1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

3

τοσοῦτον διήνεγκεν, ὥστε ὁ αὐτὸς ἐρασμιώτατός τε ἅμα γενέσθαι καὶ κοσμιώ τατος· ἃ χαλεπὸν ἀμφότερα συνδραμεῖν. ∆ικαιοσύνης δὲ τί μεῖζον γνώρισμα καὶ περιφανέστερον, ἢ ὅτι πολιτείας οὐ τὰ δεύτερα ἐσχηκὼς, οὐδὲ μιᾷ δραχμῇ πλείω τὴν οὐσίαν πεποίηκε, καίτοιγε τοὺς ἄλλους ὁρῶν τὰς Βριάρεω χεῖρας ἐπιβάλλοντας τοῖς δημοσίοις, καὶ τοῖς κακοῖς πόροις φλεγμαίνοντας; οὕτω γὰρ ἐγὼ καλῶ τὴν ἄδικον εὐπορίαν. Φρονή σεως δὲ, μικρὰ μὲν οὐδὲ ταῦτα γνωρίσματα, δη λώσει δὲ τὰ πλείω προϊὼν ὁ λόγος. Τούτων καὶ μι σθὸν, οἶμαι, τὴν πίστιν ἠνέγκατο. Τὸ δὲ ὅπως (οὐδὲ γὰρ ἄξιον σιωπᾶσθαι πρᾶγμα τοσοῦτον), αὐτοὶ παραστήσωμεν.

Ζʹ. Γυναῖκα μὲν ἀνδρείαν τίς εὑρήσει; τῆς θείας ἤκουσα λεγούσης Γραφῆς· καὶ τὸ δῶρον θεό 35.993 θεν εἶναι, τὴν ἀγαθὴν παρὰ τοῦ Κυρίου συζυγίαν ἁρμόζεσθαι. Τὸ δ' αὐτὸ δοκεῖ καὶ τοῖς ἔξωθεν· εἴπερ ἐκείνων τὸ, Γυναικὸς ἀνὴρ χρῆμ' οὐδὲν ληίζεται κάλλιον ἐσθλῆς, οὐδὲ χεῖρον τῆς ἐναντίας. Τοῦ δὲ οὐκ ἔστιν εἰπεῖν, ὅστις κατὰ τοῦτο εὐδαιμο νέστερος. Οἶμαι γὰρ, εἴ τις ἐκ περάτων γῆς, καὶ παντὸς γένους ἀνθρώπων, τὴν ἀρίστην ἁρμόσασθαι συζυγίαν ἐσπούδασεν, οὐκ εἶναι ταύτης εὑρεῖν ἀμείνω καὶ ἁρμοδιωτέραν. Οὕτω γὰρ ἀνδρῶν καὶ γυναικῶν εἰς ἓν συνῆλθε τὰ κράτιστα, ὥστε οὐχ ἧττον ἀρετῆς ἢ σωμάτων γενέσθαι συζυγίαν τὸν γάμον· ἐπεὶ τῶν ἄλλων κρατοῦντες, ἀλλήλων κρατεῖν οὐκ εἶχον, διὰ τὸ τῆς ἀρετῆς ἰσόῤῥοπον καὶ ὁμότι μον.

Ηʹ. Καὶ τῷ μὲν Ἀδὰμ ἡ δοθεῖσα κατ' αὐτὸν βοη θὸς (ἐπειδὴ καλὸν ἦν μὴ μόνον εἶναι τὸν ἄνθρωπον), ἀντὶ συνεργοῦ πολεμία κατέστη, καὶ οὐχ ὁμόζυγος, ἀλλ' ἀντίθετος· κλέψασα τὸν ἄνδρα δι' ἡδονῆς, καὶ τῷ ξύλῳ τῆς γνώσεως τοῦ ξύλου τῆς ζωῆς ἀλλο τριώσασα. Τῷ δὲ οὐ συνεργὸς μόνον ἡ παρὰ Θεοῦ δοθεῖσα (ἧττον γὰρ τοῦτο θαυμαστὸν), ἀλλὰ καὶ ἀρχηγὸς γίνεται, ἔργῳ τε καὶ λόγῳ πρὸς τὰ κράτιστα δι' ἑαυτῆς ἄγουσα· καὶ τὰ μὲν ἄλλα τοῦ ἀνδρὸς κρατεῖσθαι νόμῳ συζυγίας ἄριστον εἶναι κρίνουσα, τῆς εὐσεβείας δὲ οὐκ αἰσχυνομένη παρέχειν ἑαυτὴν καὶ διδάσκαλον. Ὃ θαυμάζειν μὲν ἐκείνης ἄξιον, θαυμάζειν δὲ πλέον τὸν ἑκοντὶ ἡττώμενον. Ἐκείνη γάρ ἐστιν ἡ, τῶν ἄλλων γυναικῶν κάλλει φιλοτιμουμένων καὶ ὑψουμένων, ὅσον τε φυσικὸν καὶ ὅσον ἐπίπλαστον, ἓν ἐπισταμένη κάλλος, τὸ τῆς ψυχῆς, καὶ τὸ τὴν θείαν εἰκόνα ἢ συντηρεῖν, ἢ ἀνακαθαίρειν εἰς δύναμιν· τοὺς δὲ γραπτοὺς καὶ τεχνητοὺς κόσμους, ταῖς ἐπὶ τῆς σκηνῆς ἀποῤῥίψασα. Μίαν δὲ ἀληθινὴν εὐ γένειαν γινώσκουσα, τὴν εὐσέβειαν, καὶ τὸ εἰδέναι πόθεν τε γεγόναμεν, καὶ ποῖ καταντήσομεν. Ἕνα δὲ πλοῦτον ἀσφαλῆ τε καὶ ἄσυλον, τὸ ἀποπλουτεῖν Θεῷ, καὶ τοῖς πένησι, καὶ μάλιστα τῶν ἐκ γέ νους τοῖς ἀπανθήσασιν· οἷς τὸ μὲν ἄχρι τῆς χρείας ἐπαρκεῖν, οὐ λύσιν τῆς συμφορᾶς, ἀλλ' ὑπό μνησιν ἔχειν ἐνόμιζεν· τὸ δὲ ἐλευθεριώτερον εὖ ποιεῖν, τοῦτο εἶναι τιμῆς βεβαίας καὶ παραμυθίας τελεωτάτης. Καὶ τῶν μὲν τῇ οἰκωφελείᾳ προεχουσῶν, τῶν δὲ τῇ εὐσεβείᾳ (καὶ γὰρ χαλεπὸν ἀμφοτέρων ἐπιτυχεῖν), ἀμφοτέροις ἁπάσας νικήσασα, καὶ τῷ περὶ ἑκάτερον ἄκρῳ, καὶ τῷ μόνη τὰ δύο συναγαγεῖν. Οὕτω μὲν τὸν οἶκον συναύξουσα ταῖς ἑαυτῆς ἐπιμελείαις καὶ περινοίαις, κατὰ τοὺς Σολομῶντος περὶ τῆς ἀνδρείας γυναικὸς ὅρους καὶ νό 35.996 μους, ὡς εὐσεβεῖν οὐκ εἰδυῖα· οὕτω δὲ προσκειμένη Θεῷ καὶ τοῖς θείοις, ὡς οἰκουρίας πλεῖστον ἀπέχουσα· καὶ οὐδὲν ὑπὸ τοῦ ἑτέρου παραβλαπτο μένη πρὸς θάτερον, ἀμφότερα δὲ δι' ἀλλήλων κρατύνουσα.

Θʹ. Τίς μὲν ἔλαθεν ἐκείνην, εὐχῆς ἢ καιρὸς, ἢ τόπος; ὃ καὶ πρῶτον ἦν αὐτῇ πάντων τῆς ἡμέ ρας κίνημα. Μᾶλλον δὲ τίς οὕτως ἔχειν ὁμοῦ τῷ αἰτεῖν τὸ αἰτούμενον ἤλπισεν; Τίς δὲ ἱερέων οὕτως ᾐδέσθη χεῖρα καὶ πρόσωπον, ἢ πᾶν εἶδος φιλοσοφίας ἐτίμησεν; Τίς δὲ μᾶλλον νηστείαις καὶ ἀγρυ πνίαις τὰς σάρκας ὑπέσπασεν, ἢ ψαλμῳδίαις ἑαυτὴν ἐστήλωσε παννύχοις τε καὶ ἡμερησίαις; Τίς μὲν παρθενίαν ἠγάσθη πλέον, καίπερ ἀνασχομένη δέσεως; Τίς δὲ ὀρφανῶν καὶ χηρῶν