1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

7

συζῶσι καὶ ἀγρυπνίαις ἀφορήτοις, ἵνα δυνηθῶσι μικρὸν γοῦν μέρος τῶν ἡμαρτημένων ἀποῤῥίψασθαι· σοὶ δὲ ἔξεστι χωρὶς τῆς σκληραγωγίας ἁπάσης ἐκείνης τὴν εὔκολον ταύτην καὶ ῥᾳδίαν εὐλάβειαν ἐπιδείξασθαι. Ποῖος γὰρ πόνος, εἰπέ μοι, τῶν ὄντων ἀπολαύοντας, τὰ περιττὰ τῆς χρείας εἰς τοὺς δεομένους ἀναλῶσαι; Εἰ γὰρ μὴ μισθὸς ἔκειτο, εἰ γὰρ μὴ ἀμοιβὴ τοσαύτη ὥριστο, αὐτὴ τοῦ πράγματος ἡ φύσις οὐχ ἱκανὴ καὶ τοὺς σφόδρα ἀνημέρους πεῖσαι, τοῖς περιττεύουσιν εἰς παραμυθίαν τῶν δεομένων ἀποχρήσασθαι; Ὅταν δὲ καὶ τοσοῦτοι στέφανοι, καὶ τοσαῦται ἀμοιβαὶ, καὶ τοσαύτη ἁμαρτημάτων ἀμνηστία διὰ τῆς ἐλεημοσύνης γίνηται, ποίαν ἕξουσιν ἀπολογίαν, εἰπέ μοι, οἱ χρημάτων φειδόμενοι καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν καταποντίζοντες τοῖς ἁμαρτήμασιν; Εἰ γὰρ καὶ μηδέν σε ἕτερον κινεῖ καὶ διανίστησι πρὸς συμπάθειαν καὶ πρὸς ἐλεημοσύνην, τῆς τελευτῆς τὴν ἀδηλίαν ἀναλόγισαι· καὶ ἐνθυμηθεὶς, ὅτι κἂν μὴ πένησι δῷς, ἐπελθόντος τοῦ θανάτου καὶ ἄκων ἐκστήσῃ ἑτέροις αὐτῶν, κἂν οὕτω γενοῦ φιλάνθρωπος νῦν. Καὶ γὰρ ἐσχάτης ἀνοίας ἂν εἴη, ὧν καὶ ἄκοντες ἐξίστασθαι μέλλομεν, ἑτέροις τούτων μὴ μεταδοῦναι ἑκόντας τοῖς δεομένοις, καὶ ταῦτα μέλλοντας τοσαῦτα ἀπὸ τῆς φιλοφροσύνης ταύτης καρποῦσθαι καλά. Τὸ ὑμῶν περίσσευμα, φησὶ, γενέσθω εἰς τὸ ἐκείνων ὑστέρημα. Τί δέ ἐστιν ὃ λέγει; Μείζονα λαμβάνεις, ἢ δίδως. ∆ίδως αἰσθητὰ, καὶ λαμβάνεις νοητὰ καὶ πνευματικά· δίδως ἀργύριον, καὶ λαμβάνεις ἁμαρτημάτων ἄφεσιν· λύεις σὺ τῷ πένητι λιμὸν, ἐκεῖνος δέ σοι λύει τοῦ Θεοῦ τὴν ὀργήν. Ἀντίδοσίς τίς ἐστι καὶ πραγματεία πολὺ τῆς δαπάνης μείζω καὶ χρησιμωτέραν τὴν πρόσοδον ἔχουσα. Ἡ μὲν γὰρ δαπάνη ἐν χρήμασι γίνεται· ἡ πρόσοδος δὲ οὐκ ἔτι ἐν χρήμασι μόνον, ἀλλὰ καὶ 51.280 ἐν ἁμαρτημάτων ἀφέσει, καὶ παῤῥησίᾳ τῇ πρὸς τὸν Θεὸν, καὶ βασιλείᾳ τῶν οὐρανῶν, καὶ τῇ τῶν ἀγαθῶν ἀπολαύσει, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν ἐμπόρους μηδενὸς φείδεσθαι τῶν ὄντων, καὶ ταῦτα οὐχ ἑτέρας τινὸς καινοτέρας, ἀλλ' ὁμοίας τῇ ἐνθήκῃ τῆς ἐμπορίας αὐτῶν μελλούσης ἔσεσθαι· ἡμᾶς δὲ διὰ φθαρτῶν καὶ ἐπικήρων οὐχὶ φθαρτὰ καὶ ἐπίκηρα, ἀλλ' ἄφθαρτα καὶ ἀθάνατα καρποῦσθαι μέλλοντας ἀγαθὰ, μηδὲ τὴν αὐτὴν ἐκείνοις φιλοτιμίαν περὶ τὰ ὄντα ἐπιδείκνυσθαι; Μὴ, ἀδελφοὶ, μὴ οὕτω κακῶς περὶ τῆς ἑαυτῶν βουλευώμεθα σωτηρίας· ἀλλὰ τὸ παράδειγμα τῶν παρθένων εἰδότες, καὶ τοὺς εἰς τὸ πῦρ ἀπαγομένους τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, ἐπειδὴ μὴ ἔθρεψαν, μηδὲ ἐπότισαν τὸν Χριστὸν, κατέχωμεν τοῦ Πνεύματος τὸ πῦρ διὰ φιλανθρωπίας δαψιλοῦς καὶ ἐπιτεταμένης ἐλεημοσύνης, ἵνα μὴ περὶ τὴν πίστιν ναυαγήσωμεν. Ἡ μὲν γὰρ πίστις τῆς τοῦ Πνεύματος δεῖται βοηθείας καὶ τῆς παραμονῆς, ἵνα ἄσειστος μένῃ· ἡ δὲ τοῦ Πνεύματος βοήθεια διὰ βίου καθαροῦ καὶ πολιτείας ἀρίστης ἡμῖν εἴωθεν παραμένειν. Ὥστε εἰ μέλλοιμεν ἐῤῥιζωμένην ἔχειν τὴν πίστιν, πολιτείας ἡμῖν δεῖ καθαρᾶς τῆς τὸ Πνεύμα πειθούσης μένειν καὶ συνέχειν ἐκείνης τὴν δύναμιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι βίον ἀκάθαρτον ἔχοντα, μὴ καὶ περὶ τὴν πίστιν σαλεύεσθαι. ιʹ. Οἱ γοῦν περὶ εἱμαρμένης ληροῦντες, καὶ τῷ σωτηριώδει τῆς ἀναστάσεως διαπιστοῦντες λόγῳ, ἀπὸ συνειδότος πονηροῦ καὶ πράξεων διεφθαρμένων ἐπὶ τὸ βάραθρον τῆς ἀπιστίας ταύτης κατέπεσον. Καὶ καθάπερ οἱ πυρέττοντες βουλόμενοι τὸ πνῖγος ἀποτινάξασθαι, κατὰ ψυχρῶν ἑαυτοὺς πολλάκις ἔῤῥιψαν ὑδάτων, καὶ πρὸς βραχὺ παραμυθησάμενοι τὴν νόσον, χαλεπωτέραν ὕστερον ἀνῆψαν τὴν φλόγα· οὕτω δὴ καὶ οἱ πονηρῷ συνεχόμενοι συνειδότι, εἶτα παραμυθίαν ζητοῦντες εὑρεῖν καὶ μὴ βουλόμενοι μετανοίᾳ τὰ ἁμαρτήματα ἀπονίψασθαι, τὴν τῆς εἱμαρμένης ἐπεισήγαγον τυραννίδα, καὶ τὴν τῆς ἀναστάσεως ἀπιστίαν. ∆ιὰ τοῦτο ἐνταῦθα ἑαυτοὺς διὰ τῶν