1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

5

Ἐσθλὴν, ἐσθλὰ γράφων· εἰ δ' ἔμπαλιν, ἄλλος ἐνίσποι· 1476 Ἔμπα γε μὴν ὁσίως λώϊόν ἐστι γράφειν. Οὐχ ἅλις, ὅττι βροτοῖσι βαρὺν ζυγὸν ἤγαγε πρώτη Ἀρχεγόνου κακίη, καὶ φυτὸν ἀνδροφόνον, Βασκανίη τε δράκοντος, ἀτασθαλίη τε γυναικὸς, Γεῦσίς τ' οὐλομένη γνώσιος ἀντιπάλου, Ἥ με θνητὸν ἔθηκε, καὶ ἐς χθόνα, ἔνθεν ἐτύχθην, Αὖθις ἀπωσαμένη, λυπρὸν ἔθηκε βίον, Ὠδῖνάς τε μόθους τε καὶ ἐς πλατὺ νῶτον ἀρούρης Κύπτοντα ζώειν, τειρόμενον καμάτοις; Ἀλλά με καὶ πλεόνεσσιν ἀδελφεὸς ἄλγεσι δώσει, Χοῦς εἷς, ἔν τε ἰῇ κείμενος ἀμπλακίῃ; Οὐ θέμις, οὐδ' ἐπέοικεν, ἐπεὶ πολὺ λώϊόν ἐστι Φάρμακον, ἠὲ πόνον, τοῖς νοσέουσι φέρειν. Τοῦτό σοι ἡμετέρη ξεινήϊον, ὦ πανάριστε, Πέμπει ὁμηλικίη, ὃ χρόνος οὐ δαμάσει, 1477 Εὖχος Ἀρμενίης, Ἑλλήνιε, ὃς λάχες αἴῃ Στῆσαι ἡμετέρῃ μέτρα δίκαια φόρων. Καὶ στήσαις μεγάλοιο Θεοῦ σὺν ἀμύμονι χειρὶ, Ὥς κεν ἁγνῶς στήσαις, μηδ' ἑτεροκλινέα, Κέρδεσιν οὐχ ὁσίοισι δαμεὶς φρένας. Εἰ γὰρ ἅπασιν Ἶσα ταλαντεύσαις, ὄμμα μέγα τρομέων, Τυτθὴ μὲν πόλις ἐσμὲν, ἀτὰρ πολὺ σεῖο, φέριστε, ∆ώσομεν ἀνθρώποις, ἡ ∆ιοκαισαρέων, Οὕνομα, καὶ πινάκεσσι χαράξομεν· «Οὗτος ἄριστος, Οὗτος ὁ καὶ Μώμου κρείσσονα μέτρα φέρων.»

Βʹ. Πρὸς Ἰουλιανόν. Ὄμβρῳ διψάδα γαῖαν ἐπέκλυσεν, ὅς μιν ἔδησεν· Ἄλλος τ' ἐξ ὑδάτων ἥρπασε κόσμον ὅλον· 1478 Καὶ νούσοις τις ἄρηξεν, ὁ δ' ἐκ πολέμων ἐσάωσεν, Ἄλλος δ' οὐρανόθεν λαὸν ἔθρεψε μέγαν. Σοὶ δὲ Θεὸς χείρεσσι φόρων ἐνέθηκε τάλαντον, Κύδιμ' Ἰουλιανὲ, ὡς τοπάροιθε δίκης, Ἄῤῥοπον, ἄκλοπον, ἶσον, ἀοίδιμον. Ἀλλὰ, φέριστε, Φείδεό μοι πτωχῶν, φείδεο σῇ γραφίδι, Οὓς νόσος ἠΐστωσε φαγοῦσ' ἀπὸ σάρκα τάλαιναν· Φείδεο, καὶ σὺ γράφῃ οὐρανίαις σελίσι. Τοῖα διδοῖ μερόπεσσι Θεὸς μέγας ἀντιτάλαντα, Οἷά περ ἀνθρώποις ἐνθάδε μετρέομεν. Τῷ βροτέῳ συνάρηξον, ἐπεὶ δέμας ἐστὶν ἅπασι· Λάζαρος ἐν προθύροις, δὸς ψίχας ἀλλοτρίας. Καὶ Χριστὸς μερόπεσσι, φόρου παρεόντος, ἐμίχθη. Ἅζεο τὴν Χριστοῦ ἥλικ' ἰσογραφίην. 1479 Ἅζεο μητέρα σὴν πτωχοτρόφον, εὐσεβὲς αἷμα, Καὶ δόμον, ὃς μελέοις εὐμενέειν ἐδάη. Ἅζεο καὶ τὸν ἐμὸν πλοῦτον, φίλος, ὅν ῥα πένησι Πάντ' ἀπέδωκα φέρων, σταυροφόροισι πόθοις. Ξυνὸς ποντοπόροισι λιμὴν, ξυνὴ δέ τ' ἀρωγὴ Τοῖς ἐπιδευομένοις, ἠδὲ μερὶς κτεάνων. Ἡμετέρη κτῆσις, σὴ δὲ γραφίς. Ἶσον ἔχοιμεν Τῆς πτωχοτροφίης μισθόν. Ἄναξ γραφέτω. Ἦ μὲν δὴ πολλοῖς σε Θεὸς μέγας ἐκλήϊσσεν, Ὁσσατίοις ὀλίγους τῶν χθόν' ἐπερχομένων. Αἷμ' ἱερὸν, μῦθοι, κτεάνων σθένος, εἶδος ἀγητόν· Βήμασι κάρτος ἄγειν Αὐσονίοισι νόμοις· Ἀλλ' ἔμπης τόδε σοι πάντων πλέον, ἠπιόμητι, 1480 Χεῖρα Θεοῖο φέρειν τοῖς ἀτάφοις νέκυσι.

Γʹ. Πρὸς Βιταλιανὸν παρὰ τῶν υἱῶν.

Ὦ πάτερ, ὅν περ ἔμοιγε Θεὸς θεὸν ἐνθάδ' ἔδωκεν, Οὐ γεγαὼς γεγαῶτα, καὶ οὐ φθινύθων φθινύθοντα, Ὥς κεν ἐπιχθονίοισι γέρας καὶ κῦδος ὀπάσσῃ Ὡς γὰρ ὁμοῦ πάντων γενέτης, νωμεύς τε φέριστος, Χριστὸς ἄναξ μεγάλοισι νοήμασι κόσμον ἑλίσσων, Ὥς ῥα καὶ οἷς τεκέεσσι πατὴρ θεός. Ἀλλ' ἐπάκουσον Μῦθον ἐμὸν θείοισιν ἐνὶ σπλάχνοισιν ἄριστον· Καὶ τὸ Θεοῦ μεγάλοιο. Θεὸς βροτὸν οὐκ ἀθερίζει, Ὧ θάνεν, ὃν συνέγειρε, καὶ ᾧ Θεὸς ἵξεται αὖτις, Ἵξεται ὑστατίοισιν ἐν ἤμασι πάντας ἐλέγχων. 1481 Τίπτε τόσον τεκέεσσι τεοῖς ἐπέβρισας ὀδόντα; Πῶς ποινὴ κακόχαρτος ἐνήλατο σοῖσι δόμοισι; Τίς δ' Ἐρινὺς τόσον ὄλβον ἀτάσθαλος ἐξετίναξεν; Ἤτοι μὲν πατέρων ἀγαθῶν ἔφυς, οὐκ ὀλίγος δὲ Αὐτὸς ἐν ἡμερίοισι, Θεῷ δέ γε πάγχυ μέμηλας, Ὃς φιλέει φιλέοντας, ἀπεχθαίρει δὲ κακίστους. Οὗτος μὲν τοπάροιθε Θεοῦ νόμος. Ἀλλὰ τέθηπα, Πῶς σὺ θεοστυγέεσσιν ὁμοίϊα κύδε' ἀνέτλης, ∆αμνάμενος πληγῇσιν, ὃ δὴ φάτις, αὐτὸς ἑῇσιν. Ἄλλοις ἀπροτίοπτα βίου φύσις ἄλγε' ἀνεῦρε, Τῇ καὶ τῇ δονέουσα