1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

2

τοιαύτης. φασὶ γὰρ αὐτόν τε καὶ τὸν ἀδελφὸν αὐτοῦ ἐκ πορνείας γεννηθέντας ἐν ἀλσώδει τόπῳ ῥιφῆναι καὶ ὑπὸ ἀγροικικῆς τινὸς γυναικὸς εὑρεθέντας ἀνατραφῆναι. ὄνειδος δὲ ἦν Ῥωμαίοις τὸ ἐξ ἀλλοτρίων τρέφεσθαι καὶ ἀλλοτριοφάγους καλεῖσθαι. ὁ οὖν Ῥῶμος τὸ οἰκεῖον ὄνειδος ἐξαλεῖψαι βουλόμενος ἐπενόησε τὰ Βρουμάλια, εἰρηκὼς ἀναγκαῖον εἶναι τὸν βασιλέα τρέφειν τὴν οἰκείαν σύγκλητον ἐν τῷ καιρῷ τοῦ χειμῶνος ὡς ἐντίμους, ὅταν ἠρεμῶσιν ἐκ τοῦ πολέμου, τὴν δὲ σύγκλητον πάλιν τρέφειν τὸν στρατόν. ἐκάλεσε δὲ τὸ ὄνομα τοῦ ἀρίστου ἐξ ἐκείνου Βρουμάλιουμ, ὅ ἐστι Ῥωμαϊστὶ ἐξ ἀλλοτρίων τραφῆναι. Μετὰ δὲ Ῥῶμον ὑπὸ ὑπάτων καὶ στρατηγῶν τῆς Ῥώμης διοικουμένης, ὧν εἷς ἦν καὶ Μάλιος, ὁ Φεβρουάριος συγκλητικὸς ὢν καὶ τῷ Μαλίῳ φθονήσας παρεσκεύασε τοὺς συγκλητικοὺς τοῦτον τῆς πόλεως ἐκδιῶξαι. τῶν οὖν Γάλλων τῇ εἰκάδι τοῦ Σεξτιλίου μηνὸς νυκτὸς ἐπελθόντων καὶ τὴν πόλιν παραλαβόντων καὶ πολὺν φόνον ἐργασαμένων, οἱ συγκλητικοὶ φυγόντες τὸν Μάλιον πάλιν προσκαλοῦνται, ὃς μετὰ στρατοῦ ἐπελθὼν καὶ τοὺς Γάλλους παραλαβὼν πάντας ἀνεῖλε, καὶ κρατήσας αὖθις τῆς Ῥώμης ἐκολόβωσε τὰς ἡμέρας τοῦ Σεξτιλίου μηνὸς ὡς δυστυχοῦς τῇ Ῥώμῃ γενομένου διὰ τὸ τὴν παράληψιν αὐτῆς ἐν αὐτῷ γενέσθαι. τὸν δὲ Φεβρουάριον τῶν ὑπαρχόντων γυμνώσας καὶ ἀτί 7 μως τῆς πόλεως ἐκβαλὼν ἀνεῖλε, καλέσας τὸν Σεξτίλιον μῆνα Φεβρουάριον ὡς ἄξιον τοῦ ὀνόματος. Μετὰ δὲ τὸν εἰρημένον Ἀρταξέρξην ἐβασίλευσε Χῶος ὁ υἱὸς αὐτοῦ, ὃς καὶ τὴν Αἴγυπτον παρέλαβε καὶ ἀπώλεσε, βασιλεύοντος αὐτῆς τότε Νεκτεναβώ, ὃς φυγὼν καὶ διὰ φαντασιῶν τινῶν καὶ μαγειῶν Αἰγυπτιακῶν προλέγων τὰ μέλλοντα γνώριμος γίνεται Φιλίππῳ καὶ Ὀλυμπιάδι τῇ γυναικὶ αὐτοῦ, ἐξ ἧς ἔτεκε τὸν Ἀλέξανδρον. ὁ δὲ Φίλιππος ἐβασίλευσε τῆς Μακεδονίας ἔτη κʹ, ὃς τὴν Θεσσαλίαν ὑποτάξας τὴν Θεσσαλονίκην πόλιν ἔκτισεν. Μετὰ δὲ Φίλιππον ἐβασίλευσε Μακεδόνων Ἀλέξανδρος, ὅτε καὶ ∆αρεῖος ὁ Ἀρσάμου μετὰ Χῶον βασιλεύων κατεκυρίευσε πάντων, ὃν ὁ Ἀλέξανδρος χειρωσάμενος παρέλαβε πᾶσαν τὴν βασιλείαν αὐτοῦ καὶ πᾶσαν τὴν Περσῶν καὶ Μήδων καὶ Πάρθων καὶ Βαβυλωνίων χώραν καὶ τὰ Ἰνδικὰ πάντα μέρη. ὃς καὶ τὴν μεγάλην Ἀλεξάνδρειαν εἰς τὸ ἴδιον ὄνομα κτίσας εἰς Βαβυλῶνα ὑπέστρεψεν, ἐν ᾗ καὶ τελευτᾷ, ἐτῶν ὢν λβʹ, βασιλεύσας ἔτη ιβʹ. Ἰστέον ὅτι δύο Λάμεχ ἡ γραφὴ μνημονεύει, ἑνὸς μὲν τοῦ ἀπὸ Κάϊν, τοῦ καὶ πεφονευκότος ἄνδρα τε καὶ νεανίσκον (τοὺς γὰρ δύο ἀδελφοὺς τοῦ δικαίου Ἐνὼχ ἀνελὼν καὶ τῶν δύο τὰς γυναῖκας ἔλαβε), ἑτέρου δὲ τοῦ πατρὸς Νῶε, τοῦ καὶ μεταγενεστέρου καὶ ἀπὸ Σὴθ καταγομένου. 8 Ὁ Θάρρα ἐγέννησε τὸν Ἀβραάμ, τὸν Μαχωὲ καὶ τὸν Ἀρὰμτὸν πατέρα τοῦ Λώτ, ὃς καὶ ἀπέθανε πρὸ τοῦ πατρὸς αὐτοῦ Θάρρα· τοῦ γὰρ Ἀβραὰμ ἐμπρησμὸν ποιήσαντος ὥστε κατακαῦσαι τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ, εἰσελθὼν Ἀρὰμ ἐξελέσθαι αὐτὰ ἀπέθανεν ἐν τῷ οἰκήματι ἐνώπιον τοῦ πατρὸς αὐτοῦ. Ἐκ τοῦ γένους Σίδου υἱοῦ Αἰγύπτου, βασιλέως Αἰγυπτίων, κατήχθη Μελχὶ ὁ πατὴρ τοῦ Σεδέκ, ὃς γενόμενος ἱερεὺς τοῦ θεοῦ καὶ βασιλεὺς τῶν Χαναναίων ἐπεκλήθη Μελχισεδὲκ πατρωνυμικῶς, καὶ κτίσας πόλιν ἐν τῷ ὄρει Σιὼν ἐπωνόμασεν αὐτὴν Σαλήμ, ὅ ἐστιν εἰρήνης πόλις, ἐν ᾗ καὶ βασιλεύσας ἔτη ιγʹ ἐτελεύτησε δίκαιος καὶ παρθένος, ὡς φησὶν Ἰώσηπος. λέγει δὲ καὶ ὁ μέγας Κύριλλος. ἀγενεαλόγητος εἴρηται Μελχισεδὲκ παρὰ τὸ μὴ ὑπάρχειν ἐκ τοῦ σπέρματος Ἀβραὰμ ὅλως, μηδὲ ὑπὸ Μωσέως γενεαλογηθῆναι, εἶναι δὲ Χαναναῖον τὸ γένος καὶ ἐκ τῆς ἐπαράτου σπορᾶς ὁρμώμενον. ὅθεν οὐδὲ γενεαλογίας ἠξίωται· οὐδὲ γὰρ πρεπωδέστατον ἦν τὸν τῆς ἄκρας δικαιοσύνης ἐπειλημμένον συμπλέκειν τῷ τῆς ἄκρας ἀδικίας γένει. ἡ δὲ Ἱερουσαλὴμ ἐκ προσθήκης τῆς τοῦ ἱεροῦ συλλαβῆς μετὰ τῆς Σαλὴμ κατὰ συνάφειαν ὠνομάσθη φερωνύμως Ἱερουσαλήμ, πῇ μὲν διὰ τὴν ἱερουργίαν τοῦ Μελχισεδέκ, πῇ δὲ διὰ τὴν τοῦ ἱεροῦ ναοῦ κατασκευήν· Ἰεβοὺς γὰρ ἐκαλεῖτο πρώην. Λὼτ ἀνεψιὸς τοῦ Ἀβραὰμ ἐκ τῶν δύο θυγατέρων αὐτοῦ ἐγέννησεν υἱοὺς δύο, Μώαβ καὶ τὸν Ἀμμάν, ἐξ ὧν Μωαβῖται καὶ Ἀμμανῖται. 9 Ὁ δὲ Ἀβραὰμ ἐκ