1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

6

ἐθαύμασας χρυσίου κάλλος· τὸν μείζονα ἐνίκησας ἀνταγωνιστὴν, ἀλλ' ὁ ἐλάττων καὶ ἀσθενέστερος ἐκράτησέ σου καὶ περιεγένετο. ∆ιὰ τοῦτο αἰσχροτέραν ἐποίησέ σου τὴν ἧτταν· διὰ τοῦτο οὐδὲ συγγνώμης ἔτυχες, τοσαύτης μὲν περιγενομένη βίας, καὶ πρὸς τὴν φύσιν αὐτὴν ἀποδυσαμένη, ὑπὸ δὲ φιλαργυρίας ἁλοῦσα, ἣν καὶ οἰκέται πολλάκις καὶ βάρβαροι ἀπονητὶ νικῆσαι ἠδυνήθησαν. ηʹ. Ταῦτ' οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, καὶ οἱ γάμοις ὁμιλοῦντες, καὶ οἱ παρθενίαν ἀσκοῦντες, πολλὴν ἐπιδειξώμεθα περὶ τὴν ἐλεημοσύνην σπουδὴν, ἐπειδὴ μηδὲ ἑτέρως ἔστι τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν. Εἰ γὰρ παρθενία χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν εἰς βασιλείαν εἰσαγαγεῖν, ποῖον ἕτερον κατόρθωμα τοῦτο ἰσχύσει, ἢ δυνήσεται ταύτης χωρίς; Οὐκ ἔστιν οὐδέν. Πάσῃ τοίνυν ψυχῇ καὶ δυνάμει τὸ ἔλαιον ἐγχέωμεν ταῖς λαμπάσι, καὶ δαψιλὲς ἔστω καὶ διηνεκὲς τοῦτο, ἵνα φαιδρὸν καὶ πλούσιον μείνῃ τὸ φῶς. Μὴ γὰρ δὴ τὸν πένητα ἴδῃς τὸν λαμβάνοντα, ἀλλὰ τὸν Θεὸν τὸν ἀποδιδόντα· μὴ τὸν δεχόμενον τὸ ἀργύριον, ἀλλὰ τὸν ὑπεύθυνον γινόμενον τῷ ὀφλήματι. ∆ιὰ γὰρ τοῦτο ἕτερος λαμβάνει, καὶ ἕτερος ἀποδίδωσιν, ἵνα ἡ μὲν τοῦ δεχομένου πενία καὶ ἡ συμφορὰ πρὸς ἔλεον ἐπικάμψῃ καὶ συμπάθειαν· ὁ δὲ τοῦ μέλλοντος ἀποδιδόναι πλοῦτος τὴν καταβολὴν ἐγγυώμενος, καὶ τὴν μετὰ πολλῆς προσθήκης ἔκτισιν ἑπομένην, θαῤῥῆσαι παρασκευάσῃ περὶ τοῦ δανείου καὶ τοῦ τέλους, καὶ μετὰ πλείονος δαψιλείας ἐκκαλέσηται τὴν ἐλεημοσύνην. Τίς γὰρ, εἰπέ μοι, μέλλων ἑκατονταπλασίονα λαμβάνειν, καὶ θαῤῥῶν πάντως ὑπὲρ τῆς ἀποδόσεως, οὐχὶ τὰ πάντα προήσεται; Μὴ τοίνυν φειδώμεθα χρημάτων, μᾶλλον δὲ φειδώμεθα τῶν χρημάτων· ὁ γὰρ φειδόμενος τῶν ὄντων, εἰς τὰς τῶν πενήτων χεῖρας αὐτὰ ἐναποτίθεται, εἰς τὸν ἄσυλον θησαυρὸν, καὶ λῃσταῖς καὶ οἰκέταις καὶ συκοφάνταις κακούργοις καὶ πάσαις ἐφόδοις ἀνάλωτον. Εἰ δὲ καὶ ταῦτα ἀκούων ὀκνεῖς προέσθαι τι τῶν ὄντων, καὶ οὔτε τὸ ἑκατονταπλασίονα ἀπολαβεῖν, οὔτε ἡ τοῦ πένητος συμφορὰ, οὔτε ἄλλο οὐδὲν ἐπικάμψαι σε δυνήσεται, ἀναλόγισαι τὰ πεπλημμελημένα σοι· εἴσελθε εἰς τὸ συνειδὸς τῶν ἁμαρτημάτων, πᾶσαν ἐξέτασόν σου τὴν ζωήν· κατάμαθέ σου τὰ παραπτώματα 51.279 μετὰ ἀκριβείας· κἂν ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾖς, πάντως ὑπὸ τοῦ φόβου τῶν ἡμαρτημένων σοι παρὰ πάντα τὸν χρόνον ὠθούμενος, καὶ διὰ τῆς ἐλεημοσύνης ἄφεσίν σοι προσδοκῶν γενέσθαι τούτων, καὶ τὸ σῶμα ἐπιδώσεις σαυτοῦ, μήτι γε χρήματα. Εἰ γὰρ τραύματα ἔχοντες, καὶ νοσήματα σωματικὰ ἀποκρούσασθαι βουλόμενοι, οὐδενὸς τῶν ὄντων φειδώμεθα, κἂν αὐτὸ τὸ ἱμάτιον ἀποδόσθαι δέοι, ὥστε τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι ἐκείνης· πολλῷ μᾶλλον τῆς ψυχῆς ἀῤῥωστίαν ἀποτίθεσθαι μέλλοντες καὶ τὰ χαλεπὰ τῶν ἁμαρτημάτων τραύματα διὰ τῆς ἐλεημοσύνης, μετὰ πάσης προθυμίας αὐτὴν ἐργασώμεθα. Καίτοι γε ἐπὶ μὲν τῶν νοσημάτων οὐκ ἔστιν εὐθέως καταβαλόντα ἀργύριον ἀπαλλαγῆναι τῆς νόσου, ἀλλὰ δεῖ καὶ τομῆς πολλάκις καὶ καύσεως καὶ πικρῶν φαρμάκων, καὶ λιμοῦ, καὶ ψύχους, καὶ ἑτέρων φορτικωτέρων ἐπιταγμάτων· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ἀρκεῖ καταβαλεῖν τὸ ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ πάντα εὐθέως ἀπολούσασθαι τὰ πεπλημμελημένα χωρὶς ὀδύνης καὶ πόνου. Ὁ γὰρ τὴν ψυχὴν θεραπεύων ἰατρὸς, οὐ δεῖται μεθόδων καὶ ὀργάνων, καὶ σιδήρου καὶ πυρός· ἀλλ' ἀρκεῖ νεῦσαι μόνον, καὶ πάντα ἐκρεῖ τῆς ἡμετέρας ψυχῆς τὰ πλημμελήματα, καὶ εἰς τὸ μὴ ὂν ἀφανίζεται. θʹ. Οὐχ ὁρᾷς τοὺς μοναχοὺς τοὺς τὸν μονήρη βίον ἐπιθυμοῦντας καὶ εἰς τὰς κορυφὰς τῶν ὀρέων ἀναχωροῦντας, ὅσην ὑπομένουσι σκληραγωγίαν; Καὶ γὰρ σποδὸν ὑποστρωννύμενοι, καὶ σάκκον περιβαλλόμενοι, καὶ κλοιὰ παντὶ τῷ σώματι περιτιθέντες, καὶ ἐν οἴκῳ καθείρξαντες ἑαυτοὺς, λιμῷ παλαίουσι διηνεκεῖ, θρήνοις