1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

4

καὶ θανάτωσόν με, μή ποτε εἴπωσιν ὅτι γυνὴ αὐτὸν ἀπέκτεινεν." καὶ οὕτως ἀνεῖλεν αὐτὸν τὸ παιδίον. Μετὰ δὲ Ἀβιμέλεχ ἔκρινε Θολὰ ἔτη κγʹ, μετὰ δὲ Θολὰ Ἰεφθάε ἔτη ʹ, μετὰ δὲ Ἰεφθάε Ἀβεσὰ ἔτη ζʹ, μετὰ δὲ ἈβεσαἘλὼμ ἔτη ιʹ, μετὰ δὲ Ἐλὼμ Σαμψὼν ἔτη κʹ, ἐφ' οὗ καὶ Ἡρακλῆς ὁ παρ' Ἕλλησι διαβόητος ἐγνωρίζετο. Μετὰ δὲ Σαμψὼν ἐγένετο ἀναρχία ἔτη μʹ. Μετὰ δὲ τοὺς κριτὰς ἔκρινε τὸν λαὸν ἀρχιερεὺς Ἠλεὶ ἔτη κʹ, καὶ τῇ παροινίᾳ καὶ ἀταξίᾳ τῶν υἱῶν αὐτοῦ Ὀφνεὶ καὶ Φινεὲς τῇ ἐπὶ τῶν θυσιῶν ἐπῆλθεν αὐτοῖς ἡ θεία δίκη· οἱ μὲν γὰρ ἐν τῷ πολέμῳ δεινῶς ἀνῃρέθησαν, ὁ δὲ ἀπὸ τοῦ δίφρου πεσὼν ὀπισθίως καὶ τὸν νῶτον συντριβεὶς ἀπέθανεν ἐτῶν ʹ. Μετὰ δὲ Ἠλεὶ Σαμουὴλ ὁ προφήτης καὶ ἱερεὺς ἔτη λʹ. καὶ συναθροίζεται ὁ λαὸς πρὸς αὐτὸν εἰς Ἀρμαθαὶμ αἰτούμενος βασιλέα. τῷ δὲ σφόδρα λυπηθέντι εἶπεν ὁ θεός "ἄκουσον τῆς φωνῆς τοῦ λαοῦ, ὅτι οὐ σὲ ἐξουδενώσουσιν ἀλλ' ἐμέ, τοῦ μὴ βασιλεύειν ἐπ' αὐτῶν." καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ ἐκ φυλῆς Βενιαμίν, χρίσας αὐτὸν εἰς βασιλέα. Μετὰ οὖν Σαμουὴλ ἐβασίλευσε Σαοὺλ ἔτη μʹ, ὃς τολμήσας πρότερον μὲν θυμιᾶσαι τῷ θεῷ, εἶτα παραβὰς τὴν ἐντολὴν τοῦ θεοῦ ἐπὶ τοῖς Ἀμαληκίταις, ζωογονήσας Ἀγὰγ τὸν βασιλέα αὐτῶν, 13 ἤκουσε παρὰ τοῦ προφήτου "ὅτι μεματαίωταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι κύριος," καὶ τὰ ἑξῆς. Μετὰ δὲ Σαοὺλ ἐβασίλευσε ∆αβὶδ ἐκ φυλῆς Ἰούδα ἔτη μʹ, ὃς καὶ ἐποίησε τὰ θελήματα τοῦ κυρίου πάντα. πατάξας δὲ καὶ τὸν Μελχὼ βασιλέα τῶν Σύρων, καὶ λαβὼν τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν μέγαν, ἔχοντα λίθους τιμίους, ἐφόρεσεν αὐτόν, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ κόσμος εὐπρεπέστατος, ὅπερ δηλῶν ἔφη "κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεύς" καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ. πρεσβύτερος οὖν καὶ πλήρης ἡμερῶν γενόμενος, καὶ βασιλεύσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα, εἶπεν αὐτῷ "καὶ νῦν, Σολομόν, γνῶθι τὸν θεὸν τῶν πατέρων σου, καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι καρδίας πάσας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει. καὶ ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος." καὶ ἔδωκεν αὐτῷ τὸ παράδειγμα τοῦ ναοῦ παντὸς ἐν γραφῇ, λέγων "ἴσχυε καὶ ἀνδρίζου, ὅτι κύριος ὁ θεός μου μετὰ σοῦ." καὶ μετὰ ταῦτα ἐτελεύτησεν ἐν γήρᾳ καλῷ πλούτῳ τε καὶ δόξῃ καὶ εὐσεβείᾳ, ἐτῶν οʹ. ἦν δὲ ἐτῶν λʹ ∆αβὶδ ἐν τῷ βασιλεύειν αὐτόν, ἐβασίλευσε δὲ καὶ ἔτη μʹ. ἀλλὰ τῆς μὲν βασιλικῆς χρίσεως διὰ Σαμουὴλ ἠξιώθη τὸ πρότερον· τὰς γὰρ τοῦ λαοῦ ἀναγορεύσεις ἡ ἱστορία χρίσεις διαφόρους ὠνόμασεν. τελευτήσας τοίνυν θάπτεται ἐν τῇ πόλει Ἱερουσαλὴμ εἰς τὸ μέγιστον μνῆμα, ὃ κατεσκεύασεν ὁ σοφώτατος υἱὸς αὐτοῦ Σο 14 λομῶν, ἐν ᾧ καὶ συγκατώρυξε τῷ πατρὶ πολλὰς μυριάδας ταλάντων χρυσίου, ὡς φησὶν Ἰώσηπος. καὶ δῆλον ἐκ τῶν εἰς ὕστερον γενομένων· ὁ γὰρ ἀρχιερεὺς Ὑρκανὸς πολιορκουμένης τῆς πόλεως ὑπ' Ἀντιόχου τοῦ ∆ημητρίου παιδὸς ἀνοίξας τὸ μνῆμα τάλαντα γʹ ἐκεῖθεν ἐξεφόρησεν. τὸ δὲ τάλαντον ἔχει νομίσματα ρκεʹ. μεθ' ὃν Ἡρώδης γνοὺς ὡς Ὑρκανὸς τοῦτο πεποίηκεν, ἤνοιξε καὶ αὐτὸς τὸν τάφον, καὶ χρήματα μὲν οὐχ εὗρεν, κόσμον δὲ καὶ κειμήλια χρύσεα πάμπολλα ἀνείλετο. πειραθέντος δὲ αὐτοῦ ἐνδοτέρω χωρεῖν, οὗ τὰ σώματα ∆αβίδ τε καὶ Σολομῶντος ἐτέθη, πῦρ ἐξελθὸν δύο τῶν δορυφόρων αὐτοῦ διέφθειρε. Μετὰ οὖν ∆αβὶδ ἐβασίλευσε Σολομῶν ὁ υἱὸς αὐτοῦ ἔτη μʹ, ὃς τὴν πανθαύμαστον καὶ θεόδοτον καὶ ὑπὲρ ἄνθρωπον σοφίαν δεξάμενος ᾠκοδόμησε τήν τε πόλιν καὶ τὸν ναὸν κυρίου ἐν ἔτεσιν ἑπτά, μῆκος πήχεων ξʹ, εὖρος πήχεων κʹ καὶ ὕψος πήχεων ρκʹ· δίφορος γὰρ ἦν, ὡς φησὶν Ἰώσηπος. τὸ δὲ ἄριστον τοῦ Σολομῶντος ἦν καθ' ἡμέραν κόροι σεμιδάλεως λʹ, κόροι ἀλεύρου κεκοπανισμένου ξʹ, μόσχοι ἐκλεκτοὶ ιʹ, βόες νομάδες κʹ καὶ πρόβατα ρʹ, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν καὶ σιτευτῶν. ὁ δὲ κόρος ἐποίει μόδια λʹ. ὁμοῦ γινόμενα μόδια βψʹ. ἀπέθανε δὲ Σολομῶν ἐτῶν ογʹ, καὶ ἐτάφη μετὰ τοῦ πατρὸς αὐτοῦ. ἐφ' οὗ ἦν Ὅμηρος καὶ Ἡσίοδος. 15 Μετὰ δὲ Σολομῶντα ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἔτη ιζʹ, ὃς τὸ πονηρὸν ἐποίησεν