1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

4

Χριστοῦ γεῦσιν, ἄκος προτέρης. Πολλαὶ μὲν δὴ γαῖαν ἐπιπνείουσιν ἅπασαν, Ὁσσατίην σωτὴρ μῦθος ἐπιστρέφεται. 1470 Αἱ μὲν ὁμηγερέες, ξυνὸν πόθον ἀμφιέπουσαι Οὐρανίου ζωῆς, ἶσά τε μέτρα βίου, Αἱ δ' ἄρ' ἑοῖς τοκέεσσι παρήμεναι ἀδρανέουσιν, Ἠὲ κασιγνήτοις μάρτυσι σωφροσύνης. Αὐτὰρ ἐμοὶ παῦραι μὲν, ἀτὰρ πλεόνεσσιν ἐρίζω, Γηθόσυνος Χριστοῦ κάλλεσιν οὐρανίοις. Χρύσεα μὲν Λυδίοισι δόμοις ἐχαρίζετο μῦθος Ψήγματα, καὶ ποταμοῦ ὀλβοδότοιο ῥόον. Χρυσοφόροι δ' Ἰνδοῖσι μελαγχρώτεσσιν ἄφυσσον Μύρμηκες κοίλης πλοῦτον ἀπὸ ψαμάθου. Νεῖλος δ' εὐκάρποισιν ἐπαΐσσων πεδίοισιν Ὥριος, Αἴγυπτον θῆκεν ἐρισθενέα. Ἄλλος δ' ὀρνίθεσσιν ἀγάλλεται, ὃς δὲ φυτοῖσιν, Ὃς δὲ λίθοις τερπνοῖς ἔνδοθι λαμπομένοις. 1471 Αὐτὰρ ἐμοὶ πάντων περιώσιον εὖχος ἔδωκε Χριστὸς ἄναξ, πολλῶν εὐσεβέων στέφανον. Ἦ ῥ' ἐτεόν· τυτθοῖσι Θεὸς χάριν αἰὲν ὀπάζει, Ὥσπερ ὑποσχεσίη ἐστὶ παλαιοτέρη Βηθλεὲμ ἐν προτέροισιν, ἐμῷ νέον ἄστεϊ τυτθῷ, Τῇ μὲν ἑῇ γέννῃ, τῷ δ' ἄρ' ἐμοῖσι φίλοις. Οὗτός σοι χορὸς ἄλλος ἐμῆς ἀπολάμπεται αἴης, Οἷος ἀριστοτόκου πατρίδος ὑμετέρης, Ἀρμενίης, ἣ πολλὸν ἀριστεύουσ' ἐπὶ γαίης, Φέρτατον εὖχος ἔχει ἀζυγέων ἄφενος. Τοῖσι χαριζόμενος, βαιὴν μὲν ἔμοιγε, φέριστε, Σοὶ δ' αὐτῷ μεγάλην ἴσθι χάριν παρέχων, Σαυτῷ, καὶ τεκέεσσι, φίλῃ τε δάμαρτι μέγιστον Πλοῦτον ἄγων, ζωῆς ἐλπίδα λαμπροτέρης. 1472 Εἰ δέ τέ που καὶ ἐμῆς, ἑτάρων ἀγανώτατε πάντων, Τῆς ἀρχαιοτέρης μνῆστιν ἔχεις φιλίης (Οὐ γὰρ ἐν εὐσεβέεσσιν ἐμόν ποτε οὔνομα θήσω), Μηδέ μ' ἀτιμάζειν, οὐ γὰρ ἔοικε, φίλος· Ἀλλ' ἐπ' ἐμοῖς ἑτάροισι χάριν καὶ κῦδος ὀπάζειν· Ἔστι δὲ καὶ ἐμέο πὰρ πλεόνεσσι λόγος· Εἴ τοι μὴ πλεόνεσσι, σὲ δ' ἄξιον ἀντί νυ πάντων Ἅζεσθαι φιλίην, ὦ μάκαρ, ἡμετέρην. Ὧδ' ἂν καὶ πάντεσσι φίλοις κεχαρισμένα ῥέζοις, Οἷσιν ὁμῶς τιμὴ εὔαδε τῶν ὁσίων, Βασιλίῳ δὲ μάλιστα, τὸν ἔξοχα Χριστὸς ἔτισεν, Ὃς μέσος ἀμφοτέρων ἵσταται, εἰς ἓν ἄγων Ἄκρα φίλων, ξυνῷ δὲ πόθῳ συνέδησεν ἄμεινον· Τῷ σὺ χαρίζεσθαι πάντα δικαιότατος, 1473 Αἰδόμενος πάτρην τε φίλην, καὶ ἥλικα μῦθον, Καὶ καθαρὰς θυσίας, καὶ πτερόεντα βίον, Οἷσιν ἔσω σκηνῆς πάντων ἀβάτοιο πόδεσσι ∆εύτερος ἐξ Ἀαρὼν ἱστάμενος μεγάλου, Καὶ Θεὸν ὑψιμέδοντα καταντίον ὄμματι λεύσσων, Θνητοὺς ἀθανάτῳ μίγνυσι λισσόμενος. Κείνῳ μὲν τὰ ἔμοιγε χαρίζεαι, ὅσσα δ' ἐκείνῳ, Χριστῷ, τοῦδε χάρις ἐς Πατέρ' ἐστὶ χάρις. Λίσσομ' ὑπὲρ ψυχῶν, καὶ οὐρανίου βιότοιο, Λίσσομ' ὑπὲρ μελέων πνεύματι δαπτομένων. ∆ὸς χάριν ἠματίοισι πόνοις, νυχίῃσί τ' ἀοιδαῖς· ∆ὸς δὲ χαμευνίῃ, λεπταλέοις τε γόοις, Καὶ τρυχίνοις ῥακέεσσι, καὶ ὄμμασι τηκομένοισι· ∆ὸς δὲ νόῳ καθαρῷ, δὸς δ' ἱεροῖσι λόγοις, Ὄφρ' ἀρετὴν τίων, ἀρετῆς ὁδὸν ἀμπετάσειας 1474 Πλείοσι, καὶ πλεόνων μισθὸν ἔχοις Θεόθεν. Σπείραις δ' ἔνθα μένοντα, καὶ ἄφθιτον ἀμήσαιο Καρπὸν ἐπουράνιον, πλούσιον ἀντ' ὀλίγων. Αἴδεο καὶ πολιὴν θεοειδέα πατρὸς ἐμοῖο, Ἔμπλεον ἀνθρώποις θαύματος ἱστορίην Ἀμφότερον, ἐτέων τε κύκλοισι, καὶ ἤθεσι κεδνοῖς· «Ὑστάτιόν τοι ἔπος φθέγξομαι ἀδρανέων. Ποίμνης ἡμετέρης περιφείδεο, φείδεο ποίμνης, Ὦ τέκος, ἡμετέρης, ἧς ῥα περιτρομέω. Καὶ γὰρ πόλλ' ἐμόγησα, Θεὸς δέ μοι ἐγγυάλιξε Ποιμαίνειν πολλὰς εἰς ἐτέων δεκάδας. Σοὶ δὲ Θεὸς ὀπάσειεν, ὅσ' εὐσεβέεσσιν ὀπάζει, Ἄλλα τε καὶ λιπαροῦ γήραος ἀντιάσαι.» Τοῖα πατρὸς ἐμοῖο θεόφρονος, αὐτὰρ ἔγωγε Φθέγξομ' ἀφ' ἡμετέρου Γράμματος ἐσθλὸν ἔπος· 1475 «Μέτρα Θεοῦ μέτροισιν ἰσάζεται ἡμετέροισιν· Οἷά περ ἀλλήλοις ἐνθάδε μετρέομεν, Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας.» Ἀλλὰ μετροίη Κρείσσοσι τὰ κρείσσω νῦν τε καὶ ὑστάτιον· Νῦν πᾶσιν ἀνθρώποισι θεμείλιον, ἠὲ κάκιστον, Ἠὲ καλὸν βιότου βάλλετ' ἐφημερίου. Καὶ τυτθῇ πλάστιγγι μέγα κτέαρ οὐρανίοιο Σείεται· ἡ δὲ ῥοπὴ ἔνθα καὶ ἔνθα φέρει. Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη, Ἠνίκα Καῖσαρ ὅλην γαῖαν ἀπεγράφετο· Καὶ τέλος αὐτὸς ἔδωκε βροτῷ Θεὸς, ὥς κεν ὀπάσσῃ Θνητοῖς δουλοσύνης τήνδε παρηγορίην. Ἅζεο τὴν Χριστοῖο χάριν, καὶ φείδεο λαῶν· Ἅζεο, καὶ σὺ γράφῃ βίβλον ἐς οὐρανίην