1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

20

σῖτός ἐστιν, ἐκ δὲ τοῦ σίτου ὁ ἄρτος γίνεται. Ἡ δὲ τρυφὴ τὸ ζιζάνιον, ὃ παρεσπάρη παρὰ τοῦ ἐχθροῦ τῷ σίτῳ. Ἀλλ' ἀφέντες οἱ ἄνθρωποι διὰ τῶν ἀναγκαίων λειτουργεῖν τῇ φύσει ὄντως συμπνί γονται, καθώς φησί που ὁ λόγος, ταῖς περὶ τὰ μάταια σπουδαῖς, καὶ ἀτελεςφόρητοι μένουσι, πρὸς ταῦτα τῆς ψυ χῆς ἑαυτὴν εἰς τὸ διηνεκὲς ἀσχολούσης. Τάχα μοι δοκεῖ τοιοῦτόν τι καὶ ὁ Μωϋσῆς δι' αἰνιγμάτων φιλοσοφεῖν, τῆς κατὰ τὴν γεῦσιν ἡδονῆς σύμβουλον τὸν ὄφιν παραστή σας τῇ Εὔᾳ. Φασὶ γὰρ τὸ θηρίον τοῦτο, τὸν ὄφιν, εἰ τὴν κεφαλὴν ὑπαγάγοι τῇ ἁρμονίᾳ, εἰς ἣν παραδύεται, μὴ ἂν ἐκ τοῦ οὐραίου ῥᾳδίως παρὰ τῶν ἀντισπώντων ἀνελκυσθῆναι, τῆς τραχείας φυσικῶς φολίδος εἰς τὸ ἔμπαλιν πρὸς τὴν τῶν ἐφελκομένων βίαν ἀντιβαινούσης· καὶ οὗ κατὰ τὸ ἔμπροσθεν ἀκώλυτός ἐστιν ἡ διάδυσις, τῷ λείῳ τῆς φολίδος ὀλισθαινούσης, τούτου ἀμήχανος ἡ ἐκ 282 τῶν κατόπιν ἀνάλυσις ταῖς τῶν λεπίδων προςβολαῖς ἀν τισπωμένη, δεικνύντος, οἶμαι, τοῦ λόγου ὅτι τὴν ἡδονὴν εἰςιοῦσαν καὶ παραδυομένην τῇ τῆς ψυχῆς ῥαχίᾳ φυλάτ τεσθαι χρὴ, καὶ ἀποφράττειν, ὡς ἔνι μάλιστα, τὰς ἁρμονίας τοῦ βίου. Οὕτω γὰρ ἂν καθαρὰ φυλαχθείη τῆς τῶν θηρίων ἐπιμιξίας ἡ ἀνθρωπίνη ζωή. Εἰ δέ τινα πάρο δον καθ' ἡμῶν λάβοι, διαλυθείσης ἐν ἡμῖν τῆς ἐναρμο νίου ζωῆς, ἐμφωλεύσει διὰ τούτων ὁ τῆς ἡδονῆς ὄφις, τοῖς τῆς διανοίας χωρήμασι δυςέκβλητος διὰ τῶν φολί δων γινόμενος. Φολίδας δὲ ἀκούων τὰς πολυτρόπους τῶν ἡδονῶν ἀφορμὰς διὰ τοῦ αἰνίγματος νόησον· ἓν γὰρ θη ρίον τῷ γενικῷ λόγῳ τὸ καθ' ἡδονήν ἐστι πάθος, αἱ δὲ ποικίλαι καὶ πολύτροποι τῶν ἡδονῶν ἰδέαι, αἱ διὰ τῶν αἰσθήσεων ἐμμιχθεῖσαι τῇ ἀνθρωπίνῃ ζωῇ, αὗταί εἰσιν αἱ περὶ τὸν ὄφιν φολίδες τῇ ποικιλίᾳ τῶν παθημάτων κατάστικτοι. Εἰ οὖν φεύγεις τὴν τοῦ θηρίου συνοίκησιν, φύλαξαι τὴν κεφαλὴν, τοῦτ' ἔστι τὴν πρώτην τοῦ κακοῦ προςβολήν· εἰς τοῦτο γὰρ φέρει τῆς ἐντολῆς τοῦ κυρίου τὸ αἴνιγμα, Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρή σεις αὐτοῦ πτέρναν. Μὴ δῷς πάροδον τῷ ἑρπυστῇ πρὸς τὸ ἐνδότερον εἰςέρποντι, καὶ ἀπὸ τῆς πρώτης ἀρχῆς ὅλον ἑαυτοῦ τὸν ὁλκὸν συνειςφέροντι. Μεῖνον ἐπὶ τῆς χρείας. Ὅρος ἔστω σοι τῆς τοῦ ζῇν φροντίδος ἡ διὰ τῶν ἐπιτυχόν των τοῦ ἐνδέοντος πλήρωσις. Εἰ δὲ καί σοι ὁ τῆς Εὔας σύμβουλος διαλέγοιτο περὶ τοῦ κατὰ τὴν ὄψιν καλοῦ καὶ τὴν γεῦσιν ἡδέος, καὶ ζητοίης ἐπὶ τῷ ἄρτῳ τὸν ὄψον τὸ τοιόνδε καὶ τὸ διὰ τῶν τοιῶνδε ἡδυσμάτων ὀψοποιούμε νον, εἶτα διὰ τούτων ἔξω τῶν ἀναγκαίων ὅρων τὴν ἐπι θυμίαν ἄγοις, τότε ὄψει τὸν ἑρπυστὴν κατὰ τὸ λέληθος πρὸς πλεονεξίαν ἀκολούθως μεθέρποντα. Ἀπὸ γὰρ τῆς ἀναγκαίας τροφῆς ἐπὶ τὴν ὀψοφαγίαν ἕρψας, πρὸς τὸ ἐν ὀφθαλμοῖς ἡδὺ μεταβήσεται, σκεύη λαμπρὰ ζητῶν, καὶ ὑπηρέτας ἁβροὺς, καὶ κλίνας ἀργυρᾶς, στρωμνὰς μαλακὰς, καλύμματα διαφανῆ 284 καὶ χρυσόπαστα, θρόνους, τρίποδας, πλυνοὺς, κρατῆρας, ῥυτὰ, ψυκτῆρας, οἰνοχοὰς, χέρνιβα, λυχνίας, θυμιατήρια καὶ τὰ τοιαῦτα ἐπιζητῶν. ∆ιὰ τούτων γὰρ ἡ ἐπιθυμία τῆς πλεονεξίας εἰςέρχεται· ἵνα γὰρ ἡ πρὸς τὰ τοιαῦτα μὴ λίποι παρασκεύη, προςόδων χρεία, δι' ὧν συμπορι σθήσεται τὰ ζητούμενα. Οὐκοῦν κλαῦσαι χρὴ τὸν δεῖνα, καὶ οἰμῶξαι τὸν σύνοικον, καὶ πολλοὺς ἐλεεινοὺς γενέσθαι τῶν ἰδίων ἐκπίπτοντας, ἵνα διὰ τῶν δακρύων ἐκείνων ἡ περὶ τὴν τράπεζαν τούτῳ τραγῳδία λαμπρύνοιτο. Ἐπει δὰν δὲ καὶ τούτοις ὁ ὄφις ἑαυτὸν ἐπειλίξῃ, καὶ πλήσῃ τὴν γαστέρα τῶν κατὰ γνώμην, ἀκολούθως μετὰ τὰς πλησ μονὰς ἐπὶ τὴν ἀκόλαστον λύσσαν ἰλυσπώμενος κατασύρε.

Τοῦτο δέ ἐστι τὸ ἔσχατον τῶν ἀνθρωπίνων κακῶν. Ὡς ἂν οὖν μηδὲν γένοιτο τούτων, τῇ εὐπορίᾳ τοῦ ἄρτου τὴν ζωὴν περιόριζε, ὄψον ζητῶν τὸ παρ' αὐτῆς ὀψο ποιούμενόν σοι τῆς φύσεως. Τοῦτο δέ ἐστι μάλιστα μὲν ἡ ἀγαθὴ συνείδησις, τῇ δικαίᾳ μεταλήψει τὸν ἄρτον ἡδύ νουσα. Εἰ δὲ καὶ τὴν κατὰ τὸν λαιμὸν αἴσθησιν ἥδεσθαι θέλοις, ὄψον σοι γενέσθω ἡ ἔνδεια, καὶ τὸ μὴ ἐπιβαλεῖν κόρον τῷ κόρῳ, μηδὲ ἀπαμβλύνειν τῇ κραιπάλῃ τὴν ὄρε ξιν· ἀλλὰ προηγείσθωσάν σοι τῆς τροφῆς τῶν ἐντολῶν οἱ ἱδρῶτες. Ἐν ἱδρῶτι καὶ πόνῳ φαγῇ τὸν ἄρτον σου. Ὁρᾷς τὴν πρώτην