1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

3

μὲν τῆς Αἰγυπτίας αὐτοῦ παιδίσκης Ἄγαρἐγέννησε τὸν Ἰσμαήλ, ἐκ δὲ τῆς Σάρρας τὸν Ἰσαάκ. ὁ δὲ Ἰσαὰκἐγέννησε τὸν Ἠσαῦ καὶ τὸν Ἰακὼβ ἐκ τῆς Ῥεβέκκας. καὶ ἐκ μὲντοῦ Ἠσαῦ ἐτέχθη Ἐδὼμ υἱὸς ὁμώνυμος τῷ πατρὶ καὶ Ἀμαλήκ,ἐξ ὧν Ἰδουμαῖοι καὶ Ἀμαληκῖται, ἐκ δὲ Ἰακὼβ τοῦ καὶ ἸσραὴἸούδας, ἀφ' οὗ καὶ Ἰουδαῖοι πάντες καὶ οἱ ἐκ τῶν λοιπῶν προσηγορεύθησαν, καὶ Ἰσραηλῖται μὲν ἐκ τοῦ πατρὸς Ἰακώβ, Ἰουδαῖοιδὲ ἐκ τοῦ ἐπισημοτέρου ἀδελφοῦ αὐτῶν. ἐκ δὲ τοῦ Ἰσμαὴλ ἄρχοντες καὶ ἔθνη αὐτῶν ἓξ Ἰσμαηλῖται οἱ νῦν Ἀγαρηνοί τε καὶ Σαρακηνοὶ λεγόμενοι. ὁ δέ γε θεῖος Ἀβραὰμ ἐγέννησεν ἐκ τῆς ἐσχάτης γυναικὸς αὐτοῦ Χεττούρας υἱοὺς εʹ, ἐξ ὧν ἐστὶ Μαδιάμ, ἀφ' οὗ Μαδιανῖται, καὶ Ἄφερ, ἐξ οὗ Ἀφρική. Ἰσαὰκ δὲ ἀπέθανεζήσας τὰ πάντα ἔτη ρπʹ. Ἰακὼβ δὲ ζήσας ἔτη ρνδʹ ἀπέθανε εἰς Αἴγυπτον, ποιήσας ἐκεῖ ἔτη ιζʹ. ὃς ὅτε ὑπῆρχεν ἐτῶν οεʹ, φυγὼν Ἠσαῦ τὸν ἀδελφὸν αὐτοῦ κατήντησεν εἰς Χαρρὰν τῆς Μεσοποταμίας πρὸς Λάβαν τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας, οὗ τῶν προβάτων νομεὺς γενόμενος ἔτη κʹ καὶ τὰς δύο θυγατέρας αὐτοῦ Λείαν τε καὶ Ῥαχὴλ γυναῖκας λαβὼν ἔσχεν υἱοὺς καὶ θυγατέρας, μίαν ἀπό τε τῶν ἐλευθέρων ἀπό τε τῶν θεραπαινίδων Βάλας καὶ Ζελφάν. μετὰ δὲ τὸν κʹ χρόνον τῆς ἐκ Μεσοποταμίας πρὸς γῆν Χαναὰν ὑποστροφῆς εἶδεν ὅρασιν ἐν Βαιθήλ, καὶ πάντα ἀποδεκατώσας ἅπερ ἐκέκτητο τελευταίους ὑποβάλλει τοὺς παῖδας, καὶ ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀνάπαλιν καὶ ἐπὶ τὸν Λευῒ ἐλ 10 θὼν τοῦτον προσήγαγε τῷ θεῷ. ὁ γοῦν Ἰσαὰκ καὶ ἡ Ῥεβέκκα μετὰ τὴν τοῦ Ἰακὼβ ἐπάνοδον προσκαλεσάμενοι τόν τε Ἰακὼβ καὶ τὸν Ἠσαῦ, καὶ παρακαλέσαντες αὐτοὺς ἅμα καὶ ἐνορκωσάμενοι εἰρήνην ἄγειν πρὸς ἀλλήλους καὶ τὴν ἀδελφικὴν οἰκειότητα ἀσπάζεσθαι, τελευτῶσι, προτέρα μὲν ἡ Ῥεβέκκα, εἶτα καὶ ὁ Ἰσαάκ, τῷ Ἰακὼβ καταλείψαντες τὰ τῆς πρωτοτοκίας γέρα. μετὰ δὲ ταῦτα ὑπὸ Ἀμαλὴκ τοῦ υἱοῦ αὐτοῦ παροξυνθεὶς Ἠσαῦ κατὰ τοῦ Ἰακὼβ καὶ συναγαγὼν ἔθνη ὥρμησε κατ' αὐτοῦ, ὡς φησὶν Ἰώσηπος. ὁ δὲ τὰς πύλας ἀποκλείσας τῆς πόλεως εἰς ἣν κατέφυγεν, ἐκ τοῦ τείχους παρεκάλει τὸν Ἠσαῦ μνησθῆναι τῶν γονικῶν ἐντολῶν. τοῦ δὲ μὴ ἀνεχομένου, ἀλλὰ μᾶλλον καὶ ὑβρίζοντος καὶ ἐξολοθρεύειν αὐτὸν ἀπειλοῦντος, ἐντείνας τὸ τόξον ὁ Ἰακὼβ καὶ κατὰ τοῦ δεξιοῦ μαζοῦ πλήξας κατέβαλε τὸν Ἠσαῦ. καὶ οὕτως ἐπληρώθη ἡ τοῦ Ἰσαὰκ πρόρρησις λέγουσα πρὸς Ἠσαῦ "ἐὰν καθέλῃς τὸν ζυγὸν τοῦ ἀδελφοῦ σου ἀπὸ τοῦ τραχήλου σου, πλημμελήσεις πλημμέλειαν θανάτου." Λευῒ δὲ ἐγέννησε τὸν Καάθ, Καὰθ δὲ ἐγέννησε τὸν Ἀβράμ, Ἀβρὰμ δὲ ἐγέννησε τὸν Ἀαρὼν καὶ τὸν Μωσῆν. ἐν δὲ τῷ πʹ ἔτει τοῦ Μωσέως ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐπιφερόμενοι καὶ τὰ ὀστᾶ Ἰωσήφ. ἐποίησαν δὲ ἐν τῇ ἐρήμῳ ἔτη μʹ. Μετὰ Μωσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς τοῦ Ναυῆ, καὶ ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λβʹ ἀπέθανε, ζήσας ἔτη ριʹ. 11 Μετὰ δὲ Ἰησοῦν διὰ τῶν κριτῶν ἔσωζεν ὁ θεὸς τὸν λαόν, καὶ πρῶτον Ἰούδας ἔκρινε τὸν λαὸν ἔτη ζʹ, χειρωσάμενος καὶ τὸν Ἀδωνιβεζὲκ βασιλέα τῶν ἀλλοφύλων, καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖρας καὶ πόδας· ὃς καὶ εἶπεν "οἱ βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου. καθὼς οὖν ἐποίησα, οὕτως καὶ ἀπέλαβον παρὰ θεοῦ." Μετὰ Ἰούδαν γέγονε κριτὴς Γοθονιὴλ ἔτη νʹ, μετὰ δὲ Γοθονιὴλ Αὐὼδ ἔτη πʹ, μετὰ δὲ Αὐὼδ Σαγαμὰρ ἔτη ζʹ, μετὰ δὲ Σαγαμὰρ Βαράκ, μεθ' οὗ καὶ ∆εβόρρα ἡ προφῆτις, ἥτις καὶ τὸν Σίσαρα Ἰαὴλ ἀπέκτεινεν ἐν πασσάλῳ, γυνὴ Χάμερ τοῦ Κεναίου. ἐφ' οὗ Προμηθεὺς καὶ Ὀρφεὺς ὁ Θρᾲξ οἱ παρ' Ἕλλησι σοφώτατοι καὶ Ἀσκληπιὸς ὁ ἰατρὸς καὶ Λυκοῦργος ὁ Σπαρτιάτης καὶ νομοθέτης τῶν Ἑλλήνων ἐγνωρίζοντο. Μετὰ Βαρὰκ Γεδεὼν ἔτη μʹ, ὁ πατάξας τὸν Μαδιὰμ μετὰ τῶν τʹ τῶν λαμψάντων ἐν τῷ πίνειν, καὶ τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανᾶν τοὺς ἄρχοντας αὐτῶν. Μετὰ δὲ Γεδεὼν Ἀβιμέλεχ ὁ υἱὸς αὐτοῦ ἔτη γʹ, πατάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οʹ ἄνδρας ἐπὶ λίθῳ ἑνί, διὸ καὶ ἀπώλετο ὕστερον ὑπὸ γυναικὸς ἀπὸ πύργου διὰ βολῆς λίθου συντριψάσης αὐτοῦ τὸ κρανίον. ὃς καὶ εἶπε πρὸς τὸν αἴροντα τὰ σκεύη 12 αὐτοῦ "σπάσαι τὴν ῥομφαίαν σου