1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

1

Fragmenta in Matthaeum

1 Mt 1, 8 Ζητεῖται τίνος ἕνεκεν τούτων οὕτως ἐμνήσθη ὁ εὐαγγελιστής. δέον ἄρα, εἴπερ ἔφη ὅτι Ἰωρὰμ ἐγέννησεν, τὸν Ὀχοζίαν εἰπεῖν· Ὀχοζίαςδὲ ἐγέννησεν τὸν Ἰωάς, Ἰωὰς δὲ ἐγέννησεν τὸν Ἀμασίαν, εἶτα κατὰτάξιν τὴν ἀληθῆ καὶ προσήκουσαν εἰπεῖν· Ἀμασίας δὲ ἐγέννησεν τὸν Ὀζίαν. 3 Mt 1, 16 Θεόδωρος δὲ ὁ Μοψουεστίας τὴν πρὸ ταύτης ἀποδοκιμάζων <αἰτίαν> καὶ ταύτην ἐγκρίνων φησίν· τούτοις κατὰ τὴν ἐμὴν κρίσιν πείθεσθαι ἀναγκαῖον· τὸ γάρ τοι ὡς ἐνομίζετο παρὰ τῷ Λουκᾷ κείμενον εἴ τις μὴ κατὰ τὴν προφορὰν ἐξετάζοι τὰ ῥητά, τὴν διάνοιαν δὲ καὶ τὸν τῶν γεγραφότων σκοπόν οὐδὲν ἀπᾴδει τῶν παρὰ τῷ Ματθαίῳ κειμένων· ὥσπερ γὰρ οὗτος εἶπεν τὸ ὡς ἐνομίζετο, ἐπειδὴ μὴ ἀληθῶς υἱὸς ἦν τοῦ Ἰωσήφ, ἀλλ' ἐνομίζετο παρὰ τοῖς πολλοῖς, οὕτως καὶ ὁ Ματθαῖος τὸ ἐγέννησεν μέχρι τοῦ Ἰωσὴφ εἰπὼν οὐκέτι ἐπήγαγεν, ὅτι Ἰωσὴφ ἐγέννησεν τὸν Χριστόν, ἀλλ' Ἰωσὴφ τὸν ἄνδρα Μαρίας , ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ Χριστός. ὥσπερ οὕτως ἐνέφηνε τῇ μεταβάσει, ὅτι ἐκ Μαρίας γεγέννηται, οὐκ ἐξ Ἰωσήφ, τοῦτο καὶ ὁ Λουκᾶς τῇ προσθήκῃ ὡς ἐνομίζετο ἔδειξεν· δῆλον γὰρ ἐκεῖνο, ὅτι τὸ ὡς ἐνομίζετο περὶ τοῦ Χριστοῦ μόνον εἴρηται καὶ ἐπὶ τοῦ Ἰωσήφ, ὅτι ἐνομίζετο μὲν υἱὸς τοῦ Ἰωσήφ, οὐκ ἦν δέ· οὐ μὴν δὲ καὶ ἐπὶ τῶν λοιπῶν κατὰ τὴν αὐτὴν ἀκολουθίαν νοεῖσθαι δύναται· ἀνέβη γὰρ μέχρι τοῦ ∆αβίδ, κἀκεῖθεν ἐπὶ τὸν Ἀβραάμ, εἶτα ἐπὶ τὸν Ἀδάμ. τίς δ' ἂν εἴποι τὸν κατὰ σάρκα Χριστόν, ὅτι τούτων ἐνομίζετο υἱός; οὐχὶ δὲ ἦν ἐκεῖθεν κατάγων τὸ γένος οἷός τε εἰπεῖν, ὅτι ἕκαστος μὲν ἐνομίζετο εἶναι τοῦ προκειμένου υἱὸς οἷον ὁ Ναθὰν τοῦ ∆αβὶδ ἢ ὁ ∆αβὶδ τοῦ Ἰεσσαὶ καὶ οἱ λοιποὶ καθ' ἑξῆς, οὐκ ἦσαν δὲ ἀληθῶς αὐτῶν υἱοί. 4 Mt 1, 18 Ὅτι δὲ τὸ πνεῦμα τὸ ἅγιον οὐ πατήρ, οὐχ υἱός, ἀλλὰ τρίτη τις παρὰ ταῦτα ὑπόστασις οὕτως ὑπὸ τοῦ σωτῆρος κληθεῖσα, δῆλον εἰπόντος τοῖς ἑαυτοῦ μαθηταῖς μετὰ τὸ ἀναστῆναι ἐκ νεκρῶν· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· δῆλον γάρ, ὅτι κἀνταῦθα τὸ ἅγιον πνεῦμα σημαίνεται, ἐπειδὴ ἡμῖν ἑτέρως εἰπεῖν καὶ καλέσαι αὐτὸ ἀδύνατον μὴ παρειληφόσιν ἑτέραν ὀνομασίαν ἰδίαν αὐτοῦ <τῆς> ὑποστάσεως ἐκ τῆς θείας γραφῆς. σαφῶς δὲ ἡμῖν αὐτοῦ τὴν ἀξίαν ἐν τούτοις ὁ εὐαγγελιστὴς ἐδήλωσε κοινωνοῦντός τε καὶ συνεφαπτομένου τῆς τῶν ἁπάντων δημιουργίας, εἴπερ δὴ καὶ τὸν ναὸν τοῦ θεοῦ λόγου κατεσκεύασεν. Τὸ πνεῦμα τὸ ἅγιον μία τίς ἐστι τῆς τριάδος ὑπόστασις καὶ οὔτε πατὴρ ὀνομάζεται οὔτε υἱός, ἀλλ' ἐξαίρετόν τι ὄνομα ἔχει τὸ καλεῖσθαι πνεῦμα ἅγιον, ὥς φησιν ὁ σωτὴρ πρὸς τοὺς ἑαυτοῦ μαθητάς· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· ὥσπερ γὰρ κοινωνόν ἐστι πατρί τε καὶ υἱῷ εἰς τὴν παντὸς δημιουργίαν, οὕτω καὶ τὸ ἐκ τῆς παρθένου τοῦ σωτῆρος σῶμα κατεσκεύασεν. 5 Mt 1, 21 Ἀντὶ τοῦ ἀθανάτους ποιήσει τοὺς ἀνθρώπους καὶ ἀτρέπτους ἀπαλλάττων αὐτοὺς τῆς ἁμαρτίας καὶ τῆς θνητότητος. 6 Mt 2, 1 τόνδε ὁ πατριάρχης Ἰακὼβ ἀκριβῶς χαρακτηρίζει τὸν χρόνον· οὐκ ἐκλείψει γάρ, φησίν, ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται καὶ αὐτός. ταύτας δὲ παρήγαγεν τὰς μαρτυρίας ὥστε δεῖξαι καὶ ἀπὸ τούτων, ὅτι κατὰ τὰς προφητικὰς φωνὰς ἅπαντα ἐγένοντο. τὸ μὲν γὰρ ὅτι ἀπὸ Βηθλεὲμ εἴρηκεν ὁ προφήτης, τὸ δὲ ὅτι ἐν ἡ μέραις Ἡρώδου ἡ τοῦ Ἰακὼβ ἐσήμανεν πρόρρησις. πρῶτον μὲν αὐτῶν ἐβασίλευσαν οἱ ἐκ τοῦ ∆αβίδ, ἐκ τῆς Ἰούδα φυλῆς, τοῦ Λευὶ <ἀδελφοῦ> ἄχρι τῶν κατὰ Βαβυλῶνα πραγμάτων. μετὰ δὲ ταῦτα οἱ ἀρχιερεῖς αὐτοὶ καὶ τὴν ἡγεμονίαν εἶχον καὶ τοῦ γένους. οὗτοι δὲ ἦσαν μὲν ἐκ τῆς φυλῆς τοῦ Λευί, κατῆγον δὲ ἐκ τοῦ Ἰούδα τὸ γένος ἐπιμιξίας τῇ λευιτικῇ φυλῇ καὶ μάλιστα τοῖς ἀρχιερεῦσιν πρὸς τὴν