1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

3

Ἀλλὰ τοῦτο ἅπαν τὸ σκότος ἐπεισελθοῦσα ἡ πίστις διεσκέδασεν ἐκ τῆς ψυχῆς τοῦ ὑποδεξαμένου αὐτήν· καὶ καθάπερ πλοῖον ὑπὸ τῆς τῶν πνευμάτων ἐμβολῆς κλυδωνιζόμενον καὶ ταῖς τῶν κυμάτων ἐπαναστάσεσι περιαντλούμενον ἐξαρτηθεῖσα ἄγκυρα πάντοθεν ἵστησι, καὶ ἐν μέσῳ ῥιζοῖ τῷ πελάγει· οὕτω δὴ καὶ τὸν νοῦν τὸν ἡμέτερον ὅταν οἱ προσπίπτοντες ἔξωθεν λογισμοὶ κλυδωνίζωσιν, ἀγκύρας ἀσφαλέστερον ἐπεισ 51.275 ελθοῦσα ἡ πίστις ἀπαλλάττει τοῦ ναυαγίου, ὥσπερ ἐν γαληνῷ λιμένι, τῇ τοῦ συνειδότος πληροφορίᾳ τὸ σκάφος ὁρμίζουσα. Καὶ αὐτὸ τοῦτο πάλιν ὁ Παῦλος δηλῶν ἔλεγεν, ὅτι ∆ιὰ τοῦτο ἔδωκεν ἀποστόλους ὁ Θεὸς πρὸς καταρτισμὸν τῶν ἁγίων, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἵνα μηκέτι ὦμεν νήπιοι κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ. Ὁρᾷς τῆς πίστεως τὸ κατόρθωμα, ὅτι ὡς ἄγκυρά τις ἀσφαλὴς, οὕτως ἐκβάλλει τὸν σάλον· ὅπερ οὖν καὶ αὐτὸς πάλιν Ἑβραίοις ἐπιστέλλει, οὑτωσὶ λέγων περὶ τῆς πίστεως· Ἣν ὡς ἄγκυραν ἔχομεν τῆς ψυχῆς ἀσφαλῆ, καὶ βεβαίαν, καὶ εἰσερχομένην εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος. Ἵνα γὰρ ἀκούσας ἄγκυραν, μὴ νομίσῃς κάτω καθέλκεσθαι, δείκνυσιν, ὅτι καινή τις αὕτη τῆς ἀγκύρας ἡ φύσις, οὐ κάτω πιέζουσα, ἀλλ' ἄνω κουφίζουσα τὴν διάνοιαν, καὶ πρὸς τὸν οὐρανὸν μεθιστῶσα, καὶ εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος χειραγωγοῦσα· καταπέτασμα γὰρ ἐνταῦθα τὸν οὐρανὸν ἐκάλεσε. Τίνος ἕνεκα, καὶ διὰ τί; Ὅτι καθάπερ τὸ καταπέτασμα ἀπὸ τῆς ἔξω σκηνῆς διεῖργε τὰ ἅγια τῶν ἁγίων, οὕτω δὴ καὶ ὁ οὐρανὸς οὗτος, ὥσπερ καταπέτασμα, μέσος τῆς κτίσεως παρεμβεβλημένος ἀπὸ τῆς ἔξω σκηνῆς, τοῦτ' ἔστι, τοῦ κόσμου τούτου τοῦ βλεπομένου, διείργει τὰ ἅγια τῶν ἁγίων, τὰ ἄνω λέγων καὶ τὰ ὑπὲρ αὐτῶν, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός. δʹ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐκεῖ μετεωρίζει τὴν ψυχὴν τὴν ἡμετέραν, φησὶν, ἡ πίστις, οὐκ ἀφιεῖσα οὐδενὶ τῶν παρόντων δεινῶν ταπεινωθῆναι, ἀνακουφίζουσα τοὺς πόνους τῇ τῶν μελλόντων ἐλπίδι. Ὁ γὰρ πρὸς τὰ μέλλοντα ἀφορῶν, καὶ τὴν ἐκ τῶν οὐρανῶν ἀναμένων ἐλπίδα, καὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἐκεῖ μετάγων, οὐδὲ αἰσθάνεται τῆς ὀδύνης τῶν ἐν τῷ παρόντι δεινῶν, ὥσπερ οὖν οὐδὲ Παῦλος ᾐσθάνετο, καὶ τὴν αἰτίαν τῆς φιλοσοφίας ἐδίδασκε, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Πῶς, καὶ τίνι τρόπῳ; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα διὰ τῶν τῆς πίστεως ὀφθαλμῶν. Ὥσπερ γὰρ οἱ τοῦ σώματος οὐδὲν βλέπουσι νοητὸν, οὕτως οἱ τῆς πίστεως οὐδὲν βλέπουσιν αἰσθητόν. Ἀλλὰ ποίαν πίστιν ἐνταῦθα λέγει ὁ Παῦλος; τὸ γὰρ τῆς πίστεως ὄνομα διπλῆν ἔχει τὴν σημασίαν. Καὶ γὰρ πίστις λέγεται, καθ' ἣν τὰ σημεῖα ἐποίουν τότε οἱ ἀπόστολοι, περὶ ἧς ὁ Χριστὸς ἔλεγεν· Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι, καὶ μεταβήσεται. Καὶ πάλιν, ὅτε τὸν σεληνιαζόμενον οὐκ ἴσχυσαν ἀπαλλάξαι τοῦ δαίμονος οἱ μαθηταὶ, καὶ τὴν αἰτίαν ἐβούλοντο μαθεῖν, ταύτην αὐτοῖς ᾐνίξατο τὴν ἔλλειψιν τῆς πίστεως, λέγων· ∆ιὰ τὴν ἀπιστίαν ὑμῶν. Καὶ ὁ Παῦλος δὲ περὶ αὐτῆς ἔλεγεν· Ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν. Καὶ ὅτε δὲ καταποντίζεσθαι ἔμελλε πεζῇ βαδίζων ἐπὶ τῆς θαλάσσης ὁ Πέτρος, αὐτὸ τοῦτο πάλιν ἐνεκάλεσεν ὁ Χριστὸς, εἰπών· Εἰς τί ἐδίστασας, ὀλιγόπιστε; Λέγεται τοίνυν πίστις ἡ τῶν σημείων καὶ τῶν θαυμάτων ποιητική· λέγεται δὲ πίστις καὶ ἡ τῆς εἰς τὸν Θεὸν γνώσεως παρασκευαστικὴ, καθ' ἣν ἕκαστος ἡμῶν ἐστι πιστός· ὡς ὅταν λέγῃ γράφων Ῥωμαίοις· Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἡ πίστις ὑμῶν ἐν ὅλῳ τῷ κόσμῳ καταγγέλλεται· καὶ Θεσσαλονικεῦσι πάλιν· Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Θεοῦ, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ, 51.276 ἀλλὰ καὶ ἐν τῇ