1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

21

γὰρ τὸν τούτου ἀδελφὸν Μιχαὴλ ἔρωτα δαιμονιώδη σχοῦσα ἡ βασιλὶς Ζωή, καὶ τούτῳ κρυφίως συμμιγνυμένη, τὸν βασιλέα φαρμάκοις οὐκ ὠκυμόροις ἀλλὰ σχολαιότατον καὶ βραδὺν ἐπάγουσι θάνατον κατειργάσατο· ὃς κατὰ τὴν μεγάλην πέμπτην κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον λουόμενος ὑπὸ τῶν περὶ τὸν Μιχαὴλ τῇ κολυμβήθρᾳ τοῦ λουτροῦ οἰκτρῶς ἀπεπνίγη, βασιλεύσας ἔτη εʹ καὶ μῆνας ʹ. θάπτεται δὲ ἐν αὐτῇ τῇ παρ' αὐτοῦ νεουργηθείσῃ τῆς Περιβλέπτου μονῇ κατ' αὐτὴν τὴν ἁγίαν μεγάλην παρασκευήν. 62 Ἡ Ζωὴ δὲ τὸν Παφλαγόνα Μιχαὴλ ἐπὶ τὸν βασίλειον ἱδρύσασα θρόνον ᾠήθη μὲν ἀντὶ ἀνδρὸς καὶ βασιλέως δοῦλον καὶ διάκονον ἕξειν, ἀπέβη δὲ ταύτῃ πάντα εἰς τοὐναντίον. ὁ δὲ βασιλεὺς δαίμονι ληφθεὶς καὶ ὑπὸ τούτου κατατεινόμενος, καὶ πάντα ποιῶν ὥστε ἐλευθερίαν τούτου εὑρεῖν, οὐδὲν ὤνησεν· μᾶλλον γὰρ ἐπετείνετο τὸ κακὸν συνεπιλαμβανομένης καὶ νόσου ὑδερικῆς. τῇ οὖν κατεχούσῃ νόσῳ ἐκτρυχωθεὶς καὶ πάντοθεν τῆς οἰκείας ἀπογνοὺς σωτηρίας ἀποκείρεται παρὰ τοῦ μοναχοῦ Κοσμᾶ τοῦ Τζιντζιλουκίου, ὃς διὰ παντὸς συνῆν αὐτῷ καὶ ἐνουθέτει τὰ δέοντα, καὶ θνήσκει ἐν μετανοίᾳ καὶ ἐξομολογήσει, τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἁμαρτίαν ἀποκλαιόμενος, βασιλεύσας ἔτη ζʹ καὶ μῆνας ηʹ. Τοῦ δὲ Παφλαγόνος Μιχαὴλ θανόντος τὸ πᾶν κράτος περιέστη εἰς κληρονόμον τὴν βασιλίδα Ζωήν, ἣ τὸν τοῦ βασιλέως ἀνεψιὸν καὶ ὁμώνυμον, Καίσαρα ὄντα καὶ δραστήριον δοκοῦντα καὶ περὶ τὰ πράγματα δεξιόν, ὅρκοις πρότερον φρικωδεστάτοις καταλαβοῦσα ὡς κυρίαν αὐτὴν ἕξει διὰ βίου καὶ δέσποιναν καὶ μητέρα, εἰσποιητὸν προσλαμβάνει υἱὸν καὶ βασιλέα Ῥωμαίων ἀναγορεύει· ὃς τὰς πρὸς αὐτὴν ἀθετήσας συνθήκας, καὶ διὰ τοῦτο μισηθεὶς παρὰ παντὸς τοῦ πλήθους τῆς πόλεως, καὶ τὴν τοῦ δήμου ἀκατάσχετον δειλιάσας κίνησιν, φυγὰς ᾤχετο εἰς τὴν τοῦ Στουδίου μονήν, καὶ εὐθὺς τὸ μοναχικὸν περιβάλλεται σχῆμα. ἀλλ' οὐκ ἀπέδρα· τὸ γὰρ πλῆθος τοῦ λαοῦ κινηθὲν καὶ τοῦτον τῆς μονῆς ἀφαρπάσαν ἄγουσι κατὰ τὸν τόπον τὸν λεγόμενον Σίγμα καὶ εὐθὺς 63 ἐκτυφλοῦσι. τυφλωθεὶς οὖν ἐξορίζεται εἰς τὴν μονὴν τῶν Ἐλεγμῶν, βασιλεύσας μῆνας δ' καὶ ἡμέρας εʹ. Τῆς οὖν ἀρχῆς πάλιν εἰς τὴν Ζωὴν μετακυλισθείσης, συμβασιλεύουσαν ἔχουσαν καὶ τὴν ἀδελφὴν Θεοδώραν, μεταστέλλεται ἀπὸ τῆς ἐξορίας Κωνσταντῖνος ὁ Μονομάχος, ᾧ καὶ συνάπτεται εἰς κοινωνίαν γάμου ἡ βασιλίς, τῆς ἱερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς Νέας. στέφεται δὲ τῇ ἐπαύριον παρὰ τοῦ πατριάρχου Ἀλεξίου, ὃς ἐπὶ τῆς τούτου βασιλείας θνήσκει. ἀνάγεται δὲ εἰς τὸν θρόνον Μιχαὴλ ὁ Κηρουλάριος κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ. ὁ δὲ βασιλεὺς τῇ συνήθει νόσῳ τῆς ποδαλγίας κατάσχετος γεγονώς, ἐπακολουθήσαντος καὶ ἑτέρου συμπτώματος, ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ μονῇ τῶν Μαγγάνων κείμενος θνήσκει, καὶ ἐν αὐτῇ θάπτεται βασιλεύσας ἔτη ιγʹ, καὶ τῆς Ζωῆς ἤδη προτελευτησάσης. Τούτου δὲ τελευτήσαντος Θεοδώρα ἡ πορφυρογέννητος τὴν προγονικὴν βασιλείαν ἀναδέχεται, καὶ ἔτη βʹ καὶ μῆνας ζʹ βασιλεύσασα εἰλεοῦ νοσήματι περιπεσοῦσα θνήσκει. Οἱ δὲ ταύτης εὐνοῦχοι σὺν τῷ συγκέλλῳ Λέοντι, ἔτι ταύτης ψυχορραγούσης, ἀνάγουσιν εἰς τὸν βασίλειον θρόνον Μιχαὴλ πατρίκιον τὸν Στρατιωτικόν, ὃς ἔτος αʹ βασιλεύσας καὶ ἄκων τῆς βασιλείας τῷ Κομνηνῷ ὑπεξίσταται. Ὁ οὖν Κομνηνὸς Ἰσαάκιος τὴν βασιλείαν ἀναζωσάμενος αὐτίκα τῷ βασιλικῷ νομίσματι ξιφηφόρος διαχαράττεται, οἷα μὴ τῷ θεῷ τὸ πᾶν ἐπιγράφων ἀλλὰ τῇ ἰδίᾳ ἰσχύϊ καὶ τῇ περὶ πολέ 64 μους ἐμπειρίᾳ. ἤγαγε δὲ καὶ τὴν ἑαυτοῦ γυναῖκα Αἰκατερίναν ἐκ τῆς ἀνατολῆς, καὶ ταύτην ἀνηγόρευσεν. ἐπεὶ δὲ καὶ ὁ πατριάρχης Μιχαὴλ ὁ Κηρουλάριος ἀπεβίω, προχειρίζεται ἀντ' αὐτοῦ πατριάρχης ὁ Λεικούδης Κωνσταντῖνος. ὁ δὲ βασιλεὺς εἰς κυνήγιον ἐξελθὼν καὶ φωτὶ ἀστραπηβόλῳ βληθεὶς τοῦ ἵππου τε ἀπεσφαιρίσθη καὶ πρὸς τῇ γῇ ἀφρίζων ἐκυλίετο. γνωσιμαχήσας οὖν ἐφ' ἡμέρας τινάς, εἴ πως ἀνεθείη τῆς νόσου, ἐπείπερ ἔγνω κατ' ἄκρας ταύτῃ ἁλούς, τὴν βασιλείαν ἀποθέμενος τὴν τοῦ Στουδίου καταλαμβάνει