1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

1

Funebris oratio in patrem

ΛΟΓΟΣ ΙΗʹ.

̓Επιτάφιος εἰς τὸν πατέρα, παρόντος Βασιλείου. Αʹ. Ἄνθρωπε τοῦ Θεοῦ, καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν τοῦ Θεοῦ μυστηρίων, καὶ ἄνερ ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος· οὕτω γὰρ ἡ Γραφὴ καλεῖ τοὺς διαβεβηκότας καὶ ὑψηλοὺς, καὶ ὑπεράνω τῶν ὁρωμένων. Καλῶ δέ σε καὶ Θεὸν Φαραὼ πάσης Αἰ γυπτιακῆς καὶ ἀντικειμένης δυνάμεως, καὶ στύλον, καὶ ἑδραίωμα τῆς Ἐκκλησίας, καὶ θέλημα Κυρίου, καὶ φωστῆρα ἐν κόσμῳ λόγον ζωῆς ἐπέχοντα, καὶ πίστεως ἔρεισμα, καὶ Πνεύματος καταγώγιον. Καὶ τί ἂν πάσας ἀπαριθμοίμην τὰς προσηγορίας, ὅσας ἡ ἀρετή σοι πεποίηκεν, ἄλλη τις ἄλλην οἰκειοῦσά τε καὶ προσάγουσα;

Βʹ. Πλὴν εἰπέ· πόθεν πάρει; καὶ τίς σου ἡ ἐργασία; καὶ τί χαριούμενος ἥκεις ἡμῖν; Ἐπειδὴ πάντα σε σὺν Θεῷ, καὶ παρὰ Θεοῦ κινούμενον ἔγνων, καὶ ἐπ' εὐεργεσίᾳ τῶν δεχομένων. Ἥκεις ἡμᾶς ἐποπτεύ σων, ἢ τὸν ποιμένα ζητήσων, ἢ τὸ ποίμνιον ἐποψόμενος; Ἡμᾶς μὲν οὐκ ἔτι ὄντας, ἀλλὰ τῷ 35.988 πλείστῳ μέρει συναπελθόντας, καὶ τῷ τόπῳ τῆς κακώσεως δυσχεραίνοντας· καὶ νῦν μάλιστα, ἡνίκα τὸν ἐπιστήμονα κυβερνήτην, ἢ τὸν λαμπτῆρα τῆς ζωῆς ἡμῶν ἀποβεβλήκαμεν, πρὸς ὃν ἀπηυθυνό μεθα βλέποντες, ἄνωθεν ἡμῖν τὴν σωτηρίαν πυρσεύοντα· ἐκεῖνον μετὰ τοῦ καλοῦ παντὸς ἐκδημήσαντα, καὶ πάσης τῆς ποιμαντικῆς εὐταξίας, ἣν χρόνῳ μακρῷ συνελέξατο, πλήρης ἡμερῶν τε ὁμοῦ καὶ φρονήσεως, καὶ τῷ τῆς καυχήσεως γήρᾳ, εἰ δεῖ τὸ τοῦ Σολομῶντος εἰπεῖν, στεφανούμενος. Ποί μνιον ἠπορημένον, καὶ καταβεβλημένον, καὶ ὁρᾷς ὅσης γέμον ἀθυμίας καὶ κατηφείας· οὐκ ἔτι τόπῳ χλόης ἐναναπαυόμενον, οὐδὲ ὕδατι ἀναπαύσεως ἐκτρεφόμενον· ζητοῦν κρημνοὺς, καὶ ἐρημίας, καὶ βάραθρα, καθ' ὧν σπαρήσεται, καὶ διαφθαρήσεται· ἀπιστοῦν εἴ ποτε καὶ ἄλλου ποιμένος συνετοῦ ἐπιτεύξεται, ὅτι μὲν οὐ τοιούτου, καὶ λίαν πεπεισμένον, ἀγαπῶν δ' ἂν, καὶ εἰ μὴ παραπολὺ χεί ρονος.

Γʹ. Τριῶν δὲ ὄντων, ὅπερ ἔφην, ἅ σοι τὴν παρουσίαν ἀναγκαίαν ποιεῖ, καὶ πάντων ἐξ ἴσης, ἡμῶν, τοῦ ποιμένος, τῆς ποίμνης· φέρε, κατὰ τὸ ἐν σοὶ πνεῦμα τῆς θεραπείας, ἀπόδος ἑκάστῳ τὸ πρόσφορον, καὶ οἰκονόμησον ἐν κρίσει τὸν λόγον, ἵνα σε καὶ μᾶλλον τῆς σοφίας θαυμάσωμεν. Οἰκονομήσεις δὲ πῶς; Τὸν μὲν ἐπαινέσας τῆς ἀρετῆς τὰ εἰκότα, οὐ μόνον ἵν' ἐντάφιον τῷ καθαρῷ καθαρὸν ἐπιβάλῃς τὸν λόγον, ἀλλ' ἵνα καὶ τοῖς ἄλλοις εὐσεβείας χαρα κτῆρα, τὴν ἐκείνου προθείης πολιτείαν τε καὶ παρ αίνεσιν. Ἡμῖν δὲ περὶ ζωῆς καὶ θανάτου βρα χέα φιλοσοφήσας, καὶ τῆς κατὰ σῶμα καὶ ψυχὴν συζυγίας καὶ διαζεύξεως, καὶ τῶν δύο κόσμων, τοῦ τε παρόντος καὶ οὐχ ἑστῶτος, καὶ τοῦ νοουμένου καὶ μένοντος· καὶ πείσας, τοῦ μὲν περιφρονεῖν τὸ ἀπατηλὸν, καὶ ἄτακτον, καὶ ἀνώμαλον, καὶ, ὥσπερ ἐν κύμασιν, ἄνω καὶ κάτω φέρον τε καὶ φερόμε νον· τοῦ δὲ προστίθεσθαι τῷ παγίῳ, καὶ στα θερῷ, καὶ θεοειδεῖ, καὶ ὡσαύτως ἔχοντι, καὶ πάσης ἐλευθέρῳ ταραχῆς καὶ συγχύσεως. Οὕτω γὰρ ἂν ἧττον ἀνιῷεν ἡμᾶς οἱ προεκδημήσαντες· ἀλλὰ καὶ ἥδοιεν, εἰ ἐνθένδε ἀπάγων ἡμᾶς ὁ λόγος, ἄνω τιθείη, καὶ τὸ παρὸν ἀηδὲς ἐναποκρύπτοι τῷ μέλλοντι, καὶ πείθοι, ὅτι καὶ αὐτοὶ παρὰ ∆εσπότην ἀγαθὸν ἐπειγόμεθα, καὶ βελτίων ἡ κατοικία τῆς παροικίας· καὶ ὅπερ ἐστὶ τοῖς πλέουσι λιμὴν εὔδιος, τοῦτο τοῖς ἐνταῦθα χειμαζομένοις ἡ ἐκεῖσε μετά στασις καὶ μετάθεσις· ἢ ὥσπερ οἱ μακρὰν ὁδὸν προκαταλύσαντες, τῶν ὁδοιπορούντων καὶ μοχθούν 35.989 των ἔτι ῥᾴους καὶ ἀπονώτεροι· οὕτως οἱ ἐπι