1
In illud: Si qua in Christo nova creatura
Ηʹ. Τοῦ αὐτοῦ εἰς τὸ, "Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις· τὰ ἀρχαῖα παρῆλθον, ἰδοὺ γέγονε τὰ πάντα καινά."
64.25
Πολλὴ μὲν γηπόνῳ προθυμία καταβάλλειν τὰ σπέρματα, ἐπειδὰν τὴν ἄρουραν ἐκκεκαθαρμένην ἴδῃ, καὶ μήτε ἀκανθῶν πλῆθος λυμαινόμενον τῇ βλάστῃ τῶν φυομένων, μήτε λίθον ἀντικρούοντα τῷ ἀρότρῳ· πλείων δὲ εὐκολία τῷ μέλλοντι καταβάλλειν τὸν λόγον, ἐπειδὰν ἀκροατὴν παρεσκευασμένον θεάσηται. Ταῦτα λέγω, οὐκ ἐπειδὴ οὐ πάρεισιν οἱ πλούσιοι, τὴν τῶν πενήτων φιλοσοφίαν ἐν τῷ λόγῳ τῆς ἀκροάσεως ἐπιδεικνύων. Οὐ γὰρ τοῦ λέγοντος χρεία μόνον, ἀλλὰ καὶ τοῦ συνετῶς ἀκούοντος· ἀμφότερα γὰρ ἡ Γραφὴ ἐπιζητεῖ, σοφὸν διδάσκαλον καὶ συνετὸν ἀκροατὴν, ἵνα μὴ ὁ πόνος ὁ ἡμέτερος περιττὸς γένηται τῇ ῥᾳθυμίᾳ τῶν ἀκουόντων. Ἡ γὰρ φροντὶς οὐκ ἀφίησιν εἰς τὴν διάνοιαν ἐμπίπτειν τὰ λεγόμενα, ἀλλ' ἀποσυλᾷ τὴν γνώμην τῶν ἀκουόντων.
Ἐπεὶ οὖν ἅπαντας ὁρῶ παρεσκευασμένους· τὰ μὲν γὰρ ἀπόῤῥητα τῆς διανοίας οὐκ ἐπίσταμαι, ἑκάστου δὲ τὰ ὄμματα περιεργάζομαι, καὶ τὰ βλέφαρα ὡς κέρατα ἑστηκότα ὁρῶ, καὶ τὸ ἀτρεμὲς τοῦ ὄμματος τὸ ἀσάλευτον τῆς διανοίας ἡμῖν ἐμφαῖνον, καὶ ἑκάστην διάνοιαν ἀπηλλαγμένην τῶν βιωτικῶν φροντίδων, μόνον ἕκαστον τοῦτο σκοποῦντα, τοῦτο λογιζόμενον, ὅπως δέξηται τὰ λεγόμενα· ἐπὶ πλέον συντείνατε ἑαυτῶν τὴν διάνοιαν· ἁπλώσατε τὸν κόλπον τῆς ψυχῆς, ὥστε μετ' εὐκολίας καταβληθῆναι τὰ σπέρματα. ∆ιὰ γὰρ μακροῦ τοῦ χρόνου ἐπὶ τὴν Παύλου τράπεζαν τὴν γλῶτταν ἀφεῖναι βούλομαι· οὐ γὰρ παύσομαι οὕτως αὐτὸν καλῶν, τὸν ἰδιώτην, τὸν ἄσημον, τὸν ἀγενῆ, τὸν σκηνοποιόν. Ταῦτά μου τὰ πλεονεκτήματα, ταῦτά μου τὰ ἐγκώμια, ὅτι τοιούτους ἔχω διδασκάλους, οὐ βιωτικοῖς πλεονεκτήμασιν, ἀλλὰ πνευματικοῖς κατορθώμασι λάμποντας. Ἐὰν εἴπῃ μοι ὁ Ἕλλην, Τίνα ἔχεις διδάσκαλον; λέγω αὐτὸν τὸν σκηνοποιόν· καὶ τίνα ἄλλον; τὸν ἰχθυοπώλην· καὶ τίνα ἄλλον; τὸν τελώνην· καὶ τίνας ἄλλους· τοὺς μάγους καὶ τὴν πόρνην· καὶ τίνα ἄλλον; τὸν λῃστήν· καὶ οὐκ ἐπαισχύνομαι, ἀλλὰ καὶ ἐγκαλλωπίζομαι. Ἐγκαλλωπίζῃ διδάσκαλον ἀγοραῖον ἔχων; Καὶ πάνυ. ∆ιὰ τί; Εἰ γὰρ ἡ εὐτέλεια τοῦ μαθητοῦ δείκνυσι τὴν δύναμιν τοῦ διδασκάλου, ἡ εὐτέλεια τοῦ διδασκάλου δείκνυσι θεῖον ὂν τὸ κήρυγμα. Εἰ γὰρ καὶ ἄνθρωποι αὐτὸ κατήγγειλαν, ἀλλ' οὐκ ἄνθρωποι αὐτὸ ηὗραν· εἰ γὰρ καὶ ἄνθρωποι αὐτὸ ἔσπειραν, ἀλλ' οὐκ ἄνθρωποι αὐτὸ ἐγέννησαν. Οἱ ἄνθρωποι ὄργανα, ὁ Θεὸς τεχνίτης· οὗτοι κιθάρα, ἡ χεὶρ ἡ κραταιὰ ἐκείνη τὴν νευρὰν ἐκίνησε. ∆ιὰ δὲ τοῦτο καὶ ὁ Προφήτης ἐκεῖνος, καίτοι γε βασιλεὺς ὢν καὶ πορφύραν περιβεβλημένος καὶ διάδημα περικείμενος, καὶ τὴν οἰκουμένην διαλεγόμενος, καταλείπων τὴν φαντασίαν τὴν βιωτικὴν, ἵνα [δὲ] μή τις νομίσῃ ὅτι βασιλικὰ ῥήματα ἔλεγεν· Ἐξερεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ Βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως. ∆ιὰ τί κάλαμον καλεῖς; Ἵνα μάθῃς ὅτι οὐκ ἐμὰ τὰ γράμματα, ἀλλὰ τῆς κατεχούσης δεξιᾶς.
Ὁ γὰρ κάλαμος οὐκ ἀφ' ἑαυτοῦ γράφει, ἀλλ' ὅπερ ἂν βούληται ἡ κατέχουσα χείρ. Καὶ ἡ γλῶσσά μου κάλαμός ἐστιν· κατέχει γὰρ αὐτὴν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅταν οὖν λέγῃ σοι ὁ Ἕλλην, Τίς σου ὁ διδάσκαλος; μὴ αἰσχύνου μηδὲ ἐρυθρία, ἀλλὰ λέγε· Ὁ ἀγοραῖος, ὁ σκηνοποιὸς, ὁ ἐπ' ἀγορᾶς ἑστηκὼς, ὁ δέρματα ῥάπτων. Ὁ σὸς δὲ τίς διδάσκαλος; Πλάτων, Πυθαγόρας, οὐκ ἀγοραῖος, ἀλλὰ φιλόσοφος. Εἰ δὲ λέγω ἐγὼ, Ὁ σὸς διδάσκαλος τίς; φιλόσοφος· ὁ σὸς διδάσκαλος εὐπατρίδης, ὁ σὸς διδάσκαλος πλούσιος, ὁ σὸς διδάσκαλος γλῶτταν ἔχων ἠκονημένην, ὑπὲρ τοὺς ποταμοὺς ῥέων,