5
ἐνώπιον κυρίου ὡς ὁ πατὴρ αὐτοῦ, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. ἐφ' οὗ Σουσακεὶμ βασιλεὺς Αἰγύπτου τὴν Ἱερουσαλὴμ ἑλὼν ἀφείλετο τὰ ἐν τῷ ναῷ καὶ τοῖς βασιλείοις χρήματα καὶ τὰ χρυσᾶ δόρατα καὶ τοὺς χρυσοῦς θυρεούς, ἀνθ' ὧν ἐγένοντο χαλκοῖ. Μετὰ δὲ Ῥοβοὰμ ἐβασίλευσεν Ἀβίας ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανεν βασιλεύσας ἔτη ʹ. Μετὰ δὲ Ἀβίαν ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη ιʹ. Μετὰ δὲ Ἀσὰ ἐβασίλευσεν Ἰωσαφὰτ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησε βασιλεύσας ἔτη κεʹ. Μετὰ δὲ Ἰωσαφὰτ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀπέθανε δυσεντερικός, βασιλεύσας ἔτη ηʹ. Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ ἔτος αʹ, καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἀνῃρέθη ὑπὸ Ἰηοῦ. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Γοθολία μήτηρ αὐτοῦ ἔτη ʹ, καὶ ἀπέκτεινε πάντας τοὺς υἱοὺς Ὀχοζίου παρεκτὸς νηπίου ἑνὸς διασωθέντος παραδόξως ὑπὸ γυναικὸς Ἰωδαὲ τοῦ ἱερέως· ὃς καὶ αἰφνιδίως ἀνηγορεύθη βασιλεὺς ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως, ὑπάρχων ἐτῶν ζʹ. ἡ δὲ Γοθολία ἀπεκτάνθη ἐν οἴκῳ τοῦ βασιλέως. 16 Μετὰ οὖν Γοθολίαν ἑπταετὴς βασιλεύσας Ἰωὰς υἱὸς Ὀχοζίου ἔτη μʹ ἐποίει τὸ εὐθὲς ἐνώπιον κυρίου, εἶτα παρατραπεὶς ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ. ὃς καὶ ἀπέκτεινε Ζαχαρίαν τὸν προφήτην, τὸν υἱὸν τοῦ διδασκάλου αὐτοῦ. ἐφ' οὗ ἡ Σίβυλλα ἐγνωρίζετο. Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἀμασίας υἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, ἐσφάγη δὲ ἐν τῷ πολέμῳ. Μετὰ δὲ Ἀμασίαν ἐβασίλευσεν Ὀζίας, ὁ καὶ Ἀζαρίας, υἱὸςαὐτοῦ ἔτη νβʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ εὐοδούμενος ἐπήρθη, καὶ δὴ θελήσας θυμιᾶσαι τῷ θεῷ αὐτὸς ἀφ' ἑαυτοῦ καὶ θυμιάσας εὐθὺς ἐλεπρώθη, καὶ οὕτως ἐτελεύτησεν. Μετὰ δὲ Ὀζίαν ἐβασίλευσεν Ἰωάθαν υἱὸς αὐτοῦ ἔτη ιʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησεν. Μετὰ δὲ Ἰωάθαν ἐβασίλευσεν Ἀχὰζ υἱὸς αὐτοῦ ἔτη ιʹ, καὶ ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου ἀπέθανεν. Μετὰ δὲ Ἀχὰζ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἔτη κθʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησεν. ἐφ' οὗ ἦν ὁ Μωσαϊκὸς χαλκοῦς ὄφις ἔτι παρὰ Ἰουδαίων σεβόμενος, ὃν ἠφάνισεν Ἐζεκίας, ὥσπερ δὴ καὶ τὰς βίβλους τοῦ Σολομῶντος. ἐφ' ὧν χρόνων Ῥῶμος καὶ Ῥέμος ἐβασίλευον ἐν Ῥώμῃ, καὶ Σίβυλλαἡ Ἐρυθραία ἐγνωρίζετο. ἐφ' οὗ καὶ Σεναχηρεὶμ κατὰ Ἱερουσα 17 λὴμ ἀναβάς, διὰ θείου ἀγγέλου ἐν μιᾷ νυκτὶ ρπεʹ χιλιάδας ἀποβαλών, μετ' αἰσχύνης ὑπέστρεψεν. Μετὰ δὲ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ ἔτη νεʹ, ὁ καὶ τὸν μέγαν Ἠσαΐαν πρίσας καὶ τὴν Ἱερουσαλὴμ ἀθώων αἱμάτων πλήσας καὶ τὸ πονηρὸν ἐναντίον κυρίου ποιήσας. ὕστερον δὲ μετὰ τὴν ἅλωσιν καὶ αἰχμαλωσίαν αὐτοῦ μετανοίᾳ διορθωσάμενος ἀπέθανε. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼς υἱὸς αὐτοῦ ἔτη βʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ. Μετὰ δὲ Ἀμὼς ἐβασίλευσεν Ἰωσίας αὐτοῦ ὑπάρχων υἱὸς ἔτη λαʹ, ἐτῶν ὑπάρχων ηʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου, καὶ ἐτελεύτησε τοξευθεὶς ἐν τῷ πολέμῳ. ἐφ' ὧν χρόνων καὶ τὸ Βυζάντιον ὑπὸ Βύζου βασιλέως ἐκτίσθη τῆς Θρᾴκης. Μετὰ δὲ Ἰωσίαν ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ μῆνας γʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ληφθεὶς ὑπὸ Νεχαὼ βασιλέως Αἰγύπτου ἀπήχθη εἰς Αἴγυπτον, ἐν ᾗ καὶ ἀπέθανεν. Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωακεὶμ ὁ καὶ Ἐλιακείμ, ὁἀδελφὸς αὐτοῦ, ἔτη ιαʹ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐλθὼν Ναβουχοδονόσορ τὴν πᾶσαν Ἰουδαίαν ὑπόφορον ἐποίησεν. ἀθετήσαντος δὲ φορολογίαν Ἰωακεὶμ ἦλθε πάλιν εἰς Ἱερουσαλὴμ Ναβουχοδονόσορ, καὶ τοῦτον χειρωσάμενος καὶ ἀνελὼν ἀπὸ τοῦ τείχους ῥιφῆναι προσέταξε, καὶ ἄταφον ἐπὶ πολὺν κατέλιπε χρόνον. 18 Μετὰ δὲ Ἰωακεὶμ ἐβασίλευσεν Ἰεχονίας ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ἰωακείμ, διὰ προστάγματος Ναβουχοδονόσορ μῆνας τρεῖς, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον κυρίου. καὶ περὶ τοὺς φόρους ἀγνωμονήσαντος αὐτοῦ ἦλθεν αὖθις Ναβουχοδονόσορ εἰς Ἱερουσαλήμ, καὶ τὸν Σεδεκίαν ἀντ' αὐτοῦ