1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

9

ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς ἔστησεν. ὃν οἱ στρατιῶται ἐν βαλανείῳ λουόμενον διεχειρίσαντο, μὴ φέροντες ὁρᾶν τὰ ὑπὸ αὐτοῦ παναισχίστως πραττόμενα. ἐφ' οὗ Θευδᾶς ὁ ἐν ταῖς πράξεσι μνημονευόμενος τὸν Ἰορδάνην τεμεῖν ἐπαγγειλάμενος καὶ διαμαρτήσας ἀνῃρέθη, καὶ ὁ πύργος τοῦ Σιλωὰμ ἔπεσεν ἐπὶ τοὺς ιηʹ ἄνδρας, καὶ Στέφανος ὁ πρωτομάρτυς ἐμαρτύρησεν, καὶ Παῦλος ἐπίστευσεν, καὶ Φίλων καὶ Ἰώσηπος οἱ ἐξ Ἑβραίων σοφοὶ ἐγνωρίζοντο. Μετὰ δὲ Γάϊον ἐβασίλευσε Κλαύδιος ἔτη ιγʹ, ἐφ' οὗ καὶ Μάρκος ὁ εὐαγγελιστὴς ἐν Αἰγύπτῳ πρῶτος ἐκκλησίαν πηξάμενος πολλὰ μοναστήρια συνεστήσατο, ἅπερ σεμνεῖα τότε προσηγορεύθησαν, καὶ τὸ ἅγιον εὐαγγέλιον συνεγράψατο, καὶ ἐπ' αὐτῆς Ἀλεξανδρείας ἐκκλησίαν πρῶτον συνεστήσατο. Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Νέρων ὁ υἱὸς αὐτοῦ ἔτη ιδʹ, ἐφ' οὗ Σίμων ὁ μάγος διὰ γοητείας ἐν Ῥώμῃ πολλὰ σημεῖα καὶ φαντασίας ἐπιτελῶν καὶ ἑαυτὸν θεὸν ὀνομάζων. καί ποτε μεσούσης ἡμέρας προελθὼν εἰς τὸ θέατρον ἐπηγγείλατο δι' ἀέρος ἀναπτάσθαι. οὗ γενομένου προσευξάμενος ὁ Πέτρος καὶ ἀτενίσας εἶπε τῷ Σίμωνι "εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμὶ ἐγώ, καὶ οὐχὶ πλάνος ὥσπερ σὺ Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν ἀφεῖναί σε τῆς κρατήσεως." καὶ ταῦτα εἰπόντος τοῦ ἀποστόλου 28 παραχρῆμα κατηνέχθη μετὰ ἤχου πολλοῦ καὶ συνετρίβη. ὁ δὲ Νέρων ἀκούσας ὅτι πεφόνευται Σίμων ὑπὸ Πέτρου καὶ ἀγανακτήσας ἐκέλευσεν αὐτὸν σταυρωθῆναι. ὁ δὲ παρακαλέσας τὸν ἔπαρχον ἵνα μὴ ὄρθιος σταυρωθῇ, κατὰ κέλευσιν ἐσταυρώθη καθὼς ἠξίωσεν ἐκ πολλῆς μετριοφροσύνης. μετὰ δὲ τοῦτον καὶ Παῦλος τὸν διὰ ξίφους τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. ὁ δέ γε Νέρων κραταιουμένη αὐτῷ τῆς ἀρχῆς εἰς ἀνοσίας πράξεις καὶ μιαιφονίας καὶ θεομαχίας ἐξώκειλε, καὶ οὕτως ἐκ τῆς ἄγαν μανίας ἀποκτονηθεὶς εἰς προάστειον ἐξελθὼν ἑαυτὸν διεχειρίσατο. ὡσαύτως δὲ καὶ Πιλάτος ποικίλαις περιπεσὼν συμφοραῖς ἑαυτὸν ἀνεῖλε. Μετὰ δὲ Νέρωνα ἐβασίλευσε Γάλβας μῆνας ζʹ, μετὰ δὲ Γάλβαν ἐβασίλευσε Λουκίβιος μῆνας γʹ, μετὰ δὲ Λουκίβιον ἐβασίλευσεν Οὐϊτέλλιος μῆνας βʹ, καὶ ἐσφάγη μέσον τῆς Ῥώμης ὑπὸ τοῦ δήμου. Μετὰ δὲ Οὐϊτέλλιον ἐβασίλευσεν Οὐεσπασιανὸς υἱὸς Νέρωνος ἔτη θʹ. Μετὰ δὲ Οὐεσπασιανὸν ἐβασίλευσε Τῖτος υἱὸς αὐτοῦ ἔτη γʹ. καὶ ὥρᾳ θερινῇ πανημέριον ὁδοιπορήσας, καὶ αἱμορραγήσας διὰ τῶν μυκτήρων ὑπὸ τοῦ ἡλίου συμφλεχθεὶς καὶ πάνυ λιποθυμήσας, ἔτι ἐμπνέων ἐνεβλήθη εἰς τὸν τάφον παρὰ ∆ομετιανοῦ τοῦ ἀδελφοῦ αὐτοῦ κατ' ἐπιτροπὴν τῆς γυναικὸς τούτου, καὶ οὕτως ἐτελεύτησε πάσῃ ἀγαθουργίᾳ καὶ σωφροσύνῃ κεκοσμημένος, πένθος 29 πολὺ τοῖς ἐν Ῥώμῃ καταλείψας, ὡς κατ' οἴκους καὶ δημοσίᾳ πάντας κλαίειν καὶ ἀποδύρεσθαι. Μετὰ δὲ Τῖτον ἐβασίλευσε ∆ομετιανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιεʹ, καὶ ἐσφάγη ἐν τῷ ναῷ Ῥώμης κατ' ἐπιβουλὴν τῆς αὐτοῦ γυναικός. διάδοχος γὰρ τοῦ ἀδελφοῦ γενόμενος οὐ τὴν πατρικήν τε καὶ ἀδελφικὴν ἐζήλωσεν ἀρίστην πολιτείαν, ἀλλὰ τὴν Τιβερίου καὶ Νέρωνος ἀνοσιουργίαν. πᾶν γὰρ εἶδος κακίας καὶ γυναικομανίας καὶ ἀνδρομανίας ἐπελθών, καὶ τελευταῖον ἑαυτὸν ἀποθεώσας καὶ ἔχθιστον ἑαυτὸν ἅπασιν ἀποφήνας αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέβηλον καταστρέφει βίον. ἐφ' οὗ Τιμόθεος ὁ ἀπόστολος καὶ Ὀνήσιμος ἐμαρτύρησαν, καὶ ὁ θεολόγος Ἰωάννης καὶ εὐαγγελιστὴς ἐν Πάτμῳ τῇ νήσῳ ἐξωρίσθη, καὶ Ἀπολλώνιος ὁ Τυανεὺς ἐγνωρίζετο. Μετὰ δὲ ∆ομετιανὸν ἐβασίλευσε Νερούας ἔτος ἕν, ὃς ἀνακαλεσάμενος Ἰωάννην ἐκ τῆς νήσου ἀπέλυσεν οἰκεῖν ἐν Ἐφέσῳ, μόνον τότε ἐκ τῶν ιβʹ μαθητῶν περιόντα τῷ βίῳ· ὃς καὶ συγγραψάμενος τὸ κατ' αὐτὸν εὐαγγέλιον ἐν εἰρήνῃ ἀνεπαύσατο. καὶ Φίλιππος ὁ ἐκ τῶν ζʹ διακόνων ἐν Ἱεραπόλει τελειοῦται, καὶ θάπτεται μετὰ τῶν θυγατέρων αὐτοῦ. Μετὰ δὲ Νερούαν ἐβασίλευσε Τραϊανὸς ἔτη θʹ, καὶ ὑδεριάσας ἀπέθανεν, ὃς τοσοῦτον ὑπῆρχεν ἀγαθὸς μισοπόνηρός τε καὶ φιλοδίκαιος, ὥστε γυμνώσας ποτὲ ῥομφαίαν ἐνώπιον τῶν μεγιστάνων δεδωκέναι τῷ ἐπάρχῳ, καὶ εἰπεῖν "δέξαι τὸ ξίφος τοῦτο, 30 καὶ εἰ μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μή, κατ' ἐμοῦ χρῆσαι αὐτῷ." μὴ ἔχων δὲ παῖδας