1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

5

Μανιχαῖοι· καὶ οὐχ ἁπλῶς δεσμεύονται, ἀλλὰ σφίγγονται, καὶ πρὶν ἢ προσαχθῆναι τῷ δικάζοντι, τιμωρίαν ἔδωκεν ἀπὸ τῆς συνειδήσεως. Οὗτος τελευτᾷ μετὰ ἀπαιδεύτων· ἐκ δὲ πλήθους τῆς ἑαυτοῦ πιότητος ἐξεῤῥίφη. [ξοδ. φ. 28 β.] Ἀγρευθεὶς γὰρ παρανομίᾳ, καὶ γεγονὼς ἀπαίδευτος, ταυτὰ ἐκείνοις πείσεται· καὶ ὁ μετὰ φονέων γὰρ ἔχων τὴν μερίδα, φονεύς. Ὅρα δὲ πῶς πικρὸν φανῆναι ποιεῖ τὸν θάνατον, εἰπὼν μετὰ τίνων ἀπόλλυται· φρικτὸν γὰρ καὶ τὸ μετὰ πονηρᾶς δόξης ἀπελθεῖν· ἐπλήθυνε γὰρ αὐτὰς, φησὶν, ἡ παρα 64.672 νομία, ἢν πιότητα εἶπεν· ἀφ' ἧς καὶ γέγονε σὰρξ, ἐκ τῶν τῆς σαρκὸς ἔργων, καὶ ἔξω τῆς ζωῆς ἐν ᾗ διεσώζετο. Καὶ ἀπώλετο δι' ἀφροσύνην, οὐ δι' ἐπιθυμίαν· εἶχε γὰρ τῆς ἐπιθυμίας ἀπόλαυσιν νόμιμον τὴν ἰδίαν γυναῖκα· ὥστε μηδεὶς αἰτιάσθω τὴν φύσιν, ἀλλὰ τὴν ἀμετρίαν τὴν οἰκείαν· τοῦτο δὲ οὐ τῆς φύσεως.

ΚΕΦΑΛ. ΣΤʹ.

Ἴσθι μὴ ἐκλυόμενος. [ξοδ. φ. 29 α.] Ἔσο μὴ ἀναπίπτων, μηδὲ τοὺς τόνους τῆς καρτερίας ὑπεκλύων· ἀλλὰ τὸ παρὰ σοῦ τῷ Θεῷ ἐγγυηθὲν σῶμα διεγείρων, καὶ ὑποπιέζων πρὸς ἀπόδοσιν τῶν αὐτῷ παρατιθέντων ἐντολῶν. Ἴθι πρὸς μύρμηκα, ὦ ὀκνηρέ. [ξοδ. φ. 29 β.] Πολλὴ κατηγορία, ἄνθρωπον ὄντα πρὸς τὸ ἄλογον πορεύεσθαι ζῶον παιδευθησόμενον ἀρετήν· εἶχε μὲν γὰρ καὶ μεῖζον ζῶον εἰπεῖν, ἀλλὰ τῇ εὐτελείᾳ τοῦ παραδείγματος, καταισχῦναι βούλεται τὸν ἀργοῦντα· ὅρα δὲ κατὰ τί ζηλῶσαι κελεύει· κατὰ τὸν πόνον, κατὰ τὸν ἱδρῶτα· κέχρησο πόνοις δικαίοις. Καλῶς δὲ εἶπεν, μηδὲ τὸν ἀναγκάζοντα ἔχων· παρούσης γὰρ αὐτῷ θέρους δαψιλοῦς τραπέζης, ὅτε οὐκ ἔστι λιμὸν ὑποπτεῦσαι· ἀλλ' οὐ πρὸς τὸ παρὸν ὁρᾷ, ἀλλὰ τοῦ μέλλοντος φροντίζει· καὶ οὐ ποιεῖ αὐτὸν ῥᾳθυμότερον ἡ παροῦσα εὐδαιμονία, ὥσπερ ἡμεῖς πολλάκις ἐν εὐθηνίᾳ διάγοντες οὐ λαμβάνομεν αἴσθησιν τῶν μελλόντων δεινῶν. Ὅρα οὖν καὶ σὺ, μή ποτέ σοι τῆς συλλογῆς ἐν τῷ παρόντι ἀφορισθείσης, περιστῇ ὁ χειμὼν, ὁ πικρὸς συγκλεισμὸς, καὶ τὸ τῶν παρθένων πάθῃς. -[ξοδ. φ. 30 α.] Πορεύθητι πρὸς τὸν μύρμηκα, τουτέστι πρὸς τὸ ἔθνος τὸ ἐξουδενωμένον ὑπὸ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, ἐλπίδα δὲ εἰς Χριστὸν κεκτημένον· καὶ μίμησαι τὴν καλὴν πολιτείαν αὐτοῦ, καὶ γενοῦ σοφώτερος. Ὁ γεωργίου μὴ ὑπάρχοντος, ἀντὶ τοῦ μηδεμίαν ἐλπίδα ἐν κόσμῳ κεκτημένος· μηδὲ ἀπατώμενος ὑπὸ θέας τῶν ἐν βίῳ πραττομένων ἀνομημάτων· μηδὲ βιαζόμενος ὑπό τινος, ἀλλ' ἑκὼν καὶ προαιρέσεως καρδίας πιστεύων τῷ Θεῷ, ἑτοιμάζεται δι' ἔργων ἀγαθῶν τὴν αἰώνιον ζωήν. Πορεύθητι πρὸς τὴν μέλισσαν. [ξοδ. φ. 30 β.] Πρόσδραμε τῇ ἐκκλησίᾳ, καὶ μάθε τὰ τοῦ φωτὸς ἔργα ἐν αὐτῇ γινόμενα, τήν τε ἐργασίαν αὐτῆς ὡς σεμνὴν ποιεῖται· τὴν δὲ πολιτείαν αὐτῆς, ὡς σώφρονα καὶ ἁγνὴν, ἐπιδεικνυμένη· ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται, ἧς τὰς ἐντολὰς πλούσιοι καὶ πένητες πρὸς σωτηρίαν ἑαυτῶν λαμβάνουσι, καίπερ οὖσα τῇ ῥώμῃ ἀσθενὴς, καίπερ οὖσα ἐν κόσμῳ εὐτελής· ἀλλ' εἰς Χριστὸν πιστεύουσα προσήχθη· πάρεστι γὰρ αὐτῷ πλουσία καὶ πολυτελὴς τράπεζα, κατὰ τὸν καιρὸν ὃν ἀποτίθεται· ἀλλ' οὐ πρὸς τὸ παρὸν ὁρᾷ, ἀλλὰ τοῦ μέλλοντος ποιεῖται πολλὴν τὴν πρόνοιαν· θέρους ἑτοιμάζεται τὴν τροφὴν, πολλὴν ἐν τῷ ἀμήτῳ ποιεῖται τὴν παράθεσιν. Ὅρα πῶς μέλλοντος φροντίζει τὸ ζῶον· καὶ σὺ τοίνυν ἀπολαύεις ἀσφαλείας κατὰ τὸν παρόντα βίον· ἀλλὰ περισκόπησον μήποτε τοῦ χειμῶνος ἐπιστάντος, κενή σοι καὶ ἔρημος τῆς τροφῆς οἰκία εὑρεθῇ. [ξοδ. φ. 31 64.673 α.] Ὅρα αὐτῆς τὸ δίκαιον· οὐχὶ τοῖς μὲν