1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

18

ἐσσομένοισιν. Αὐτὰρ ἐγὼ (δὴ γάρ με Θεὸς μέγας ἴδριν ἔθηκεν Οὐρανίων, χθονίων τε, νόος δ' ἐπὶ πάντα φορεῖται, Βένθε' ἀνιχνεύων μεγάλου σὺν Πνεύματος αἴγλῃ) Φθέγξομαι, ἅσσ' ἐπέοικε θυηπόλον ἄνδρ' ἀγορεύειν. Ἄγγελον ἀτρεκίης ἐριηχέα, τῶν δὲ μαθητὴν, Οἳ κόσμον γλυκερῇσι Θεοῦ δήσαντο σαγήναις, Οὔτε λόγοις κρατεροῖσι πεποιθότες, οὔτ' ἀφένοιο 1553 Κάρτεϊ φυσιόωντες, ἀγακλέες, οὔτι πάροιθεν, Ὄφρα τις ὧδ' εἴπῃσι· Θεοὺ κράτος ἐστὶ Λόγοιο. Ἀλλ' ἄγε, τοῖσδ' ἐπέεσσι δίδου φρένα, καὶ γλυκεροῖσι, Μαψιδίοις ἐπέεσσι τόσον χρόνον οὖας ὑποσχὼν, Ὧν χάρις ἔστ' ἐπίπλαστος, ὁμοίϊος εἴδεσι μάχλοις, Βαιὸν ἐμοῖσι λόγοισιν ὑποκλίνειας ἀκουὴν, Ὧν κάλλος νόος ἐστὶν, ἀνέκπλυτον, ἀστυφέλικτον, Ὄμμασιν ἁγνοτάτοισι διαυγέα φῶτ' ἀμαρύσσων. Εἰ γὰρ ὀϊστεύσειε τεὴν φρένα Χριστὸς ἄνωθεν, Καὶ μεσάτην τρώσειεν ἀναψύχοντι βελέμνῳ, Ἀμφοτέρους κεν ἔρωτας ἐποπτεύων ἑκάτερθεν, Γνοίης κέντρον Ἄνακτος, ὅσον γλυκερώτερόν ἐστιν. Ἤδη μοι πολιόν τε κάρη, καὶ ἅψεα ῥικνὰ 1554 Ἐκλίνθη βιότοιο πρὸς ἕσπερον ἀλγινόεντος. Πολλοῖς μὲν λυπροῖσιν ἐμὸν κέαρ ἀντεβόλησε, Πολλοῖς δ' αὖ τερπνοῖσιν ἀμοιβαδὶς ὠκυμόροισιν. Ἀλλ' οὔπω τοιόνδε, τοσόνδε τε κῦδος ὄπωπα, Ὅσσον ἐπουρανίοιο Θεοῦ θεότητι πελάσσαι. Οἶον ἐμοὶ φίλον ἔσκε λόγων κλέος, οὓς συνάγειρεν Ἀντολίη τε ∆ύσις τε καὶ Ἑλλάδος εὖχος, Ἀθῆναι. Τοῖς ἔπι πόλλ' ἐμόγησα πολὺν χρόνον· ἀλλὰ καὶ αὐτοὺς Πρηνέας ἐν δαπέδῳ Χριστοῦ προπάροιθεν ἔθηκα, Εἴξαντας μεγάλοιο Θεοῦ Λόγῳ, ὅς ῥα καλύπτει Πάντα φρενὸς βροτέης τρεπτὸν πολυειδέα μῦθον, Τόσσον, ὅσον Φαέθων ὑψίδρομος ἀστέρας ἄλλους. Τοὔνεκ' ἐμῶν ἐπέων ἐμπάζεο. Καὶ γὰρ ἄμεινον 1555 Οὐ θέμις, οὐδ' ἐπέοικε Θεοῦ βροτὸν ἐκγεγαῶτα, Οὐρανίοιο Λόγοιο καλὴν καὶ ἄφθιτον εἰκὼ, Τὴν νοερὴν, νοερῶν τε δαήμονα, ὑψικέλευθον, Εἰδώλοις κενεοῖσιν ὑποκλίνεσθαι ἀθέσμως Εἰναλίων, χθονίων τε καὶ ἠερίων πετεηνῶν, Ὕλης σκιδναμένης ἰνδάλμασιν οὐτιδανοῖσι, Παίγμασι σῆς παλάμης, ἰῷ καὶ σητὶ καμούσης, Ὧν τὸ μὲν ἔστι σέβασμα, τὸ δ' ἥμισυ κεῖτ' ἀγέραστον· Οὐδὲ μὲν οὐρανίοισι (τὰ μὴ θεοὶ, ἐκ δὲ Θεοῖο Κτίστορος ἐξεγένοντο, καὶ εἰ μέγα κῦδος ἔχουσι), Μήνῃ τ' ἠελίῳ τε, καὶ ἄστρασιν οἵ ῥα πόλοιο Κόσμος. Ὅδ' οὐρανίοιο φορεύμενον ἄσπετον εἶδος Κυκληδὸν, πολλοῖσι κεκασμένον ἔνδοθι κόσμοις, 1556 Κήρυξ ἀγλαόφωνος ἀναυδέσι ῥήμασι τέχνης, Ἣ τόδε πᾶν συνέπηξε, καὶ ἁρμονίῃ συνέδησεν, Ὄφρα κε δερκομένοισιν ἀδερκέα φῶτες ἕλωσι. Καὶ γάρ τις δόμον αἰπὺν ὁρῶν, δωμήτορα λεύσσει, Καὶ ναῦς ναυπηγοῖο διάγγελος οὐ λαλέουσα. Τύνη δ', ὦ θεοποιὲ, νέων πάτερ οὐρανιώνων, Ἤδη καὶ στυγεροῖσι σεβάσμασι γούνατ' ἔκαμψας, ∆αίμοσιν ἀψύχοισι, κακούς τ' ἀγαθούς τ' ἐκάλεσσας, Οἳ πάντες τελέθουσι κακοὶ, καὶ πλάσματος ἐσθλοῦ ∆υσμενέες, φθονεροὶ, φιλοδαίμονες, ἀγριόθυμοι, Σαρκοχαρεῖς, κνίσσῃσι γεγηθότες, ἰλυόεντες, Οὓς Χριστὸς, μεγάλοιο Θεοῦ Λόγος, εὖτε φαάνθη Ἀνδρομέοισι τύποισιν ἀδμὴς Θεὸς, ὦσεν ὀπίσσω, 1557 ∆ηρὸν δὴ κρατέοντας ἐπὶ χθόνα· αἵματι σεμνῷ Αἵματα λῦσεν ἀλιτρὰ, νόου δ' ἀνέδειξε θυηλὴν Τὴν κρυπτὴν τοπάροιθε, φαεινομένην ὀλίγοισιν. Οὐ μέγα· καὶ γὰρ ἐγὼ, Χριστοῦ λάχος, οὔνομα σεπτὸν Πολλάκι μοῦνον ἔειπον· ὁ δ' ᾤχετο τηλόθι δαίμων Τρύζων, ἀσχαλόων τε, βοῶν σθένος Ὑψιμέδοντος. Ἢ σταυροῦ μεγάλοιο χαράγματι μηδὲ μένοντι Ἠέρα μέσσον ἔγραψα, τύπος δ' ἔστησε τρόπαιον, Ὡς τοπάρος Μωσῆος ἀγακλέος ἐν παλάμῃσιν. Ἤθελον ἠερίης σκοπιῆς καθύπερθεν ἀερθεὶς, Βρονταῖον πάντεσσιν ἐπιχθονίοισιν ἀῦσαι· Ἄνθρωποι θνητοὶ, καὶ τέκτονες οὐδὲν ἐόντων, Μέχρι τίνος ψεύστῃσι καὶ ἠματίοισιν ὀνείροις 1558 Παιζόμενοι, παίζοντες, ἐπὶ χθονὶ μὰψ ἀλάλησθε; Λάτριες εἰδώλων κενεόφρονες, οἳ παθέεσσιν Ἄλκαρ ἑοῖς μήσασθε θεοὺς στήσασθαι ἀλιτροὺς, Ψεύστας, ἀνδροφόνους, σκολιοὺς, ἐπίορκον ὀμοῦντας, Ἅρπαγας, ἀνδρογύνους, μοιχοὺς, ἐπιβήτορας ἀνδρῶν. Ἄθρει δὴ πρώτιστον ὅσ' ἔπλετο μαργοσύνῃσι, Ταῦρος, κύκνος, χρυσὸς, ὄφις, πόσις, ἄρκτος, ἅπαντα Ὅσσα μιν ὠκὺς ἄνωγεν ἔρως, κοῦρός τ' ἀλαπαδνὸς, Ὡς αὐτοί γ' ἐνέπουσι