5
ἐπιθυμοῦντα, τὸν Ὠσηὲ μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξηροὺς δοθῆναι τοῖς ἐχθροῖς δεόμενον, καὶ πολλὰ τοιαῦτα σποράδην ἐγκείμενα ταῖς ἁγίαις γραφαῖς ἀναλέγονται, συνιστάμενοι τὸ δεῖν τῶν ἐναντίων κατεύχεσθαι, καὶ τῆς ἑαυτῶν πικρίας συνεργὸν ποιεῖσθαι τοῦ θεοῦ τὴν ἀγαθό τητα. Ἀλλ' ἡμεῖς, ὡς ἂν ἐκ παρόδου τοὺς ἐκ τῆς τοι αύτης ἀφορμῆς πρὸς τὸ ἐναντίον ὁδηγουμένους παύσαιμεν βαττολογοῦντας, τοῦτο περὶ ἑκάστου τῶν μνημονευθέντων παραθησόμεθα. Οὐδεὶς τῶν ἀληθῶς ἁγίων, τῶν τῷ ἁγίῳ πνεύματι θεωφορουμένων, ὧν αἱ ῥήσεις κατὰ θείαν οἰκο νομίαν εἰς νουθεσίαν τῶν ἐφεξῆς ἀνεγράφησαν, ἐπί τινι κακῷ τὴν σπουδὴν ἔχων ἐπιδειχθήσεται, ἀλλὰ πᾶς αὐτοῖς ὁ σκοπὸς τῶν λόγων πρὸς διόρθωσιν τῆς ἐμπολιτευομένης τῇ φύσει κακίας βλέπει.
Ὥςπερ τοίνυν ὁ εὐχόμενος μὴ εἶναι νοσοῦντας, μὴ εἶναι πτωχεύοντας, οὐ τῶν ἀνθρώ πων ἀναίρεσιν, ἀλλὰ τῆς νόσου καὶ τῆς πτωχείας ἀφανισ 220 μὸν ἐπιθυμεῖ γενέσθαι, οὕτω καὶ τῶν ἁγίων ἕκαστος, τὸ τῇ φύσει ἐχθρὸν καὶ πολέμιον εἰς ἀφανισμὸν ἐλθεῖν δι' εὐχῆς ἔχοντες, ὑπόνοιαν τοῖς ἀπαιδευτοτέροις παρέχουσιν, ὡς κατὰ ἀνθρώπων πικραινόμενοί τε καὶ χαλεπαίνοντες. Ὅ τε γὰρ ψαλμῳδὸς εἰπὼν ὅτι ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς καὶ ἄνομοι, ὥςτε μὴ ὑπάρχειν αὐτοὺς, τὴν ἁμαρ τίαν ἐκλείπειν καὶ τὴν ἀνομίαν εὔχεται· οὐ γὰρ ἄνθρω πος ἀνθρώπῳ πολέμιος, ἀλλ' ἡ κατὰ κακίαν τῆς προ αιρέσεως κίνησις εἰς ἐχθροῦ τάξιν τὸ τῇ φύσει συνημμέ νον κατέστησεν. Τὸ κακὸν τοίνυν ἐκλείπειν εὔχεται. Ὁ δὲ ἄνθρωπος κακὸν οὐκ ἔστιν· πῶς γὰρ ἂν εἴη κακὸν τοῦ ἀγαθοῦ τὸ ὁμοίωμα; Οὕτως, κἂν αἰσχύνην καὶ ἐντροπὴν τῶν ἐχθρῶν κατεύχηται, δείκνυσίν σοι τὸ στῖφος τῶν ἐναν τίων τῶν ἐκ τοῦ ἀοράτου ἐχθροῦ τῇ ἀνθρωπίνῃ προςπο λεμούντων ζωῇ, περὶ ὧν καὶ ὁ Παῦλος γυμνότερον διεξέρ χεται, τὴν πάλην εἶναι λέγων ἡμῖν πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ κόσμου τού του, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Τὰς γὰρ δαιμονιώδεις ἐπιβουλὰς, δι' ὧν ἐπάγεται τοῖς ἀνθρώποις τὰ πονηρὰ πρὸς ἁμαρτίαν συμπτώματα, συν τυχίαι θυμώδεις, ἐπιθυμιῶν ἀφορμαὶ, φθόνου καὶ μίσους καὶ ὑπερηφανίας καὶ τῶν τοιούτων κακῶν ὑποθέσεις, ταῦτα ὁρῶν ὁ μέγας προφήτης τὴν ἑκάστου ψυχὴν δι' ἐπι βουλῆς περιτρέχοντα εἰς αἰσχύνην ἐλθεῖν εὔχεται ὁ κατὰ τῶν ἐχθρῶν τούτων εὐχόμενος. Τοῦτο δέ ἐστι τὸ αὐτὸν διασωθῆναι· κατὰ φύσιν γὰρ ἕπεται τῷ ἡττηθέντι κατὰ τὴν πάλην τὸ ἐπαισχυνθῆναι τῷ πτώματι αὐτοῦ, ὥςπερ κεκρατηκότι τὸ ἐπὶ τῇ νίκῃ ἀγάλλεσθαι. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, δηλοῖ τῆς εὐχῆς τὸ εἶδος. Αἰσχυνθήτω σαν γὰρ, φησὶν, καὶ ἐντραπήτωσαν οἱ ζητοῦντές μου τὴν ψυχήν. Οὐ γὰρ κατεύχεται τῶν εἰς χρημάτων ζημίαν ἐπιβουλευόντων, ἢ περὶ γῆς ὅρων διαμφιςβητούντων, ἢ τῶν κατὰ τοῦ σώματος αὐτοῦ κακίαν ἐπιδεικνυμέ νων τινὰ, ἀλλὰ τῶν εἰς ψυχὴν ἐπιβουλευόντων. Τίς 222 δὲ ψυχῆς ἐπιβουλὴ, τίς ἄλλη, εἰ μὴ θεοῦ ἀλλοτρίωσις; Ἀλλοτριοῦται δὲ ἀπὸ θεοῦ ἀνθρωπίνη ψυχὴ οὐκ ἄλλως ἢ διὰ τῆς ἐμπαθοῦς διαθέσεως. Ἐπεὶ οὖν ἀπαθὲς τὸ θεῖον, πᾶν τὸ ἐν πάθει γινόμενον τῆς πρὸς τὸ θεῖον συναφείας ἀποσχοινίζεται. Ὡς ἂν οὖν μὴ τοῦτο πάθοι, αἰσχύνην τῶν ἀντιπαλαιόντων εὔχεται. Τοῦτο δὲ οὐδὲν ἄλλο ἐστὶν ἢ ἑαυτῷ νίκην κατὰ τῶν πολεμίων ἐπεύξασθαι. Οἱ δὲ πολέμιοι τὰ πάθη εἰσίν. Οὕτως ὁ Ἱερεμίας ζῆλον τῆς θεοσεβείας ἔχων, εἰδωλομανοῦντος τηνικαῦτα τοῦ βα σιλέως, καὶ τῶν ὑποχειρίων αὐτῷ συνδιαστραφέντων, οὐκ ἴδιόν τι θεραπεύει πάθος, ἀλλ' ὑπὲρ τοῦ κοινοῦ τῶν ἀν θρώπων προςάγει τὴν δέησιν, τῇ κατὰ τῶν ἀσεβησάντων ὁρμῇ ἅπαν σωφρονισθῆναι ἀξιῶν τὸ ἀνθρώπινον. Ὡςαύ τως δὲ καὶ ὁ προφήτης Ὠσηὲ καὶ πολυγονοῦσαν τότε τὴν κακίαν ἐν τοῖς Ἰσραηλίταις ὁρῶν ἀτεκνίᾳ καταδικά ζει, καὶ τὰς πικρὰς θηλὰς τῆς ἁμαρτίας ξηρανθῆναι βού λεται, ὡς ἂν μήτε τίκτοιτο ἐν τοῖς ἀνθρώποις τὸ κα κὸν, μήτε τρέφοιτο. ∆ιὰ τοῦτο ὁ προφήτης, ∆ὸς αὐ τοῖς, φησὶ, κύριε, μήτραν ἀτεκνοῦσαν καὶ μαστοὺς ξη ρούς. Καὶ εἴ τις ἄλλος ἐν τοῖς ἁγίοις εὑρεθείη τοιοῦ τος λόγος, θυμοῦ τινα κατηγορίαν καὶ ἔμφασιν ἔχων,