1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

22

τὰς ἀμοιβὰς, πῶς ἡμῖν μακρὸν ἀπέτεινας λόγον, ἀπαριθμούμενος ὡρῶν εὐκρασίαν, σώματος ὑγίειαν, εὐπαιδίαν, πολυπαιδίαν, εὐετηρίαν, καρπῶν ἀφθονίαν, βουκόλια, ποίμνια, ἅπασαν τὴν βιωτικὴν εὐπραγίαν; Τί οὖν ἂν εἴποιμεν πρὸς τοῦτο; Ὅτι ἑτέρως μὲν τὸ πλῆθος καὶ τὸν ἀσθενέστερον δῆμον, ἑτέρως δὲ τοὺς γενναίους καὶ τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν ἤδη μετιόντας ἦγεν ὁ Θεὸς τότε. Τοῖς μὲν γὰρ πολλοῖς καὶ χαμαὶ ἑρπομένοις καὶ οὐδὲν μέγα δυναμένοις ἰδεῖν, οὐδὲ ἐκτεῖναι τὴν τῆς ψυχῆς ἐλπίδα πρὸς τὴν τῶν μελλόντων ἀπόλαυσιν ἀγαθῶν, ταῦτα τὰ παρόντα παρεῖχεν ἀγαθὰ, τὴν ἀσθένειαν τῆς ψυχῆς αὐτῶν παραμυθούμενος, καὶ διὰ τούτων αὐτοὺς ὁδηγῶν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, καὶ εἰς τὴν τῶν καλῶν ἐπιθυμίαν ἐμβάλλων· τὸν δὲ Ἡλίαν καὶ τὸν Ἐλισσαῖον, τὸν Ἱερεμίαν, τὸν Ἠσαΐαν, καὶ πάντας δὴ ἁπλῶς τοὺς προφήτας, καὶ ὅσοι τοῦ χοροῦ γεγένηνται τῶν ἁγίων καὶ μεγάλων ἀνδρῶν, ἐπὶ τοὺς οὐρανοὺς ἐκάλει καὶ τὰ ἐκεῖ παρεσκευασμένα τοῖς εὐδοκιμηκόσιν ἀγαθά. ∆ιὸ καὶ ὁ Παῦλος οὐχ ἁπλῶς πάντας ἀπηριθμήσατο, ἀλλὰ τοὺς ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασι, τοὺς ἐν καμίνῳ, τοὺς ἐν δεσμωτηρίῳ, τοὺς ἀποτυμπανισθέντας, τοὺς καταλευσθέντας, τοὺς ἐν λιμῷ, τοὺς ἐν πενίᾳ, τοὺς ἐν ἐρημίαις, τοὺς ἐν σπηλαίοις, τοὺς ἐν ταῖς ὀπαῖς τῆς γῆς, τοὺς τὰ μυρία παθόντας δεινά. Καὶ τότε εἶπε κατὰ πίστιν πάντας τετελευτηκέναι, καὶ μηδέπω κεκομίσθαι τὰς ἐπαγγελίας· οὐχὶ τὸ πλῆθος τὸ Ἰουδαϊκὸν, ἀλλὰ τοὺς κατὰ τὸν Ἠλίαν ἡμῖν αἰνιττόμενος. Εἰ δὲ λέγοι τις· Αὐτοὶ δὲ οὗτοι τίνος ἕνεκεν οὐδέπω καὶ νῦν ἀπέλαβον τοὺς ὀφειλομένους αὐτοῖς στεφάνους; μανθανέτω καὶ ταύτην παρὰ Παύλου τὴν αἰτίαν. Εἰπὼν γὰρ, Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἐπήγαγε, Τοῦ Θεοῦ κρεῖττόν τι προβλεψαμένου περὶ ἡμῶν, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Κοινὴ γάρ ἐστι, φησὶν, ἡ πανήγυρις, ἐπειδὴ καὶ μείζων ἡδονὴ, ὅταν κοινῇ στεφανώμεθα πάντες. Τοῦτο καὶ ἐν τοῖς Ὀλυμπιακοῖς ἀγῶσι γίνεται· ὁ παλαίσας, ὁ πυκτεύσας, ὁ παγκρατιάσας ἐν διαφόροις μὲν καιροῖς τοὺς ἀγῶνας ὑπομένουσιν, ἐν μιᾷ δὲ καιροῦ ῥοπῇ πάντες ἀνακηρύττονται. Οὕτω καὶ ἐν τοῖς ἀρίστοις γίνεται. Ὅταν γὰρ τῶν δαιτυμόνων οἱ μὲν φθάσωσι προαπαντήσαντες, οἱ δὲ ἔτι μέλλωσι, τιμῶντες τοὺς ἀπολειφθέντας οἱ ἑστιάτορες, τοὺς φθάσαντας ἤδη καὶ παραγενομένους κελεύουσιν ἀναμένειν τοὺς ὑστερήσαντας. Τοῦτο καὶ ὁ Θεὸς πεποίηκεν· ἐπειδὴ γὰρ τοὺς ἐκ τῆς οἰκουμένης ἁπάσης κατὰ διαφόρους καιροὺς εὐδοκιμηκότας ἐπὶ κοινήν τε καὶ πνευματικὴν εὐωχίαν ἐκάλεσε, τοὺς ἤδη φθάσαντας καὶ προαπελθόντας κελεύει τοὺς μετὰ ταῦτα ἀπιέναι μέλλοντας ἀναμένειν, ἵν' οὕτω κοινῇ παραγενομένων ἁπάντων, καὶ ἡ τιμὴ καὶ ἡ ἡδονὴ μία ἅπασι γένηται. ιʹ. Ἐννόησον γὰρ ἡλίκον ἐστὶν εἰς τιμῆς λόγον, Παῦλον καὶ τοὺς κατ' ἐκεῖνον ἅπαντας, τὸν Ἀβραὰμ, καὶ τοὺς κατ' ἐκεῖνον, καὶ τοὺς πρὸ ἐκείνου πάλιν πρὸ τοσούτων ἐτῶν ἀθλήσαντας καὶ νικήσαντας καθῆσθαι νῦν τὴν ἡμετέραν ἀναμένοντας εὐδοκίμησιν. Ὅτι γὰρ οὐδέπω τὸν στέφανον Παῦλος ἀπείληφεν, οὐδὲ ἄλλος οὐδεὶς τῶν ἐξ ἀρχῆς εὐηρεστηκότων, ἀλλ' οὐδὲ ἀπολήψονται, ἕως ἂν ἅπαντες οἱ μέχρι τέλους στεφα 51.299 νοῦσθαι μέλλοντες ἀφίκωνται, ἄκουσον αὐτοῦ τοῦ Παύλου λέγοντος· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής. Πότε; Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ. Καὶ πάλιν ἀλλαχοῦ δεικνὺς, ὅτι κοινῇ πᾶσιν ἡ τῶν ἀγαθῶν ἀπόλαυσις δίδοται, Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλίψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν. Καὶ πάλιν· Ὅτι ἡμεῖς οἱ