1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

3

Ὃς θείοισι λόγοισι, καὶ ἤθεσι τούσδ' ἀνέθηκεν, Ἐξ ἁπαλῶν ὀνύχων ἐσθλὸν ἐρειδόμενος, Καὶ πενίην ἱερὴν κλῆρον πόρσυνε μέγιστον, Μηδὲν ὥς κε λίποι ὄργανον εὐοδίης. Οὗτος μὲν δή σοι τοῖος δόμος, εὖχος ἐμοῖο, 1464 Εὖχος ἐμῆς μάνδρης, αἵματος ἐξ ἐμέθεν. Οὐδὲ μὲν ἐν πυμάτοισι Θεόγνιος, ἀλλ' ἐπὶ γαίης Ἱστάμενος, θώκων ἅπτεται οὐρανίων, Μείλιχος, ἡδυεπὴς, αἰεὶ χλοάοντι προσώπῳ Φαίνων εὐμενέος πνεύματος ἀγλαΐην, Οὐδ' ἐπίπλαστον ὕπερθεν, ὁμοίϊα θηλυτέρῃσι, Βάλλων χρῶμ' ἀρετῆς, κάλλος ἐλεγχόμενον, Ἀλλὰ φόβον πραπίδεσσι Θεῷ φίλον ἐντὸς ἐέργων, Μούνῳ τῷ κρυφέων ἴδμονι φαινόμενον. Θαῦμα μέγ', ὑστάτιόν περ ἐπαΐξας σταδίοισι Τῆς ἀρετῆς, ὅσσον ἔφθασε τοὺς προτέρους Καρπαλίμοισι πόδεσσι· φίλοις δέ τε παισὶν ἀρείω Γευσαμένοις σοφίης μοῖραν ἔδειξε βίου. 1465 Ἢν δὲ πάρος γαίηθεν ἐς οὐρανὸν εἶδε ταθεῖσαν Ἰσακίδης Ἰακὼβ ἡμέτερος προπάτωρ Κλίμακα, τήνδ' ἀνιὼν, ὥς κεν Θεὸν αὐτὸν ἴδηται, Πηγὴν ἀκροτάτην οὐρανίων φαέων· Βαθμῶν τὸν μὲν ἔλειπεν, ὁ δ' ἴχνια νῦν ὑπέδεκτο, Τοῦ δ' ἔχεται παλάμῃ, ὄμματα δ' ἄλλον ἔχει. Τοίη γὰρ μερόπεσσιν ὁδὸς, καὶ τοῖον ἐμοῖο Αἷμ' ἀνάγει Χριστῷ εὐγενέτης γενέτης. Πολλὰ δ' ἄρ' Εὐάνδρου κειμήλια ἔνδοθι κεύθει Ψυχὴ, καὶ πολιῆς λευκότεραι πραπίδες. Τίς δέ κεν Ἀστερίοιο σαοφρονέων λελάθοιτο, Ἠδὲ κασιγνήτων τῆς ἱερῆς τριάδος, Οἷς ξυνὴ σοφίη, ξυνὸς βίος, εἰς ἓν ἄγερθεν Ἐλπωρῇ· μούνῃ σαρκὶ μεριζόμενοι, (Σιγήσω Φιλάδελφον, ἐμὸν κέαρ, εὐγενὲς αἷμα·) 1466 Μακροβίου δ', ἐπὶ τοῖς, θρέμματος ἡμετέρου, Θρέμματος ἡμετέροιο, φίλον δ' ἐμὸν, ὃν πτερύγεσσιν Εὐμενέων Χριστὸς ἀμφὶς ἔχει μεγάλαις, ............... Ὃν πάντων κρατέων οὐκ ἐφύσησε τύφος; Ῥήγινον ὕψι βιβάντα, Λεόντιον, Ἡλιόδωρον, Οἳ Χριστοῦ σοφίης ἄκρον ἔχουσι γέρας, Ἄλλους τ' ἀγροτέροισι μετ' ἀνδράσιν ἄστρα φαεινὰ, Πολλοῖς ἡμερίων οὐδὲ φαεινόμενα, Ἐν Χριστοῦ μελέεσσι τὰ τίμια, τίς κεν ἐνίσποι Σφρηγίδας ἀθανάτου, κάλλεα σαρκοφόρα; Πάντες δ' οἵ γε Θεοῖο μεγασθενέος θεράποντες, Ἄλλος ἐν ἀλλοίῃ ἄρτιος εὐσεβίῃ, Ἴχνεσι κουφοτάτοισιν ἐπιστείβοντες ἄρουραν, ∆εξιτερῆς παλάμης θρέμματ' ἀριπρεπέα, 1467 Καὶ νηοῦ μεγάλοιο λίθοι, οὓς Χριστὸς ἔδησεν Ἀλλήλοις ἐρατῇ Πνεύματος ἁρμονίῃ· Οἳ ζωῆς σπινθῆρσι μικροῖς ζώουσιν ἐλαφρὸν Τόνδε βίον, γαστρὶ παῦρα χαριζόμενοι Ἀρχεκάκῳ, παθέων δὲ βαρὺν κλόνον, ἠδὲ κελαινὸν Ἱστᾶσιν Βελίου οἶδμ' ἐπανιστάμενον, Σταθμὰ λόγῳ, σιγῇ δὲ μέτρον, καὶ δεσμὰ γέλωτι, Οὔασι, καὶ σταθεροῖς ὄμμασι βαλλόμενοι, Νήλιποι, αὐαλέοι, πενθήμονες, οἰοχίτωνες, Νεκροὶ ἐπιχθόνιοι, ζῶντες ἄνω πραπίσι, Μεῖζον ἐν ὀφθαλμοῖσι Θεοῦ σέλας αἰὲν ἔχοντες, Ψυχῶν τ' εὐσεβέων κεῖθι χοροστασίην. Παρθενικὰς δὲ γυναῖκας, ὅσαι κλείουσιν Ἄνακτα Νυμφίον, ἁγνοτάταις μιγνύμενον κραδίαις, Αἳ Χριστὸν δοκέουσιν ἀκοιμήτοις φαέεσσιν, 1468 Οὔτι μαραινομένας λαμπάδας ἁψάμεναι, Τίσας, ἐπεὶ δεδάηκας ἐμὸν γέρας, εἴ τιν' ἔτισας, Αὐλῆς ἡμετέρης ὄμμα φαεινότατον. Ξυνὴ γὰρ πάντεσσι πέλει χάρις, εὖτέ τις ἐσθλῶν Ἐσθλὰ πάθῃ, θεσμῷ κιρναμένης φιλίης. Ναὶ μὴν καὶ τῇσίν γε μέγας νόος, ἄῤῥενι θυμῷ Ῥιπτούσαις δολερὴν Εὖαν ἀπὸ κραδίης, Ναὶ μὴν καὶ τῇσίν γε περὶ χροῒ σάκκος ἐρυμνὸς, Καὶ κόνις ἐν δαπέδῳ, φάρμακα σωφροσύνης· Εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄϋπνοι, Καὶ πηγαὶ δακρύων ἔνδοθι λειβομένων. Γούνατα δ' ἐῤῥώσαντο, καὶ ἀδρανίης λελάθοντο, Εὐσθενέων Χριστοῦ δραξάμεναι θυσάνων. Αἱ δ' ἁπαλαὶ σάρκες τε καὶ εἵματα σιγαλόεντα, Κάλλος τ' εἰαρινὸν ὦκα μαραινόμενον, 1469 Ἀμφότερον φύσιός τε καὶ ὁππόσον ἔκτοθι χερσὶν Ἄνδρες ἐτρίψαντο εἴδεσι μαχλοτέρων, Εἶξαν ὑπὸ πραπίδεσσι, νόου σθένος ἀνδράσιν ἴσας Θεῖναι θηλυτέρας, καὶ δέμας, ὡς σοφίην. Οὐ μέγα· καὶ Χριστὸν γὰρ ἀπ' οὐρανοῦ ἀστερόεντος Σαρκὶ σὺν ἀνδρομέῃ γαῖαν ἐπερχόμενον, Καὶ τέκον ἡμερίοις ἁγνῆς διὰ μητρὸς ἰόντα Παρθένου, ὄφρα νόμον ἀνδρόμεον τελέσῃ, Ἀχράντοισι γονῇσι, καὶ ἐκ τύμβοιο θορόντα Ἤματι ἐν τριτάτῳ θερμοτέροισι πόθοις Πρῶται ἐθηήσαντο, φίλοις τε ἤγγειλαν ἑταίροις, Γευόμεναι