1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

8

πολλῆς ὑπερηφανίας, ὅθεν καὶ δικτάτωρ ἐκαλεῖτο, ὅ ἐστι μονάρχης. πάντων δὲ κρατήσας ἐν ἰταμότητι καὶ τυραννίδι ἐπὶ ἔτη ιηʹ ἀνῃρέθη ἐπὶ συγκλήτου. ὃς νόμους Ῥωμαίοις ἔδωκεν, καὶ τὸν βίσεκτον ἐφεῦρε, καὶ τὸν μῆνα Ἰούλιον μετωνόμασε, πρότερον Κυντίλλιον καλούμενον. ἐφ' οὗ ἦν καὶ Ἰούδας ὁ Γαλιλαῖος ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, καὶ Ἀντίπατρος ὁ Ἡρώδου πατὴρ βασιλεὺς τῆς Ἰουδαίας κατέστη. Μετὰ δὲ Ἰούλιον Καίσαρα ἐβασίλευσεν Αὔγουστος Καῖσαρ Ὀκταβίου υἱός, ὃς καὶ Σεβαστός, ἔτη νʹ· ἀφ' οὗ Σεβαστοὶ καὶ Αὔγουστοι προσηγορεύθησαν οἱ Ῥωμαίων βασιλεῖς, καὶ ὁ μὴν Αὔγουστος ἐκλήθη, πρότερον Σεξτίλιος ὀνομαζόμενος. ἐν τῷ μβʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἐγεννήθη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός. ἐν δὲ τῷ μαʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ἀπὸ κτίσεως κόσμου ἔτει εφʹ, καὶ Ἡρώδης ἐξ ἐθνῶν ἤδη βασιλεὺς τῆς Ἰουδαίας ἀνηγόρευται. τοῦ δὲ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννηθέντος καὶ τοῦ Ἡρώδου κακῶς τὸν βίον μεταλλάξαντος πεπλήρωται τὸ "οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκει 25 ται," ὅς ἐστιν ὁ Χριστός. ὁ δέ γε Ἡρώδης ἔσχεν αὑτῷ υἱοὺς ὁμωνύμους καὶ διωνύμους τρεῖς, Ἡρώδην Ἀντίπαν τὸν καὶ τὸν πρόδρομον ἀποτεμόντα, ἐφ' οὗ καὶ ὁ κύριος ἐσταυρώθη, Ἡρώδην Φίλιππον, ᾧ πρῶτον Ἡρωδιὰς συναφθεῖσα ἔτεκε θυγατέρα Σαλώμην τὴν ὀρχησαμένην, καὶ Ἡρώδην Ἀντίπατρον τὸν καὶἸάκωβον ἀνελόντα τοῦ Ζεβεδαίου, ὃς ἐν τῷ δημηγορεῖν τοῦ δήμου φωνοῦντος "φωνὴ θεοῦ καὶ οὐκ ἀνθρώπου" δίκην ἔδωκεν αὐτίκα· ἄγγελος γὰρ κυρίου εὐθὺς τοῦτον ἀθρόως ἐπάταξεν, καὶ ὃς ἀνεπήδησε τῆς καθέδρας ἐν τῷ δεινῶς τὴν γαστέρα αὐτοῦ σπαράττεσθαι. τὸν δέ γε θεῖον Ἰάκωβον ἰδὼν ἀπαγόμενον τὴν ἐπὶ θάνατον ὁδὸν ὁ κατήγορος αὐτοῦ καὶ μεταμεληθεὶς προσέπεσε τοῖς ποσὶ τοῦ ἀποστόλου λέγων "συγχώρησόν μοι, ἄνθρωπε τοῦ θεοῦ, ὅτι μεταμεμέλημαι ἐφ' οἷς ἐλάλησα κατὰ σοῦ." ὁ δὲ μακάριος τοῦτον καταφιλήσας εἶπεν αὐτῷ "εἰρήνη σοι, τέκνον, εἰρήνη σοι, καὶ συγχώρησις τοῦ πταίσματος." ὁ δὲ μετὰ φωνῆς μεγάλης εὐθέως Χριστιανὸν ἑαυτὸν ἐπὶ πάντων ἀνηγόρευσε, καὶ οὕτως συγκαταριθμηθεὶς τῷ ὑπ' αὐτοῦ κατηγορηθέντι σὺν αὐτῷ καὶ τὸ βραβεῖον τοῦ μαρτυρίου ἀπηνέγκατο. ὁ δέ γε ἄθλιος Ἡρώδης ἐπὶ ἡμέρας φθειρόμενος καὶ σκώληκας ἐκβράζων ἐλεεινῶς τὸν βίον κατέλυσεν, ὥσπερ καὶ ὁ δυσσεβέστερος αὐτοῦ πατήρ. Μετὰ δὲ Αὔγουστον ἐβασίλευσε Τιβέριος υἱὸς αὐτοῦ ἔτη κγʹ, ὃς κτίσας πόλιν ἐν τῇ Ἰουδαίᾳ ἐκάλεσεν αὐτὴν εἰς τὸ ἴδιον ὄνομα Τιβεριάδα. οὗ τῷ ιεʹ ἔτει τῆς βασιλείας ὁ κύριος ἡμῶν βαπτισθεὶς τοῦ εὐαγγελικοῦ κηρύγματος ἀπήρξατο. ἐν δὲ τῷ ιηʹ 26 σταυρωθεὶς ἀνέστη τῇ κεʹ τοῦ Φαμενὼθ μηνὸς ἤτοι Μαρτίου, τοῦ πρωτοκτίστου μηνὸς Νισὰν παρ' Ἑβραίοις λεγομένου, ἐπιφωσκούσης κυριακῆς. διὰ τί δὲ ὀγδόη ἡ τοῦ κυρίου ἀνάστασις ἐπωνόμασται; ἐπειδὴ ἑπτάκις νεκρῶν ἀνάστασιν εὕρομεν ἐν τῇ θείᾳ γραφῇ καὶ μετὰ τοὺς ζʹ ὄγδοος ἐκ νεκρῶν ἀνέστη ὁ κύριος. πρὸ γὰρ τῆς Χριστοῦ ἀναστάσεως ἐν τῇ παλαιᾷ πρώτη γέγονεν ἡ τοῦ υἱοῦ τῆς χήρας, ὃν Ἠλίας ἐν Σαράφθοις ἀνέστησεν, βʹ ἡ τοῦ υἱοῦ τῆς Σουμανίτιδος, ὃν Ἐλισσαῖος ἤγειρεν, γʹ ἡ τοῦ στρατιώτου, ὃς ἐγγὺς Ἐλισσαίου ταφεὶς καὶ τοῖς ὀστέοις τοῦ προφήτου πλησιάσας ὡς ἀπὸ πυρὸς ἐξεπήδησεν, δʹ ἐν τῇ καινῇ ἡ τῆς θυγατρὸς τοῦ ἀρχισυναγώγου, εʹ ἡ τοῦ υἱοῦ τῆς χήρας, ʹ ἡ τοῦ Λαζάρου, ζʹ ὅτε πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη, ηʹ δὲ ἡ τοῦ κυρίου ἀνάστασις μετὰ τὸ σωτήριον πάθος. οὗτος φροντίζων τοῦ δικαίου ἔγραφεν ἀεὶ ταῖς ὑπ' αὐτὸν πόλεσι λέγων "ἐάν τι γράψω παρὰ τοὺς νόμους προστάσσων γίνεσθαι, τούτῳ μὴ προσεκτέον· ἠγνόηκα γάρ." ἀλλ' ὕστερον, φεῦ, αἰφνίδιον εἰς τὴν χείρονα μεταβληθεὶς γνώμην πρὸς πᾶσαν ἀνοσιουργίαν μιαιφονίαν τε καὶ οἰστρηλασίαν ἐτράπη, καὶ οὕτω τὸν βίον κατέστρεψεν. Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Γάϊος υἱὸς αὐτοῦ ἔτη δ', ὃς πρῶτον μὲν μεγαλοφρόνως διεῖπε τὰ τῆς βασιλείας πράγματα καὶ τοῖς ὑπηκόοις καθηκόντως ἐκέχρητο, ὕστερον δὲ μετὰ δύο χρόνους 27 ἐκστὰς τῆς ἀνθρωπίνης φρονήσεως κατὰ μίμησιν τοῦ πατρὸς ἑαυτὸν ἀπεθέωσεν καὶ ἀνδριάντας