1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

18

Εἰρήνην ἐβασίλευσε Νικηφόρος ὁ ἀπὸ γενικῶν ἔτη ηʹ, ἔστεψε δὲ καὶ τὸν υἱὸν αὑτοῦ Σταυράκιον. ἐφ' οὗ Ταρασίου τελευτήσαντος Νικηφόρος ὁ ἁγιώτατος χειροτονεῖται. ὁ δὲ βασιλεὺς Νικηφόρος κατὰ Βουλγάρων ἐκστρατεύσας ὑπ' αὐτῶν ἀναιρεῖται. Μετὰ δὲ Νικηφόρον ἐβασίλευσε Σταυράκιος υἱὸς αὐτοῦ ἔτος αʹ καὶ μῆνας βʹ. Μετὰ δὲ Σταυράκιον ἐβασίλευσεν ὁ εὐσεβέστατος Μιχαὴλ καὶ γαμβρὸς αὐτοῦ, ᾧ Ῥαγγαβὲ ἦν ἡ προσηγορία, ἔτος αʹ καὶ μῆνας θʹ, στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρχου. Μετὰ δὲ Μιχαὴλ ἐβασίλευσε Λέων ὁ Ἀρμένιος, ὁ καὶ παραβάτης γεγονὼς ὕστερον, ἔτη ζʹ καὶ μῆνας εʹ, στεφθεὶς ὑπὸ Νι 54 κηφόρου πατριάρχου, βεβαιώσας πρότερον ἐγγράφως περὶ τῆς ἑαυτοῦ ὀρθοδοξίας, ἣν ὕστερον ἀθετήσας καὶ κατὰ τῶν ἁγίων εἰκόνων λυττήσας ὁ παμβέβηλος τόν τε ἁγιώτατον Νικηφόρον ἐξώρισεν καὶ πολλοὺς ἄλλους τῶν τῆς εὐσεβείας προμάχων μυρίοις δεινοῖς περιέβαλεν. ὃν ἡ θεία δίκη μετῆλθεν κατὰ τὴν ἑορτὴν τῶν γενεθλίων τοῦ σωτῆρος ἡμῶν ἔνδον τοῦ ναοῦ μεληδὸν κατακοπέντα καὶ οὕτω τὴν ἀνόσιον αὐτοῦ καὶ ἀθλίαν ψυχὴν ἀπορρήξαντα. Μετὰ δὲ ταῦτα ἐβασίλευσε Μιχαὴλ ὁ Ἀμορραῖος ἔτη ηʹ καὶ μῆνας θʹ, ἔστεψε δὲ καὶ τὸν υἱὸν αὑτοῦ Θεόφιλον· ὃς ὕστερον ἐκ δυσουρίας καὶ τῆς τῶν νεφρῶν ἀλγηδόνος κακῶς ἀπηλλάγη τοῦ ζῆν. ἔσχε δὲ τὴν ἀρχὴν ἀντ' αὐτοῦ Θεόφιλος ὁ υἱὸς αὐτοῦ μετὰ τῆς μητρὸς αὐτοῦ Εὐφροσύνης. Μετὰ οὖν Μιχαὴλ ἐβασίλευσε Θεόφιλος ὁ υἱὸς αὐτοῦ, ὁ νέος Βαλτάσαρ, τῶν ἁγίων ὑβριστὴς καὶ καθαιρέτης καὶ βέβηλος, ἔτη ιβʹ καὶ μῆνας γʹ, καὶ ἀπέθανε δυσεντερικῶς. ἡ δὲ τούτου μήτηρ Εὐφροσύνη ἑκουσίως κατελθοῦσα τοῦ παλατίου ἐν τῇ μονῇ αὐτῆς, ᾗ ἐπώνυμον τὰ Γάστρια, ἡσύχαζεν. αὐτὸς δὲ στέφει τὸν υἱὸν αὑτοῦ Μιχαὴλ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, οὗ δυσεντερικῇ νόσῳ, ὡς εἴρηται, κακῶς καὶ ἀθλίως τὴν ψυχὴν ἀπορρήξαντος ἀπεκομίσθη τὸ δύστηνον αὐτοῦ σῶμα εἰς τὸν ναὸν τῶν ἁγίων ἀποστόλων. Μετὰ δὲ Θεόφιλον ἐβασίλευσε Μιχαὴλ ὁ υἱὸς αὐτοῦ, ὁ λεγόμενος Μεθυστής, σὺν τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ ἔτη ιδʹ, μόνος 55 δὲ ἔτη ιʹ, σὺν τῷ Βασιλείῳ δὲ ἔτος αʹ καὶ μῆνας δʹ· ὃς τὴν πατρῴαν βασιλείαν διαδεξάμενος, τὴν θεοστυγῆ αὐτοῦ αἵρεσιν ἀποσεισάμενος τὴν ἔκπαλαι θεοφιλῆ καὶ ὀρθὴν πίστιν ἀνεκήρυξε καὶ τὸν ἐν ἁγίοις Μεθόδιον πατριάρχην προεβάλετο. τούτου δὲ πρὸς κύριον ἐκδημήσαντος χειροτονεῖται ἀντ' αὐτοῦ Ἰγνάτιος υἱὸς Μιχαὴλ τοῦ κουροπαλάτου, ὃν ὁ Καῖσαρ Βάρδας, ὡς παρ' αὐτοῦ ἐλεγχόμενος ἐπί τινι μύσει παρ' αὐτοῦ πραττομένῳ, βίᾳ τῆς ἐκκλησίας ἐξέωσεν, ἀντ' αὐτοῦ δὲ χειροτονεῖ πατριάρχην τὸν Φώτιον. ὁ δὲ Μιχαὴλ ἀναιρεῖται βουλῇ Βασιλείου. Βασίλειος ὁ Μακεδών, ὁ λεγόμενος Κεφαλᾶς, ἐβασίλευσε μετὰ Μιχαὴλ μὲν ἔτος αʹ καὶ μῆνας δʹ, μόνος δὲ ἔτη ιθʹ. οὗτος Φώτιον τοῦ θρόνου ἐξεώσας ὡς ἐλεγχθεὶς ὑπ' αὐτοῦ διὰ τὸν τοῦ Μιχαὴλ φόνον, προεχειρίσατο τὸν ἐν ἁγίοις Ἰγνάτιον πατριάρχην τὸ δεύτερον. τούτου δὲ τελευτήσαντος πάλιν Φώτιος προχειρίζεται. τοῦτον τὸν βασιλέα ἐξελθόντα πρὸς τὸ κυνηγῆσαι καὶ ἔλαφον παμμεγέθη ἀναφανεῖσάν ποθεν καταδιώκοντα, ἐπιστραφεῖσα ᾖρε τοῦτον μετὰ τοῦ κέρατος αὐτῆς τοῦ ἵππου ἐκ τῆς ζώνης· φθάσας δέ τις καὶ σπάθῃ τὴν ζώνην ἐκκόψας ἐρρύσατο αὐτόν. ἐκ τοῦ τοιούτου οὖν τῆς ἐλάφου σπαράγματος νοσηλευθεὶς τελευτᾷ, Λέοντα καταλιπὼν αὐτοκράτορα καὶ τὸν αὐτοῦ ἀδελφὸν Ἀλέξανδρον. Ὁ δὲ Λέων ἐβασίλευσεν ἔτη κεʹ καὶ μῆνας ηʹ. Στέφανος δὲ ὁ αὐτοῦ ἀδελφὸς κληρικὸς ὢν καὶ σύγκελλος ἦν μετὰ Φωτίου πατριάρχου, ἀνατρεφόμενος παρ' αὐτῷ καὶ παιδευόμενος. τὸν 56 οὖν Φώτιον διά τινας αἰτίας ὁ βασιλεὺς τοῦ θρόνου καταγαγὼν Στέφανον τὸν ἑαυτοῦ ἀδελφὸν πατριάρχην προβάλλεται. τούτου δὲ τῶν τῇδε μεταστάντος ἀντ' αὐτοῦ χειροτονεῖται Ἀντώνιος ὁ ἐπιλεγόμενος Καυλέας. ἡ δὲ Αὐγούστα Θεοφανὼ τελευτᾷ βασιλεύσασα ἔτη ιβʹ· ἀντ' αὐτῆς δὲ στέφει ὁ βασιλεὺς Ζωὴν τὴν θυγατέρα Τζαούτζα, καὶ εὐλογεῖται μετ' αὐτῆς. Ἀντωνίου δὲ τοῦ πατριάρχου τελευτήσαντος χειροτονεῖται Νικόλαος πατριάρχης, μυστικὸς χρηματίσας τοῦ βασιλέως. οὗ διὰ τὸ μὴ συνθέσθαι τῇ τοῦ βασιλέως πολυγαμίᾳ βίᾳ τοῦ θρόνου καταβιβασθέντος,