1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

7

ἤγαγεν ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσορ ἐξ Ἱερουσαλήμ, ἀνῃρέθη κατὰ θείαν ὀργήν, καὶ παρέλαβε τὴν βασιλείαν ∆αρεῖος. Μετὰ δὲ Βαλτάσαρ ἐβασίλευσε ∆αρεῖος ὁ Μῆδος, ὁ καὶ Ἀστυάγης καὶ Ἀρταξέρξης, ἔτη ιζʹ. ἐφ' οὗ καὶ τῷ ∆ανιὴλ ὡράθησαν αἱ διὰ τοῦ ἀγγέλου ὀπτασίαι, καὶ ὁ χρόνος ἐδηλώθη τῆς Χριστοῦ παρουσίας· ὃς φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως ἐνεβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων. Μετὰ δὲ ∆αρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λʹ, ὃς ἀνελὼν ∆αρεῖον ἐκράτησε πάσης τῆς Χαλδαίων καὶ Ἀσσυρίων καὶ Περσῶν καὶ Παλαιστίνης καὶ πάσης τῆς Ἀσίας, μεθ' ὧν τὴν Λυδῶν βασιλείαν ὑπέταξεν, ἀνελὼν Κροῖσον, ὡς προείρηται. ἐφ' οὗ ∆ανιὴλ ἐπιφανέστερος ὑπάρχων ἔτι καὶ τὸν Βὴλ συντρίψας καὶ τὸν δράκοντα φονεύσας, τὰ Περσῶν σεβάσματα, ἐβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ. 22 Μετὰ δὲ Κῦρον ἐβασίλευσε Καμβύσης ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ναβουχοδονόσορ ἐπικληθείς, ἔτη ιηʹ. ἐφ' οὗ καὶ Ἰουδὴθ τῇ τοῦ θεοῦ βοηθείᾳ καὶ τῇ ἑαυτῆς σοφίᾳ ἀπατήσασα καὶ ἀποκεφαλίσασα τὸν Ὁλοφέρνην, πορθοῦντα τὴν Βετουλίαν πόλιν, νίκην μεγάλην τοῖς υἱοῖς Ἰσραὴλ προεξένησεν, καὶ ἐτελεύτησε χήρα ἐτῶν ρεʹ. Μετὰ δὲ Καμβύσην ἐβασίλευσε Σπέρδιος ὁ μάγος μῆνας ζʹ. Μετὰ δὲ Σπέρδιον ἐβασίλευσε ∆αρεῖος Ὑστάσπου ἔτη κʹ. ἐφ' οὗ πάλιν Ζοροβάβελ καὶ Ἰησοῦς ἐπιτραπέντες ἐτελείωσαν τὴν οἰκοδομὴν τοῦ ναοῦ, ὅτε ὁ Ζοροβάβελ ἐν προβλήματι νικήσας, καὶ ἐπιτραπεὶς αἰτήσασθαι ὃ βούλεται, ἠξίωσεν ἀφεθῆναι τὴν αἰχμαλωσίαν καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ· ὃ καὶ γέγονε, καὶ τότε πεπλήρωται εἰς τέλος τὰ τῆς αἰχμαλωσίας καὶ τῆς ὀργῆς ἔτη οʹ. ὁ δέ γε ἀρχιερεὺς καὶ γραμματεὺς Ἔσδρας ἦν διδάσκων τὸν νόμον τοῦ θεοῦ καὶ διερμηνεύων ὡς εὐφυέστατος πάντων, ὃς καὶ τὰς ἱερὰς βίβλους ἀπεκατέστησε διαφθαρείσας ὑπὸ τῶν πολεμίων· οἱ γάρ τοι Χαλδαῖοι μετὰ τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ ἐνέπρησαν πάσας. διὸ καὶ ἐνέπνευσεν ὁ θεὸς τούτῳ ὥστε αὐτὰς ἐκθέσθαι. Μετὰ δὲ ∆αρεῖον ἐβασίλευσεν Ἀρταβάνης μῆνας ζʹ. Μετὰ δὲ Ἀρταβάνην ἐβασίλευσεν Ἀρταξέρξης ὁ μακρόχειρ ἔτη μαʹ. ἐφ' οὗ Σοφοκλῆς Ἡράκλειτος καὶ Ἀναξαγόρας καὶ Πυθαγόρας καὶ Θουκυδίδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ 23 Ἐμπεδοκλῆς καὶ ∆ιογένης καὶ Ζήνων Φερεκύδης τε καὶ Ἀρίσταρχος καὶ Ἱπποκράτης, Παρμενίδης, Πλάτων καὶ Ἀριστοτέλης καὶ ∆ημοσθένης καὶ Σωκράτης ἐγνωρίζοντο. Μετὰ δὲ Ἀρταξέρξην ἐβασίλευσεν Ἀρταξέρξης ἄλλος καὶ οἱ καθεξῆς ἕως ∆αρείου, ὃν ἀνεῖλεν Ἀλέξανδρος, οὗ τὴν Περσῶν βασιλείαν καταλύσαντος καὶ πάσης τῆς γῆς κρατήσαντος ἐν Βαβυλῶνί τε τελευτήσαντος διεῖλον τὴν βασιλείαν, ὡς πρόσθεν εἴρηται, οἱ παῖδες αὐτοῦ οὕτως. τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ἐβασίλευσεν ὁ Λαγοῦ καὶ οἱ καθεξῆς Πτολεμαῖοι ιγʹ ἕως Κλεοπάτρας θυγατρὸς ∆ιονυσίου, τῆς δὲ Ἀσίας πάσης Ἀντίγονος, τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης Σέλευκος ὁ Νικάνωρ, ὃς καὶ πόλεις δύο κτίσας ἐν τοῖς μέρεσι Κιλικίας καὶ ἄλλην ἐν Συρίᾳ τὴν μὲν Σελεύκειαν ἐκάλεσεν τὴν δὲ Ἀντιόχειαν τὴν δὲ Λαοδίκειαν εἰς τὸ ἑαυτοῦ ὄνομα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρὸς Λαοδίκης. ἐφ' οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ πόλει, ἤγουν τῇ ἐκεῖσε νήσῳ, χαλκοῦν ἀνδριάντα τοῦ ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσόν, καὶ αὐτοὶ Κολοσσαεῖς ὠνομάσθησαν. Μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀντίοχος υἱὸς αὐτοῦ καὶ ἄλλοι εʹ. εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ ἐπιφανής, υἱὸς Σελεύκου τοῦ φιλοπάτορος, ἐφ' οὗ γέγονεν ἡ δευτέρα ἅλωσις τῆς Ἱερουσαλὴμ καὶ τὰ κατὰ τῶν Μακκαβαίων ἐπράχθη καὶ τὸ ἱερὸν ἐμολύνθη κατὰ τὴν τοῦ ∆ανιὴλ πρόρρησιν. ὃς καὶ δι' ἃ ἔπραξε πολλὰ κακὰ αἰσχίστῳ μόρῳ τὸν βίον ἐπὶ ξένης κατέστρεψεν. 24 Μετὰ δὲ Ἀντίοχον ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ ὁ Εὐπάτωρ. Μετὰ δὲ ταῦτα ἐβασίλευσεν Ἰούλιος Καῖσαρ ὁ μὴ γεννηθείς· τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ ἐννάτῳ μηνί, ταύτην ἀνατεμόντες ἐξέβαλον αὐτόν. ὅθεν καὶ Καῖσαρ λέγεται· ἀφ' οὗ Καίσαρες οἱ Ῥωμαίων προσηγορεύθησαν βασιλεῖς, ὅ ἐστιν ἀνατομὴ κατὰ τὴν Ῥωμαίων γλῶτταν. ὃς πρῶτος καὶ μόνος ἐκράτησεν τῶν Ῥωμαϊκῶν σκήπτρων μετὰ