1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

2

ἀνθρώπους λεῖψε πάθος τελέσας, Ἔνθα λόγῳ τε νόῳ τε καὶ ἅψεσιν ἀστυφέλικτος, Ἑστηὼς νιφετῷ βάλλετο καὶ ἀνέμοις· Οὐδ' ὑπόεικε λιτῇσι περισταδὸν ἄλλοθεν ἄλλων Ἀνδρῶν εὐσεβέων ἀμφὶς ἑλισσομένων, Ἀλλ' ἔχετο κρατερῶς Χριστοῦ μεγάλοιο ἄνακτος, Ἔνθεν ἀναστήσας ὃν νόον ἐκ μερόπων, Μέσφ' ὅτ' ἀποψύχοντι δόμον νέον ἀμφὶς ἔθηκαν, Οὐδ' ἐμπαζομένῳ κηδεμόνος παλάμης. 1458 Ἆ, φρίκος ἦλθεν ἔμοιγε· λόγοις πιστοῖσι τετύχθαι Τόνδε νόμον μοναχοῖς οὔνομα καὶ βίοτον, Οὓς πλεῖστοι μὲν ἴσασιν, ἀτιμάζουσι δὲ παῦροι Πλεῖον θερμοτέρους ἔμφρονος εὐσεβίης, Εὖτέ τις εὐαγέων ἀνδρῶν κείνοισι πελάσσῃ· Ἡμεδαποῖο νόμου μηδὲν ἐπιστάμενος, Πρῶτά μιν εὐμενέως μὲν ἑοῖς τίουσι δόμοισιν, Ἀμφαγαπαζόμενοι πᾶσι τύποις φιλίοις, Καὶ ψυχὰς θείοισι λόγοις, οὓς Πνεῦμ' ἐχάραξεν, Ὑψοῦσιν, φαενὴν δαῖτα χαριζόμενοι· Αὐτὰρ ἔπειτα, νόμου τις ἀπηνέος ἐν μεσάτοισι Μνήσατο, καὶ τοῖον ἐξερέεινεν ἔπος, Εἰ καλὸν εὐσεβέεσσι Θεοῦ πέρι πότμον ἐπισπεῖν, Ἕλκων κρυπταδίοις ῥήμασι πικρὸν ἔπος. 1459 Εἰ δ' ὅγ' ἀϊδρείῃσιν ἐπαινήσειε τελευτήν· Θνήσκουσιν πολλοῖς προφρονέως θανάτοις· Αὐτοὶ ὑπὸ σφετέρης παλάμης, καὶ γαστρὸς ἀνάγκῃ· Οἱ δὲ κατὰ σκοπέλων, βένθεσί τ' ἠὲ βρόχοις, Μάρτυρες ἀτρεκίης, πολέμου δ' ἄπο καὶ στονόεντος Χαίρουσιν βιότου τοῦδ' ἀπανιστάμενοι Ἵλαθι, Χριστὲ ἄναξ, πισταῖς φρεσὶν ἀφραδέουσιν, Οἷά τ' ἀπὸ νύσσης πῶλος ἀεθλοφόρος Τῆλε φέρων ἑὰ γοῦνα, ποδωκείῃσι πεποιθὼς, Οὐδὲ χαλινοῖσιν ἐντὸς ἐεργόμενος. Ἄλλος δ' αὖτ' ἄλλης ἀρετῆς ἐπιτέρπετ' ἐρωῇ· Σταθμῶν πλειοτέρων, πλείονες ἐργατίναι. Ἀλλὰ τί μοι τὰ ἕκαστα λέγειν; Στεινὴν γὰρ ἀταρπὸν Παύροισιν μερόπων ἐνθάδ' ὁδευομένην 1460 Οἵδε διεξελάουσι, καὶ ἀργαλέον πυλεῶνα, Τῶν ἀγαθῶν πολλοῖς στειβόμενον καμάτοις. Τοῖον μὲν Χριστοῖο λάχος, τοῖον δ' ἀπὸ γαίης Πατρὶ Χριστὸς ἄγει καρπὸν ἑῶν παθέων, Ἕρμα λόγου, λαοῦ δὲ κλέος, κόσμου δὲ θέμεθλον, Κάλλεσιν οὐρανίοις ἀντεπιδεικνύμενον. Τῶν καὶ ἐμοὶ γένος ἐστὶ φαεσφόρον. Ὄμματα τήκοι Ὁ φθόνος. Ἀλλὰ σύ μοι τοῖσδε φίλα φρονέειν, Κληδονίῳ πρώτιστον ἐνηέϊ, ὅς γε πενιχροῖς Ζώει, καὶ Χριστῷ πάντ' ἀνέθηκε φέρων, Αὐτὸν μὲν πρώτιστον, ἔπειτα δὲ ὅσσ' ἐπέπαστο· Οὐδὲν ἑῇ ζωῇ λειπόμενος χθονίῃ, Μάργαρος ἐν λάεσσιν, ἐν ἀστράσι φωσφόρος ἄλλος, Εἴαρ ἐν ὥρῃσιν, ἐν δὲ φυτοῖσι ῥόδον. 1461 Καὶ χθονίου ποτ' ἄνακτος ἐν αὐλαῖς κύδεϊ γαίων, Μεῖζον ἐν ἡμετέρῳ ἕρκεϊ κῦδος ἔχει· Χριστῷ γὰρ βασιλῆϊ παρίσταται. Αὐτὰρ ἔπειτα, Πολλὸν ὁμηλικίης κρείσσονι Εὐλαλίῳ, Τόν ῥα κασιγνήτοιο μέγα σθένος Ἑλλαδίοιο Ἥμισυν ἄρτι λιπὼν, ᾤχετ' ἀποπτάμενος Ἐς χορὸν, ὃν ποθέεσκεν· ὁ δ' ἐνθάδε μοῦνος ἐλείφθη, Οὐδὲν ἔχων ὁράαν φέρτερον Ἑλλαδίου. Μητέρα δ' ἀμφιβέβηκεν ἑὴν στυγερῆς ὑπὸ νούσου Τειρομένην, ὀλίγαις ἐν ψεκάσι βιότου· Οἵαν πουλὺς ὁ μῦθος ἐλεγχέμεν, ἄρκιον εἰπεῖν Τοιούτων τεκέων μητέρα βαιὸν ἔπος. Καρτέριον δ' ἑτέρῳ δῶκεν Θεός· ἀλλ' ἄρα καὶ τὸν Θήσεις σὸν, φιλότης, εὐμενέων ἑτάροις· Καρτέριον, τοῦ κῦδος ἐν οὐρανίοισι μέγιστον 1462 Αἰὲν ἀειρομένου πνεύματι σαρκὸς ἄπο. Φείδεο καὶ μεγάλου Νικομήδεος, εἴ τιν' ἀκούεις, Ὃς ζωὴν βροτέην δῶκεν ἐπουρανίῃ, Καὶ θυσίην μεγάλοιο πατρὸς ζήλωσε παλαιὴν Ἀβραὰμ, ἁγνίσσας ὧν τεκέων δυάδα, Σπεύδοντ' ἐς θυσίην ἱερήϊα· καὶ γάμον ἐσθλὸν Θήκατ', ἐπεί ῥα γάμου κἀγαμίης στέφανος. Οὐδ' ἔλιπεν γαίῃ πτόρθους χοὸς, ὡς ὅλος ἔλθῃ Γαῖαν ἐς αἰπεινὴν, τῆσδε λυθεὶς βιοτῆς, Καρπὸν ἀριστεύοντα μετ' ἀνδράσιν, ἠδὲ γυναιξὶν, Ἀνδράσιν υἷα φίλον, θηλυτέραις θύγατρα, Ἡμετέροισι χοροῖσιν ἑὸν στάχυν ἐγκαταλέξας, Ἔλπομαι, ὡς ληνῶν ἄξιον οὐρανίων, Εὐθαλέας ὅρπηκας ἀπ' εὐόδμοιο φυτοῖο· Εἰ δὲ καὶ ὧν τοκέων κρείσσονας, ἐκ τοκέων. 1463 Ἀλλὰ τὰ μὲν κρατεροῖο Θεοῦ ἐν χείρεσι κείσθω, Ὃς μέγα ταῖς μεγάλαις ἐλπίσι τέρμα φέρει. Νῦν γε μὲν οἷς τεκέεσσι πατὴρ, πτερὸν οἷα νεοσσοῖς Αἰετὸς ὠκυπέτης, πλησίον ἱπτάμενος, Ἰθύνει νεόπηκτον, ὅτ' ἠέρος ἐν λαγόνεσσι ∆ινεύοντ' οὔπω θαρσαλέῃ πτέρυγι, Πολλὰ μὲν εὐσεβίης παιδεύματα τοῖσιν ὀπάζων, Οὔπω δ' ἧς ἀρετῆς φέρτερον οὐδὲν ἔχων·