1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

22

μονὴν καὶ τὸν μοναχικὸν ἀσπάζεται βίον, πολλὰ καὶ τῆς Αὐγούστης Αἰκατερίνης συμβαλλομένης αὐτῷ πρὸς τὸ προκείμενον, βασιλεύσας μὲν ἔτη βʹ καὶ μῆνας γʹ, ἐπιζήσας δὲ τούτων ἐλάττονα τῷ μοναχικῷ, πᾶσαν ὑπακοὴν πρὸς τὸν ἐν τῇ μονῇ ἡγεμονεύοντα ἐνδεικνύμενος, ὡς καὶ θυρωρὸς γενέσθαι καὶ ταῖς ἄλλαις ὑπηρετῆσαι διακονίαις διὰ πολλὴν μετριοφροσύνην καταδεξάμενος. προχειρίζεται δὲ ἀντ' αὐτοῦ εἰς βασιλέα Κωνσταντῖνον τὸν ∆οῦκαν. Μετὰ δὲ τὸν Κομνηνὸν Κωνσταντῖνος ὁ ∆οῦκας ἀναιμωτὶ δίχα πραγμάτων καὶ ταραχῆς τῶν σκήπτρων ἐπιλαμβάνεται. τοῦ δὲ πατριάρχου Κωνσταντίνου τοῦ Λεικούδη θανόντος Ἰωάννης μοναχὸς ὁ ἐπίκλην Ξιφιλῖνος προχειρίζεται. τῷ δὲ βασιλεῖ νόσος ἐνσκήψασα οὐ μικρῶς αὐτὸν κατέτρυχεν. ὡς δὲ ἔγνω ἤδη τέλεον τῇ νόσῳ κατεργασθείς, τοὺς ἐξ Εὐδοκίας τῆς βασιλίσσης αὐτοῦ τρεῖς παῖδας Μιχαὴλ Ἀνδρόνικον καὶ Κωνσταντῖνον, ἐξ ὧν πορφυρογέννητος ἦν ὁ Κωνσταντῖνος, πάντας βασιλεῖς ἀνηγόρευσε, Καίσαρα δὲ τὸν αὐτοῦ ἀδελφὸν Ἰωάννην. ἦσαν δὲ αὐτῷ καὶ θυ 65 γατέρες τρεῖς, Ἄννα τε καὶ Θεοδώρα καὶ Ζωή. μέλλων δὲ τελευτᾶν, ἔγγραφον ἀπῄτησεν ἐκ πάντων ὡς οὐκ ἄν ποτε παρὰ τοὺς αὐτοῦ παῖδας βασιλέα ἕτερον δέξαιντο· ἐν ᾧ καθυπέγραψαν ἅπαντες. ἀλλὰ μὴν καὶ ἡ βασιλὶς Εὐδοκία, ὡς οὐκ ἂν οὐδὲ αὐτὴ πρὸς δεύτερον ἐλεύσεται συνοικέσιον. ὃ καὶ ἀπαρτισθὲν τῷ πατριάρχῃ φυλάττειν δεδώκασι. τελευτᾷ οὖν ὁ βασιλεὺς ἐτῶν ὢν ξʹ καὶ μικρόν τι πρός, βασιλεύσας χρόνους ζʹ καὶ ἥμισυν, ταφεὶς εἰς τὸ Μολιβωτόν. Κατέσχον οὖν τὰ σκῆπτρα τῆς βασιλείας ἥ τε σύζυγος αὐτοῦ Εὐδοκία καὶ οἱ παῖδες. σὺν τούτοις οὖν μῆνας ζʹ καὶ μικρόν τι πρὸς βασιλεύσασα ἀνάγει τὸν Ῥωμανὸν ∆ιογένην εἰς τὰ βασίλεια, καὶ τούτῳ προσζεύγνυται, καὶ βασιλέα εὐθὺς ἀναγορεύει. Τὴν οὖν βασιλείαν ὁ ∆ιογένης λαβών, εἶθ' ὕστερον ἐπιβουλευθεὶς παρὰ τῶν οἰκείων ἐκτυφλοῦται, καὶ οὕτως θνήσκει, καὶ ἐν τῇ νήσῳ Πρώτῃ θάπτεται, βασιλεύσας ἔτη γʹ καὶ μῆνας ηʹ. ∆ιεδέξατο τὴν βασιλείαν ὁ τοῦ ∆ούκα υἱὸς Μιχαὴλ ὁ λεγόμενος Παραπινάκης. τοῦ δὲ πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου κοιμηθέντος, ὁ βασιλεὺς ἕτερόν τινα προεχειρίσατο Κοσμᾶν μοναχόν, τῆς ἁγίας μὲν πόλεως ἀφικόμενον, μεγίστῃ δὲ τιμῇ διὰ τὴν αὐτοῦ ἀρετὴν παρὰ βασιλεῖ τιμώμενον. οἱ δὲ πολῖται διὰ τὸ τὸν Βοτανειάτην ἐξ ἀνατολῆς ἤδη ἀναγορευθῆναι τά τε ἀνάκτορα κατασχόντες καὶ φύλακας αὐτοῖς ἐπιστήσαντες, καὶ τὸν βασιλεύοντα Μιχαὴλ καθαιρήσαντες πρὸς τὴν τοῦ Στουδίου μονὴν παραπέμπουσιν μετ' εὐτελοῦς ὑποζυγίου σὺν τῇ Αὐγούστῃ Μαρίᾳ τῇ ἐξ Ἀλανῶν καὶ τῷ τούτου παιδὶ Κωνσταντίνῳ τῷ πορ 66 φυρογεννήτῳ, καὶ πρὸς τὸν μονήρη μεταλλάττουσι βίον κατὰ τὸ σάββατον τοῦ ἁγίου Λαζάρου, βασιλεύσαντα χρόνους ζʹ. Οὕτως οὖν ὁ Βοτανειάτης Νικηφόρος παρὰ πᾶσαν προσδοκίαν ἀναίμακτον ἀπέλαβε τὴν αὐτοκράτορα ἀρχὴν κατ' αὐτὴν τὴν μεγάλην τρίτην, καὶ ταῖς τοῦ πατριάρχου χερσὶν τῷ βασιλικῷ ταινιοῦται διαδήματι, καὶ γυναικὶ συζεύγνυται τῇ ἐξ Ἀλαμανῶν Μαρίᾳ, τῇ τοῦ Μιχαὴλ συμβίῳ. ἐβασίλευσε δὲ ἔτη γʹ. Ἀλέξιος ὁ Κομνηνὸς ἐβασίλευσεν ἔτη λζʹ μῆνας δʹ, Ἰωάννης ὁ τούτου υἱὸς ἔτη κδʹ, Μανουὴλ ὁ τούτου υἱὸς ἔτη ληʹ, Ἀλέξιος ὁ τούτου υἱὸς μειράκιον ἔτος αʹ. Τοῦτον φονεύσας Ἀνδρόνικος ὁ πρὸς πατρὸς θεῖος αὐτοῦ ἐτυράννησεν ἔτη γʹ. τοῦτον φονεύσας ὁ ἀνεψιὸς αὐτοῦ Ἰσαάκιος ὁ Ἄγγελος ἐκράτησεν ἔτη θʹ. τοῦτον ἐκτυφλώσας ὁ ἴδιος ἀδελφὸς Ἀλέξιος ἐκράτησε καὶ αὐτὸς ἔτη θʹ. τοῦτον ἐκδιώξας τῆς βασιλείας καὶ Κωνσταντινουπόλεως ὁ ἀνεψιὸς Ἀλέξιος μειράκιον ὤν, ὁ υἱὸς αὐτοῦ Ἰσαακίου, ἐκράτησε μῆνας ʹ. τοῦτον φονεύσας ὁ ἐξάδελφος Ἀλέξιος ὁ ∆οῦκας, ὁ καὶ Μούρτζουφλος, ἐκράτησε μῆνας βʹ. φεῦ, καὶ ταῦτα Χριστιανοὶ Χριστιανούς. καὶ πῶς ἔμελλεν ἐφησυχάσαι ἡ δίκη καὶ μὴ παραδοῦναι ἡμᾶς εἰς αἰχμαλωσίαν καὶ ἐξολόθρευσιν; ὃ καὶ γέγονε, καὶ ἡ περίβλεπτος Κωνσταντίνου διὰ τὰς τοιαύτας ἀνοσιουργίας παρεδόθη τοῖς Ἰταλοῖς.