1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

1

De oratione dominica orationes v

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΗΝ ΠΡΟΣΕΥΧΗΝ ΛΟΓΟΙ εʹ.

ΛΟΓΟΣ αʹ.

Προς ευχῆς ἡμῖν διδασκαλίαν ὁ θεῖος ὑφηγεῖται λόγος, δι' ἧς τοῖς ἀξίοις αὐτοῦ μαθηταῖς, τοῖς ἐν σπουδῇ τὴν γνῶσιν τῆς προςευχῆς ἐπιζητοῦσιν, ὅπως οἰκειοῦσθαι προςήκει τὴν θείαν ἀκοὴν διὰ τῶν ῥημάτων τῆς προς ευχῆς ὑποτίθεται. Ἐγὼ δὲ τολμήσας μικρὸν ἄν τι προς θείην τοῖς γεγραμμένοις, ὅτι οὐ τὸ πῶς δεῖ προσεύχεσθαι τὸν παρόντα σύλλογον διδάσκεσθαι χρὴ, ἀλλ' ὅ τι δεῖ πάντως προσεύχεσθαι, ὅπερ οὔπω τάχα δέδεκται ἡ τῶν πολλῶν ἀκοή· ἠμέληται γὰρ ἐν τῷ βίῳ καὶ παρεώραται τοῖς πολλοῖς τὸ ἱερὸν τοῦτο καὶ ἔνθεον ἔργον, ἡ προςευχή. Περὶ τούτου τοίνυν δοκεῖ μοι καλῶς ἔχειν πρῶτον ὡς ἔστι δυνατὸν λόγῳ διαμαρτύρασθαι τὸ δεῖν πάντως τῇ προςευχῇ προςκαρτερεῖν, καθώς φησιν ὁ ἀπόστολος, εἶθ' οὕτως ἀκοῦσαι τῆς θείας φωνῆς τῆς ὑποτιθεμένης ἡμῖν τὸν τρόπον ὅπως χρὴ προςάγειν τῷ κυρίῳ τὴν δέησιν· ὁρῶ γὰρ ὅτι πάντα μᾶλλον ἐν τῷ παρόντι σπουδάζεται βίῳ, ἄλλου πρὸς ἄλλο τι τῇ ψυχῇ τετραμμένου, τὸ δὲ τῆς 204 εὐχῆς ἀγαθὸν διὰ σπουδῆς τοῖς ἀνθρώποις οὐκ ἔστιν. Ἐπορθρίζει ταῖς ἐμπορίαις ὁ κάπηλος, πρὸ τῶν ὁμοτέχνων τὸ οἰκεῖον ἐπιδεῖξαι τοῖς ὠνουμένοις φιλονεικῶν, ὡς ἂν προ λάβοι τοῦ δεομένου τὴν χρείαν, ὑποφθάσας τοὺς ἄλλους, καὶ τὸ οἰκεῖον ἀπεμπολήσειεν. Ὡςαύτως καὶ ὁ ὠνούμενος τὸ μὴ διαμαρτεῖν τοῦ πρὸς τὴν χρείαν ἐν τῷ προληφθῆναι παρ' ἑτέρου πρὸ ὀφθαλμῶν ἔχων οὐκ ἐπὶ τὸ εὐκτήριον, ἀλλ' ἐπὶ τὸ πρατήριον τρέχει, καὶ πάντων τὴν ἴσην πρὸς τὸ κέρδος ἐχόντων ἐπιθυμίαν, καὶ φθάσαι τὸν πέλας φιλο νεικούντων, ἐξεκλάπη διὰ τῶν σπουδαζομένων ἡ τῆς προς ευχῆς ὥρα, εἰς τὴν ἐμπορίαν μετατεθεῖσα. Οὕτως ὁ χει ροτέχνης, οὕτως ὁ περὶ λόγους ἠσχολημένος, οὕτως ὁ δικαζόμενος, οὕτως ὁ δικάζειν λαχὼν, περὶ τὰ ἐν χερσὶν ἕκαστος ὅλος τῇ σπουδῇ ῥέπων, ἐκλέλησται τῆς κατὰ τὴν εὐχὴν ἐργασίας, ζημίαν κρίνων πρὸς τὸ προκείμενον ἑαυ τῷ τὴν περὶ τὸν θεὸν ἀσχολίαν. Οἴεται γὰρ ὁ μὲν τὴν τέχνην μετιὼν ἀργόν τι χρῆμα καὶ ἄπρακτον εἶναι τὴν θείαν πρὸς τὸ προκείμενον συμμαχίαν· διὸ καταλιπὼν τὴν εὐχὴν ἐν ταῖς χερσὶ τὰς ἐλπίδας τίθεται, ἀμνημονῶν τοῦ δεδωκότος τὰς χεῖρας. Ὡςαύτως καὶ ὁ τὸν λόγον δι' ἐπιμελείας κατορθῶν ἑαυτῷ οὐ λογίζεται τὸν δεδωκότα τὸν λόγον, ἀλλ' ὡς ἑαυτὸν εἰς τὴν φύσιν ταύτην παραγα γὼν πρὸς ἑαυτὸν βλέπει καὶ ταῖς τῶν μαθημάτων προς ανέχει σπουδαῖς, οὐδὲν ἐκ τῆς τοῦ θεοῦ συνεργίας αὐτῷ γενήσεσθαι τῶν ἀγαθῶν νομίζων προτιμοτέραν ποιεῖται τῆς προςευχῆς τὴν σπουδήν. Τὸν αὐτὸν τρόπον καὶ τὰ λοιπὰ τῶν ἐπιτηδευμάτων ἐκκρούει τὴν περὶ τὰ μείζω καὶ οὐράνια τῆς ψυχῆς ἀσχολίαν τῇ τῶν σωματικῶν τε καὶ γηΐνων φροντίδι. ∆ιὰ τοῦτο πολλὴ κατὰ τὸν βίον ἡ ἁμαρτία, ἀεὶ ταῖς προςθήκαις ἐπὶ τὸ μεῖζον αὔξουσα, πάσαις ταῖς ἀνθρωπίναις σπουδαῖς ἐμπεπλεγμένη, διότι λήθη τοῦ θεοῦ κατακρατεῖ τῶν πάντων, καὶ τὸ τῆς εὐ χῆς ἀγαθὸν τοῖς ἀνθρώποις τῶν σπουδαζομένων οὐ συνε φάπτεται. Τῇ ἐμπορίᾳ συνειςέρχεται ἡ πλεονεξία· πλεον 206 εξία δέ ἐστιν εἰδωλολατρεία. Οὕτως ὁ γεωργὸς οὐ ταῖς ἀναγκαίαις χρείαις συμμετρεῖ τὴν γεωπονίαν, ἀλλ' ἀεὶ πρὸς τὰ πλείω τὴν σπουδὴν ἐπεκτείνων πολλὴν δίδωσι τῇ ἁμαρτίᾳ κατὰ τοῦ ἐπιτηδεύματος εἴςοδον, τοῖς ἀλ λοτρίοις ὅροις ἐμπλατυνόμενος. Ὅθεν αἱ δυσθεράπευτοι φύονται φιλονεικίαι, περὶ τῶν τῆς γῆς ὅρων ἀντεγει ρομένων ἀλλήλοις τῶν τῇ ὁμοίᾳ νόσῳ τῆς πλεονεξίας κεκρατημένων. Ἐντεῦθεν οἱ θυμοὶ καὶ αἱ πρὸς τὸ κακὸν ὁρμαὶ καὶ αἱ