1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

2

τυχόντες τοῦ ἐκεῖ καταλύματος, τῶν ἔτι τὴν σκολιὰν καὶ κρημνώδη τοῦ βίου τούτου τεμνόντων ὁδὸν, ἀμείνους καὶ ἀνεκτότεροι.

∆ʹ. Ἡμᾶς μὲν οὕτω παραμυθήσῃ· τὴν ποίμνην δὲ πῶς; Πρῶτον μὲν τὴν σὴν ὑποσχόμενος ἐπιστα σίαν καὶ ἡγεμονίαν, οὗ πᾶσι καλὸν ὑπὸ τὰς πτέ ρυγας ἀναπαύεσθαι, καὶ οὗ διψῶμεν τῆς φωνῆς μᾶλλον, ἢ πηγῆς τῆς καθαρωτάτης οἱ δίψει κάμνον τες. ∆εύτερον δὲ πείσας, ὡς οὐδὲ νῦν ἡμᾶς ἀπολέ λοιπεν ὁ Ποιμὴν ὁ καλὸς, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· ἀλλὰ καὶ πάρεστι, καὶ ποιμαίνει, καὶ ὁδηγεῖ, καὶ γινώσκει τὰ ἴδια, καὶ γινώσκεται ὑπὸ τῶν ἰδίων· σωματικῶς μὲν οὐχ ὁρώμενος, πνευματικῶς δὲ συγγινόμενος, καὶ προπολεμῶν τῆς ποίμνης κατὰ τῶν λύκων, καὶ οὐδενὶ συγχωρῶν διὰ τῆς αὐλῆς ὑπερβαίνοντι λῃστρικῶς τε καὶ ἐπιβούλως, ξένῃ φωνῇ κατασύρειν καὶ διακλέπτειν ψυχὰς τῇ ἀληθείᾳ καλῶς ἠγμένας. Πείθομαι δ', ὅτι καὶ τῇ πρεσβείᾳ νῦν μᾶλλον, ἢ πρότερον τῇ διδασκαλίᾳ, ὅσῳ καὶ μᾶλλον ἐγγίζει Θεῷ, τὰς σωματικὰς πέδας ἀποσεισάμενος, καὶ τῆς ἐπιθολούσης τὸν νοῦν ἰλύος ἀπηλλαγμένος, καὶ γυμνῷ γυμνὸς ἐντυγχάνων τῷ πρώτῳ καὶ καθαρωτάτῳ νοῒ, τάξεως καὶ παῤῥη σίας ἀγγελικῆς, εἰ μὴ τολμηρὸν τοῦτο εἰπεῖν, ἀξιού μενος, Ταῦτα μὲν οὖν αὐτὸς διαθήσεις καὶ φιλο σοφήσεις ἄμεινον ἢ ὡς ἂν αὐτὸς παραδείξαιμι, καὶ λόγου δυνάμει καὶ πνεύματος. Ἵνα δὲ μὴ δι' ἄγνοιαν τῶν ἐκείνου καλῶν παραπολὺ τῆς ἀξίας ὁ λόγος ἐλαττωθῇ, βραχέα τῆς εὐφημίας, ἐξ ὧν αὐτὸς συν επίσταμαι τῷ ἀπελθόντι, σκιαγραφήσω, καὶ προχαράξω, καὶ παραδώσω σοι, τῷ καλῷ τῶν τοιού των γραφεῖ, τῆς ἀρετῆς τῆς ἐκείνου τὸ κάλλος ἀπ ακριβῶσαι, καὶ παραδοῦναι ταῖς πάντων ἀκοαῖς τε καὶ διανοίαις.

Εʹ. Ἐκεῖνος τοίνυν (ἵνα πατρίδα, καὶ γένος, καὶ σώματος εὐφυΐαν, καὶ τὴν ἔξωθεν περιφά νειαν, καὶ τἄλλα οἷς μέγα φρονοῦσιν ἄνθρωποι, τοῖς τῶν ἐγκωμίων νόμοις παρεὶς, ἐκ τῶν ἡμῖν πρώτων καὶ οἰκειοτάτων ἄρξωμαι), ῥίζης ἐγένετο βλάστημα οὐκ ἐπαινετῆς, οὐδὲ εὐφυοῦς εἰς εὐσέβειαν (οὐ γὰρ αἰσχύνομαι τοῖς πρώτοις, τοῖς τελευταίοις θαῤῥῶν), οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ πεφυτευμένης, ἀλλὰ καὶ λίαν ἀτόπου καὶ ἀλλοκότου, ἐκ δυοῖν τοῖν ἐναντιωτάτοιν συγκεκραμένης, Ἑλληνικῆς τε πλά νης, καὶ νομικῆς τερατείας· ὧν ἀμφοτέρων τὰ μέρη φυγὼν, ἐκ μερῶν συνετέθη. Τῆς μὲν γὰρ τὰ εἴδωλα καὶ τὰς θυσίας ἀποπεμπόμενοι, τιμῶσι τὸ 35.992 πῦρ καὶ τὰ λύχνα· τῆς δὲ τὸ Σάββατον αἰδούμενοι, καὶ τὴν περὶ τὰ βρώματα ἔστιν ἂ μικρολογίαν, τὴν περιτομὴν ἀτιμάζουσιν. Ὑψιστάριοι τοῖς ταπεινοῖς ὄνομα, καὶ ὁ Παντοκράτωρ δὴ μόνος αὐτοῖς σεβά σμιος. Καὶ οὕτω διφυής τις ὢν εἰς ἀσέβειαν, ἐκ τίνος τί γίνεται; Οὐκ οἶδα, πότερον τὴν καλέσασαν αὐτὸν χάριν ἐπαινέσω πλέον, ἢ τὴν ἐκείνου προαίρεσιν. Πλὴν οὕτω τὸν τῆς διανοίας ὀφθαλμὸν τῆς ἐπικειμένης αὐτῷ λήμης ἀνεκαθάρθη, καὶ τοσούτῳ τάχει τῇ ἀληθείᾳ προσέδραμεν, ὥστε ὅτι μὲν καὶ μητρὸς, καὶ οὐσίας ἐκπεσεῖν ἄχρι τινὸς, ὑπὲρ τοῦ ἄνω Πατρὸς καὶ τῆς ἀληθινῆς κληρονομίας ἠνέσχετο, καὶ ῥᾷον ἤνεγκε τὴν ἀτιμίαν ταύτην, ἢ τὰς μεγίστας τιμὰς ἕτεροι, τοῦτο μὲν ἧττον θαυ μάζω, καίτοι λίαν ὂν θαυμαστόν. ∆ιατί; Ὅτι κοινὸν αὐτῷ πρὸς πολλοὺς ἄλλους τὸ φιλοτίμημα, καὶ πάντας εἴσω γενέσθαι δεῖ τῆς μεγάλης τοῦ Θεοῦ σαγήνης, καὶ τοῖς τῶν ἁλιέων λόγοις σαγηνευθῆναι, κἂν οἱ μὲν πρότερον, οἱ δὲ ὕστερον τῷ Εὐαγγελίῳ περιληφθῶσιν. Ὃ δὲ μάλιστά μοι τῶν ἐκείνου θαυ μάζειν ἔπεισι, τοῦτο εἰπεῖν ἀναγκαῖον.

ςʹ. Ἐκεῖνος καὶ πρὸ τῆς ἡμετέρας αὐλῆς ἦν ἡμέτερος· εἰσεποίει γὰρ αὐτὸν ἡμῖν ὁ τρόπος. Ὥσπερ γὰρ πολλοὶ τῶν ἡμετέρων οὐ μεθ' ἡμῶν εἰσιν, οὓς ὁ βίος ἀλλοτριοῖ τοῦ κοινοῦ σώματος· οὕτω πολλοὶ τῶν ἔξωθεν πρὸς ἡμῶν, ὅσοι τῷ τρόπῳ τὴν πίστιν φθάνουσι, καὶ δέονται τοῦ ὀνόματος, τὸ ἔργον ἔχοντες. Τούτων καὶ ὁ ἐμὸς ἦν πατὴρ, πτόρ θος ἀλλότριος, τῷ βίῳ πρὸς ἡμᾶς ἐπικλίνων. Σωφροσύνῃ μέν γε