1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

13

βασιλέα, γαμβρὸν αὐτοῦ ὄντα, πρὸς τὸ πολεμεῖν τοῖς Σκύθαις τὴν Θρᾴκην ληϊζομένοις. ὁ δὲ Γρατιανὸς κατ' ἐπιβουλὴν Μαξίμου τινὸς δι' Ἀνδραγαθίου ἀνῃρέθη, καὶ ὑπὸ Θεοδοσίου εἰς τοὺς βασιλικοὺς τάφους μετετέθη. Μετὰ δὲ Γρατιανὸν ἐβασίλευσε Θεοδόσιος ὁ μέγας ἔτη ιζʹ, ὃς τῷ θεολόγῳ Γρηγορίῳ τὴν ἐπισκοπὴν ἐκύρωσε Κωνσταντινουπόλεως καὶ μὴ θελήσαντι, βιασάμενος, ὡς πολλὰ καμόντι καὶ τῆς πλάνης τῶν αἱρέσεων τὴν πόλιν ἐλευθερώσαντι. ὀλίγους δὲ τῶν Αἰγυπτίων μαθὼν ὁ θεῖος Γρηγόριος τῶν λόγου τούτου φθονήσαντας, τὸν Συντακτήριον συνθεὶς τῆς ἐπισκοπικῆς διοικήσεως ὑπεχώρησεν. ἀντ' αὐτοῦ δὲ Νεκτάριον προχειρίζεται ὅ τε βασιλεὺς καὶ ἡ σύνοδος, ὅτε καὶ ἡ δευτέρα σύνοδος γέγονεν ἐν Κωνσταντινουπόλει τῶν ρνʹ ἁγίων πατέρων κατὰ Μακεδονίου τοῦ πνευματομάχου, ἐπισκόπου γεγονότος Κωνσταντινουπόλεως. ἐπὶ δὲ Θεοδοσίου καὶ ἡ τιμίας κεφαλὴ τοῦ προδρόμου ἐν Κωνσταντινουπόλει διεκομίσθη. ἐν δὲ τῷ μεταξὺ Οὐαλεντινιανὸς ἐν τοῖς τῆς δύσεως μέρεσιν βρόχῳ χρησάμενος τὸ τέλος εὗρε τοῦ βίου, δι' ἣν αἰτίαν μέχρι τοῦ παρόντος οὐκ ἴσμεν. ὁ δέ γε Θεοδόσιος ἐν μὲν 40 τῇ ἀνατολῇ τὸν Ἀρκάδιον προσέταξε τὴν παραδοθεῖσαν αὐτῷ βασιλείαν φυλάττειν, Ὁνώριον δὲ τῇ αὐτοῦ τιμήσας ἀξίᾳ ἐπὶ τὴν τῆς δύσεως βασιλείαν ἐλθεῖν ταχέως προσέταξεν. ἐλθόντα δὲ αὐτὸν περιεπτύξατο καὶ ἐφίλησεν, καὶ τὰ τῆς βασιλείας σκῆπτρα τῆς δύσεως παραδεδωκὼς αὐτῷ αὐτὸς εἰς τὸν βελτίονα μετέστη βίον, ἐπὶ ιζʹ ἐνιαυτοὺς τὴν βασιλείαν εὐτυχῶς διοικήσας. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσεν Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ ἔτη κβʹ, ὃς τὸν κίονα τοῦ Ξηρολάφου στήσας ἐν αὐτῷ καθίδρυσε τὸν ἑαυτοῦ ἀνδριάντα, καὶ πόλιν ἐν τῇ Θρᾴκῃ κτίσας ἐπωνόμασεν Ἀρκαδιούπολιν, ὅτε καὶ Νεκταρίου τελευτήσαντος κοινῇ ψήφῳ Ἀρκάδιος ἐκ τῆς Ἀντιοχέων πόλεως Ἰωάννην τὸν Χρυσόστομονμεταστειλάμενος χειροτονηθῆναι παρεσκεύασεν ἐπίσκοπον Κωνσταντινουπόλεως. Μετὰ δὲ Ἀρκάδιον ἐβασίλευσε Θεοδόσιος υἱὸς αὐτοῦ, ὁ καὶ Καλλιγράφος, ἔτη λβʹ, ὃς τὸν ἐν τοῖς Χαλκοπρατείοις ναὸν ἔκτισε τῆς θεοτόκου, πρότερον ὄντα συναγωγὴν Ἰουδαίων. ἐφ' οὗ καὶ οἱ ἐν Ἐφέσῳ ἑπτὰ παῖδες οἱ κοιμηθέντες ἐπὶ ∆εκίου ἀνέστησαν μετὰ ἔτη τβʹ. ὃς πέμψας εἰσήγαγε τὸ λείψανον τοῦ Χρυσοστόμου, καὶ ἀπέθετο ἐν τῷ θυσιαστηρίῳ τῶν ἁγίων ἀποστόλων, ὅτε καὶ ἡ τρίτη γέγονε σύνοδος τῶν ςʹ πατέρων ἐν Ἐφέσῳ κατὰ Νεστορίου. ὁ δὲ βασιλεὺς Θεοδόσιος μετά τινα χρόνον ἐξῆλθεν ἱππασόμενος, καὶ συμπεσόντος αὐτοῦ τοῦ ἵππου πληγεὶς εἰσῆλθεν ἐν φορείῳ, καὶ καλέσας τὴν ἀδελφὴν αὐτοῦ Πουλχερίαν εἶπεν αὐτῇ περὶ Μαρκιανοῦ τοῦ μετ' αὐτὸν βασιλεύσαντος· "τοῦτο γάρ 41 μοι" φησίν "ἀπεκάλυψεν Ἰωάννης ὁ θεολόγος ἐν Ἐφέσῳ ὄντι." καὶ μετὰ βʹ ἡμέρας ἐτελεύτησεν. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσε Μαρκιανὸς ἔτη ʹ καὶ μῆνας εʹ, στεφθεὶς ὑπὸ Ἀνατολίου πατριάρχου· τοῦ γὰρ Θεοδοσίου τελευτήσαντος, καὶ μήπω τινὶ τούτου γνωσθέντος, μεταστειλαμένη τοῦτον ἡ Πουλχερία στρατιώτην ὄντα γέροντα, ἐν σωφροσύνῃ καὶ σεμνότητι βίου διαπρέποντα, φησὶ πρὸς αὐτόν "ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δέ σε ἐξελεξάμην ἐκ πάσης τῆς συγκλήτου ὡς ἐνάρετον, δός μοι λόγον ὅτι φυλάττεις μου τὴν παρθενίαν ἄσυλον, ἣν τῷ θεῷ ἀνεθέμην, καὶ ἀναγορεύω σε εἰς βασιλέα." τοῦ δὲ συνθεμένου ταῦτα μεθ' ὅρκου προσκαλεῖται τὸν πατριάρχην καὶ τὴν σύγκλητον, καὶ ἀναγορεύει αὐτὸν βασιλέα. ἐφ' οὗ καὶ ἡ τετάρτη γέγονε σύνοδος ἐν Χαλκηδόνι τῶν χλʹ πατέρων κατὰ Εὐτυχοῦς καὶ ∆ιοσκούρου. ὁ δὲ βασιλεὺς Μαρκιανὸς στεφθεὶς ***τοὺς πόδας, καὶ ἀρρωστήσας ἐπὶ μῆνας πέντε ἐτελεύτησεν. Μετὰ δὲ Μαρκιανὸν ἐβασίλευσε Λέων ὁ μέγας ὁ λεγόμενος Μάκελ ἔτη ιηʹ, διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ ὀρθοδοξίαν προβληθεὶς παρὰ Ἄσπαρος καὶ Ἀρδαβουρίου, οὓς αὐτὸς ὕστερον ἀνεῖλεν ὡς Ἀρειανοὺς καὶ μήτε ὀρθὴν πίστιν ἔχοντας πρὸς αὐτὸν καὶ κακῶς τὰ πράγματα διοικεῖν βουλομένους. γράψας δὲ ἐπιστολὴν πρὸς Ἀνθέμιον βασιλέα Ῥώμης καὶ τοῦτο ἔθετο, ὅτι ἐγὼ ἐφόνευσα Ἄσπαρα καὶ Ἀρδαβούριον, ἵνα μηδεὶς ἐναντιῶταί