1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

10

κληρονόμους τῆς βασιλείας ἔμελλεν ἐξ ὑποβολῆς τινῶν ἐᾶσαι τὴν σύζυγον αὐτοῦ καὶ λαβεῖν ἑτέραν πρὸς τὸ παιδοποιῆσαι· ἡ δὲ συνετὴ οὖσα συνεβούλευσεν αὐτῷ ὡς εἴπερ βούλεται μνημονεύεσθαι ὑπὸ πάντων ἐν πάσαις γενεαῖς, πλακῶσαι διὰ μαρμάρων τὰς εἰσοδοεξόδους πασῶν τῶν μεγαλοπόλεων· ὃ δὴ καὶ πεποίηκεν. ἐφ' οὗ καὶ Συμεὼν ὁ τοῦ Κλοπᾶ καὶ Ἰγνάτιος ὁ θεοφόρος ἐμαρτύρησαν, καὶ Βασιλίδης καὶ Κήρινθος καὶ Νικόλαος καὶ Ἐβιωναῖος οἱ αἱρεσιάρχαι καὶ ἐχθροὶ τῆς ἀληθείας ἐγνωρίζοντο. Μετὰ δὲ Τραϊανὸν ἐβασίλευσεν Ἀδριανὸς ὃς καὶ Αἴλιος ἔτη κδʹ, καὶ ὑδεριάσας ἀπέθανεν· ὃς ναὸν ἐν Κυζίκῳ κτίσας καὶ πόλιν ἐν τῇ Θρᾴκῃ Ἀδριανούπολιν αὐτὴν προσηγόρευσεν. ἐφ' οὗ Κέρδων καὶ Οὐαλεντῖνος καὶ Μαρκίων καὶ Μοντανὸς καὶ Σατορνῖνος καὶ Καρποκράτης οἱ αἱρεσιάρχαι καὶ Ἀκύλας ἐγνωρίζοντο. Μετὰ δὲ Ἀδριανὸν ἐβασίλευσεν Ἀντωνῖνος ἔτη κβʹ. ἐφ' οὗ Πολύκαρπος ὁ μαθητὴς Ἰωάννου τοῦ εὐαγγελιστοῦ καὶ Ἰουστῖνοςὁ φιλόσοφος καὶ ∆ιονύσιος ἐπίσκοπος Κορίνθου ἐμαρτύρησαν, καὶ Τατιανὸς καὶ Βαρδησάνης οἱ αἱρεσιάρχαι καὶ Πρισκίλλα καὶ Μαξιμίλλα αἱ ψευδοπροφήτιδες τῶν κατὰ Φρύγας ἐγνωρίζοντο. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσε Μάρκος υἱὸς αὐτοῦ ἔτη ιαʹ, ἐφ' οὗ πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ δυσμῶν ἐπ' ἀνατολὰς φερόμενον ὤφθη. 31 Μετὰ δὲ Μάρκον ἐβασίλευσε Σεβῆρος υἱὸς αὐτοῦ ἔτη ηʹ, καὶ ἐσφάγη ἐν Προικονήσῳ. Μετὰ δὲ Σεβῆρον ἐβασίλευσε Κόμοδος ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιβʹ, καὶ ὑπὸ ἀναγωγῆς αἵματος καὶ χολῆς ἀθρόον ἀπέθανεν. ἐφ' οὗ καὶ Θεόδοτος, ὁ καὶ πρῶτος τῆς κατὰ Παῦλον τὸν Σαμοσατέα καὶ Νεστόριον πλάνης ἀρξάμενος, καὶ Θεοδοτίων ἐγνωρίζοντο. Μετὰ δὲ Κόμοδον ἐβασίλευσε Περτίναξ μῆνας βʹ, καὶ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν. Μετὰ δὲ Περτίνακα ἐβασίλευσε ∆άδιος μῆνας δʹ, ὃς καὶ Ἰουλιανὸς λέγεται, καὶ ἐσφάγη ὑπὸ τοῦ κουβικουλαρίου εἰς τὴν πηγὴν τοῦ παλατίου θεωρῶν τοὺς ἰχθύας. Μετὰ δὲ ∆άδιον ἐβασίλευσε Σεβῆρος ἔτη ιηʹ. ἐφ' οὗ Λεωνίδης ὁ ἐπίσκοπος καὶ πατὴρ Ὠριγένους ἐμαρτύρησεν, καὶ Κλήμης ὁ στρωματεὺς καὶ Σύμμαχος καὶ Ὠριγένης ἐγνωρίζοντο. Μετὰ δὲ Σεβῆρον ἐβασίλευσεν Ἀντωνῖνος καὶ Γέτας ὁ ἀδελφὸς αὐτοῦ μῆνας βʹ. καὶ σφάξας τὸν ἀδελφὸν αὐτοῦ καὶ μοναρχήσας ἔτη ʹ ἀναιρεῖται ὑπὸ τῶν ἰδίων. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσεν Ἀντωνῖνος ὁ Καράκαλος ἔτη κʹ, καὶ ἐσφάγη ἐν πολέμῳ. ἐφ' οὗ ἦν Γαληνὸς ὁ ἰατρός. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσε Μακρῖνος ἔτη δʹ, καὶ ἐσφάγη ὑπὸ Ἀντωνίνου. 32 Μετὰ δὲ Μακρῖνον ἐβασίλευσεν Ἀντωνῖνος ὁ Γάλβας, καὶ ἐσφάγη ὑπὸ Ἀλεξάνδρου. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσεν Ἀλέξανδρος ὁ Μαμαίας ἔτη ιγʹ, καὶ ἐσφάγη σὺν τῇ μητρὶ αὐτοῦ Μαμαίᾳ ἐξ ἐπιβουλῆς Μαξιμίνου στρατηγοῦ. ἐφ' οὗ Νάρκισσος ἐπίσκοπος Ἱεροσολύμων ἐν τῷ βαπτίζειν, ἐλαίου τοῦ χρίσματος λείψαντος, ἐκέλευσεν ὕδωρ ἐν τῷ κρατῆρι βληθῆναι, καὶ προσευξάμενος εἰς ἔλαιον τοῦτο μετέβαλε. Μετὰ δὲ Ἀλέξανδρον ἐβασίλευσε Μαξιμῖνος ἔτη γʹ, καὶ ἐσφάγη ὑπὸ τοῦ στρατοῦ αὐτοῦ. ἐφ' οὗ Λαυρέντιος καὶ Κυπριανὸς ἐμαρτύρησαν. Μετὰ δὲ Μαξιμῖνον ἐβασίλευσε Πουπλιανὸς μῆνας βʹ, καὶ ἐσφάγη ἐν πολέμῳ. Μετὰ δὲ Πουπλιανὸν ἐβασίλευσε Ἰούνωρ μῆνας ʹ. Μετὰ δὲ Ἰούνωρα ἐβασίλευσε Γορδιανὸς υἱὸς αὐτοῦ ἔτη δʹ, καὶ ἐν πολέμῳ συμπεσὼν τῷ ἵππῳ ἀπέθανεν. Μετὰ δὲ Γορδιανὸν ἐβασίλευσε Φίλιππος ὁ τῆς ἁγίας Εὐγενείας πατὴρ ἔτη εʹ, ὃς καὶ τὴν Φιλιππούπολιν ἔκτισεν. ἀνῃρέθη δὲ ἅμα τῷ υἱῷ ὑπὸ ∆εκίου διὰ τὸ ὑπὲρ Χριστιανῶν ἀγωνίζεσθαι. Μετὰ δὲ Φίλιππον ἐβασίλευσεν Ἰούνωρ υἱὸς Γορδιανοῦ ἔτη βʹ, καὶ ὑδεριάσας ἀπέθανεν. ἐφ' οὗ Σαβέλλιος ὁ αἱρεσιάρχης ἐγνωρίζετο. Μετὰ δὲ Ἰούνωρα ἐβασίλευσε Μάρκος ἔτη γʹ. 33 Μετὰ δὲ Μάρκον ἐβασίλευσεν Ἰουστιλιανὸς ἔτη βʹ, καὶ φλεβοτομηθείς, ἐπειδήπερ ἐξεχύθη τὸ αἷμα αὐτοῦ ἐν τῷ καθεύδειν, λιποθυμήσας ἀπέθανεν. Μετὰ δὲ Ἰουστιλιανὸν ἐβασίλευσε Φίλιππος ἔτη κʹ, καὶ ἐσφάγη ἐν τῷ παλατίῳ. Μετὰ δὲ Φίλιππον ἐβασίλευσεν Οὐαλεριανὸς ἔτος ἕν, καὶ ἐσφάγη ὑπὸ τοῦ λαοῦ αὐτοῦ. Μετὰ δὲ Οὐαλεριανὸν ἐβασίλευσε Γάλλος μῆνα αʹ, καὶ ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός. Μετὰ δὲ Γάλλον ἐβασίλευσε ∆έκιος ἔτος αʹ, καὶ