθη." Ἡ ἐκδίκησις τῆς ἁμαρτίας σου. "Τίς ἰάσεταί σε;" Ἀντὶ τοῦ, οὐδεὶς, εἰ μὴ μόνος Θεός. "Προφῆταί σου." Οἱ μὲν ψευδοπροφῆται ψευδῆ προλέγοντες, οἱ δὲ διδάσκαλοι ψευδεῖς δόξας εἰσηγούμενοι. "Καὶ οὐκ ἀπεκάλυψαν." Οὐκ ἐφανέρωσάν σοι, φησὶ, τὸ ἀληθὲς, ἵνα γνοῦσα ὡς ἄδικα πράττεις, ἐπιστρέψῃς, καὶ μὴ γένῃ αἰχμάλωτος. "Καὶ εἴδοσάν σοι." Προφητείας ψευδεῖς, καὶ δόξας ματαίας, ἐξωθούσας σε ἀπὸ Θεοῦ. "Ἐκρότησαν." Καθ' ἱστορίαν μὲν, οἱ θεωροῦντες τὴν πτῶσιν τοῦ λαοῦ, ἐκπληττόμενοι κροτοῦσι χεῖρας, καὶ συρίζουσιν κινοῦντες κεφαλήν· πρὸς δὲ διάνοιαν, οἱ ἔξω τῆς θεοσεβείας βαδίζοντες ἄνδρες ἄθεοι, ἢ καὶ ἀκάθαρτοι δαίμονες ταῦτα ποιοῦσιν, ἐπιχαίροντες τῇ πτώσει τῶν πρώην ἐν ἀρετῇ. "Εἰ αὕτη ἡ πόλις." Ἐπὶ μὲν τοῦ ναοῦ, διὰ τὸ πανταχοῦ αὐτοῦ περιφανές· ἐπὶ δὲ τῆς ψυχῆς ἐροῦσιν, Αὕτη ἐστὶν ἡ λεγομένη τελεία, καὶ ἔνδοξος ἐν ἀρετῇ; "∆ιήνοιξαν ἐπὶ σέ." Ἐσύρισαν, θηριωδῶς ἐπέθεντο· θηρίων γὰρ ὁ συριγμός. "Καὶ ἔβρυξαν." Βρύξαι ἐστὶν τὸ τρίζειν τοὺς ὁδόντας. "Πλὴν αὔτη ἡ ἡμέρα." Ἡ ἐξ ἁμαρτιῶν σύγχυσις· προσεδοκᾶτο δὲ, διὰ τὸ προλέγειν τὸν Θεὸν, καὶ ἀπειλεῖν τοῖς ἁμαρτάνουσιν. "Ἐποίησε Κύριος." ∆ικαίως ἔκρινεν. "Συνετέλεσε ῥῆμα." Εἰς πέρας ἤνεγκεν τὰ αἰώνια κρίματα, τὸ μὴ παρασιωπᾶν ἐν ἁμαρτίαις. 93.741 Πλὴν καὶ διὰ Μωϋσέως ἐμαρτύρατο τοῖς Ἰσραηλίταις. "Ἀνάστηθι." ∆ιεγέρθητι, φησὶν, καὶ κατὰ σαυτὴν ἐξετάζουσα σύνες, καὶ προκατάλαβε τὰς ἀρχὰς τῆς φυλακῆς, τουτέστιν τὰ δικαιώματα. Ἀντὶ τοῦ, Πρᾶξον τὰ δικαιώματα, καὶ ἐξιλέωσαι τὸν Θεόν. Τὸ δὲ ἐν νυκτὶ διὰ τὴν τῶν πολεμίων ἔφοδόν φησιν. "Ἔκχεον ὡς ὕδωρ." Ἐπὶ πλεῖον ἔκτεινον τὴν προθυμίαν σου πρὸς τὸν Θεόν. "Ἇρον πρὸς αὐτόν." Τῶν ἐκλυομένων ἐπὶ ἀρχῆς πάσης ἀρετῆς οἷον, ἤρξατό τις τυχὸν ἐλεημοσύνης, οὐκ ἔσχε τὸν προτρέποντα, καὶ διδάσκοντα, ἔμεινεν ἐκεῖ ἐκλυόμενος. Ἄλλος ἐγκρατείας, καὶ καθεξῆς. Ἐκκοπέντες γὰρ τῆς προκοπῆς, ἐν ᾧ εἰσιν καὶ μένουσιν, ἢ καὶ ἀναποδίζον ἐν τῷ λιμῷ ἐκλυόμενοι. "Ἴδον, Κύριος." Εἰρήκει γὰρ ὁ Κύριος, ὅτι οὐ γέγονε τοιαύτη θλίψις, οὐ δὲ ἕσται. "Εἰ φάγονται." Μετὰ τὰ συμβάντα κατὰ τὴν ἱστορίαν, τὰς τῶν Ἐκκλησιῶν φησιν ἐπὶ τὰ τέκνα ἐπαναστάσεις. "Ἐπιφυλλίδα." Ὠπτήθησαν, φησὶν, ἢ καὶ ἑψήθησαν τὰ τέκνα, ἃ ἔφαγον ἐν τῇ πολιορκίᾳ. Πρὸς δὲ διάνοιαν, ὁ ἀπ' ἀρχῆς τὸ