1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

11

ἐσφάγη ἐν τῷ πολέμῳ. ἐφ' οὗ καὶ Βαβύλας ὁ Ἀντιοχείας καὶ Φλαβιανὸς Ῥώμης καὶ Ἀλέξανδρος Ἱεροσολύμων καὶ ∆ιονύσιος Ἀλεξανδρείαἐμαρτύρησαν, καὶ Ναυάτος τῆς ἐκκλησίας ἀπέστη, καὶ Κελσαῖος ὁ αἱρεσιάρχης ἐγνωρίζετο. Μετὰ δὲ ∆έκιον ἐβασίλευσεν Αἰμιλιανὸς ἔτος αʹ, καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. Μετὰ δὲ Αἰμιλιανὸν ἐβασίλευσεν Γαλλιανὸς ἔτη γʹ, καὶ ἐσφάγη ἐν πολέμῳ. ἐφ' οὗ Ἀρτέμιος καὶ Συνέπων οἱ αἱρεσιάρχαι ἐγνωρίζοντο, καὶ Γρηγόριος ὁ θαυματουργὸς ὁ καὶ μαθητὴς Ὠριγένους διέπρεπεν. Μετὰ δὲ Γαλλιανὸν ἐβασίλευσε Κλαύδιος ἔτη βʹ. Μετὰ δὲ Κλαύδιον ἐβασίλευσεν Κυντιλιανὸς ἡμέρας ζʹ. Μετὰ δὲ Κυντιλιανὸν ἐβασίλευσεν Αὐρηλιανὸς ἔτη εʹ, καὶ 34 ἐσφάγη ὑπὸ κουβικουλαρίου. ἐφ' οὗ καὶ ὁ ἅγιος Χαρίτων ὡμολόγησε, καὶ Μάνης ὁ μιαρὸς καὶ τρισκατάρατος ἀνεφύη, Χριστὸν ἑαυτὸν καὶ πνεῦμα ἅγιον ὁ δαιμονιώδης μορφαζόμενος. Παῦλος δέ τις τῷ Μανέντι τούτῳ σύγχρονος γεγονώς, τὸ γένος μὲν Σαμοσατεύς, Ἀντιοχείας δὲ τῆς μεγάλης πρόεδρος, ψιλὸν ἄνθρωπον εἶναι τὸν κύριον ἐδυσφήμησεν. εἶτα Ἀπολινάριός τις ἀνεφύη, πρόεδρος Λαοδικείας τῆς Συρίας, ὃς σάρκα μὲν ἐψυχωμένην ψυχῇ ζωτικῇ ἀνειληφέναι τὸν κύριον ἔλεγεν, ἄνουν δέ. μεθ' ὃν ἀναφαίνεταί τις Θεόδωρος, Μοψουεστίας πόλεως ἐν Κιλικίᾳ τὴν ἡγεμονίαν λαχών, ὃς ἕνα τῶν καθ' ἡμᾶς κοινῶν ἀπεκάλει τὸν δεσπότην Χριστόν, καὶ ἐκ προκοπῆς λαβόντα καὶ κατὰ χάριν τὸ θεὸν αὐτὸν ὀνομάζεσθαι, καὶ ἐκ τοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ βαπτίσματος ἀξιωθέντα τῆς τοῦ ἁγίου πνεύματος χάριτος, ὡς δῆθεν τὸν θεὸν λόγον διὰ τὴν ὑπερβάλλουσαν ἀρετὴν αὐτῷ κατοικήσαντα μεταδοῦναι τῆς θεϊκῆς ἀξίας αὐτῷ καὶ προσκυνήσεως ἐς ὕστερον μετὰ τὴν τελείωσιν. μετὰ δὲ τοῦτον Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας τοῦ θρόνου Κωνσταντινουπόλεως δραξάμενος, ὃς τοῖς αὐτοῦ προγόνοις ἑπόμενος (υἱὸς γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσατέως) ἀπηρνεῖτο θεοτόκον λέγειν τὴν ὑπεραγίαν ἡμῶν δέσποιναν, ὡς ἄλλον μὲν εἶναι τὸν Χριστὸν ἄλλον δὲ τὸν θεὸν λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην δογματίζων. εἶτα Εὐτυχής, ὃς ἀπηρνεῖτο λέγειν σώζεσθαι ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τὴν τούτων ἕνωσιν. εἶτα Σεβῆρός τις λεγόμενος, ἁρπάσας τὸν θρόνον Ἀντιοχείας. καὶ ἑξῆς ἕτεροι. 35 Μετὰ δὲ Αὐρηλιανὸν ἐβασίλευσε Τάκιτος μῆνας ʹ, καὶ ἐσφάγη ὑπὸ φίλων Αὐρηλιανοῦ. Μετὰ δὲ Τάκιτον ἐβασίλευσε Φλωριανὸς μῆνας βʹ, καὶ ἐσφάγη ὑπὸ Πρόβου. Μετὰ δὲ Φλωριανὸν ἐβασίλευσε Πρόβος ἔτη ʹ, καὶ ἐσφάγη ὑπὸ Κάρου. Μετὰ δὲ Πρόβον ἐβασίλευσε Κάρος ἔτος αʹ, καὶ ἐσφάγη ὑπὸ Καρίνου. Μετὰ δὲ Κάρον ἐβασίλευσε Καρῖνος υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐσφάγη ὑπὸ Νουμεριανοῦ. Μετὰ δὲ Καρῖνον ἐβασίλευσε Νουμεριανὸς ὁ ἀδελφὸς αὐτοῦ ἔτος αʹ, καὶ συλληφθεὶς ὑπὸ Περσῶν ἐξεδάρη ἔτι ζῶν. Μετὰ δὲ Νουμεριανὸν ἐβασίλευσεν ἐπὶ τὸ αὐτὸ ∆ιοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ γαμβρὸς αὐτοῦ ἔτη κβʹ. ὑφ' ὧν μέγας διωγμὸς κατὰ Χριστιανῶν ἐκινήθη, ὅτε καὶ Πέτρος Ἀλεξανδρείας καὶ Ἄνθιμος Νικομηδείας καὶ Προκόπιος καὶ Θεόδωρος οἱ ἀοίδιμοι ἐμαρτύρησαν καὶ ἕτεροι πλεῖστοι, καὶ Σαβάτιος ὁ τὴν αἵρεσιν τῶν Τεσσαρεσκαιδεκατιτῶν κρατύνας ἐγνωρίζετο. οὓς ἡ θεία δίκη ἐνδίκως μετελθοῦσα δικαίως ἐξέκοψεν· καὶ ὁ μὲν ∆ιοκλητιανὸς τῆς γλώττης αὐτοῦ σαπείσης μετὰ τοῦ φάρυγγος, καὶ πλῆθος σκωλήκων ἀναβράσας, κακῶς καὶ βιαίως ἀπέρρηξε τὴν ζωήν, ὁ δὲ Μαξιμιανὸς ἀπήγξατο. Μετὰ δὲ ∆ιοκλητιανὸν καὶ Μαξιμιανὸν ἐβασίλευσε κατὰ τοὺς αὐτοὺς χρόνους Κωνστάντιος καὶ Σεβῆρος, Μαξιμῖνος καὶ 36 Μαξέντιος. καὶ ὁ μὲν Κωνστάντιος σὺν τῷ υἱῷ αὐτοῦ Κωνσταντίνῳ τῆς Γαλλίας καὶ τῆς Βρεττανίας ἐκράτησαν, ὁ δὲ Σεβῆρος καὶ Μαξέντιος τῆς Ῥώμης, ὁ δὲ Μαξιμῖνος τῆς ἑῴας, ὃς πολλὰ μιαρὰ καὶ ἄτοπα διαπραξάμενος διωγμὸν ἀπηνῆ καὶ ἀπάνθρωπον κατὰ Χριστιανῶν ἐπεδείξατο, καθ' ὃν πλεῖστοι τῶν εὐδοκίμων ἐμαρτύρησαν. καὶ ἄξια τῆς δυσσεβείας αὐτοῦ πέπονθε· νόσῳ γὰρ δεινοτάτῃ περιπεσών, ὡς καὶ τὰς σάρκας αὐτοῦ δίκην κηροῦ τακῆναι καὶ τὰ ὀστᾶ συμφρυγῆναι καὶ τὸν χαρακτῆρα τῆς ἀνθρωπίνης αὐτοῦ μορφῆς ἀφανισθῆναι καὶ δεινῶς κατασαπῆναι, καὶ τοσαύτην δυσωδίαν