1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

4

ποθουμένῳ ἐγγίζειν. Ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί. [ξοδ. φ. 23 α.] Τὸ σκότος ἀεὶ πειρασμὸς καὶ κίνδυνός ἐστι. Ἀλλ' ὅμως ἐν κινδύνοις οὐκ ἀφίσταται τὸ φῶς, ἕως ἂν λύσῃ τῶν πειρασμῶν τὴν νύκτα. Πάσῃ φυλακῇ τήρει σὴν καρδίαν. [ξοδ. φ. 23 β.] Ἀντὶ τοῦ πολλῇ ἀσφαλείᾳ καὶ προσοχῇ, ἢ ἀντὶ τοῦ ἐν παντὶ καιρῷ· κατὰ τὸ, Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτὸς, ἀσφάλιζε τὴν διάνοιαν, ὥστε μὴ δοῦναι παρείσδυσιν τῷ ἐχθρῷ· ἢ ἀντὶ τοῦ, καὶ ἀπὸ πραγμάτων, καὶ ἀπὸ ῥημάτων, καὶ ἀπὸ διανοιῶν· οὐ γὰρ διὰ τῶν πράξεων μόνον οἶδεν ὑποσυλᾶν ὁ ἐχθρὸς, ἀλλὰ καὶ διὰ λόγων· ἐκ γὰρ τῆς τοιαύτης φυλακῆς προσγενήσεταί σοι ζωή. Περίελε ἀπὸ σοῦ σκολιὸν στόμα, καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. [ξοδ. φ. 23 β.] Τοὺς διεστραμμένους λέγει λόγους, τοὺς μὴ εὐθεῖς, τοὺς μὴ ἀληθεῖς· ἄδικα δὲ χείλη τὰ καταλάλων, ἃ παραινεῖ μακρὰν ἀπώσασθαι, καὶ μηδ' ὅλως προσέχειν λέγουσιν, ἀλλ' ἀποφράττειν τὰ ὦτα. Καὶ γὰρ κἀκεῖνος μὴ ἔχων ἀκροατὴν, σιγήσει.

ΚΕΦΑΛ. Εʹ.

Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης. [ξοδ. φ. 24 β.] Τοῖς γὰρ κενοῖς καὶ ἀπατηλοῖς καὶ ματαίοις ῥήμασι μέλι ἐπαγγελλομένη, καὶ τῶν μικρῶν στερίσκειν πειρᾶται. Ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα. Ἥτις πρὸς ἡδονὰς καρδίας ὁμιλοῦσα, καὶ ἐπιθυμίᾳ σαρκὸς συγχωροῦσα, δοκεῖ πρὸς ὥραν γλυκαίνειν τὸν ἄνθρωπον. Ὕστερον μέντοι πικρότερον χολῆς εὑρήσεις. 64.669 [ξοδ. φ. 25 α.] Γίνεται γὰρ τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων, εἰς κρίσιν ἐρχόμενα, ἥτις ἐστὶν ὡς μάχαιρα ὀξεῖα ἐξερευνῶσα καὶ τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ. Τῆς γὰρ ἀφροσύνης οἱ πόδες, κ. τ. λ. [ιβιδ.] Οἱ γὰρ ἄφρονες, καὶ τῇ πλάνῃ συντρέχοντες, καὶ συναιρόμενοι, συμποδιζόμενοι ὑπ' αὐτῆς κατάγονται μετὰ θάνατον εἰς τὸν ᾅδην· ἣν ἀνωτέρω πόρνην εἶπε, νῦν ἀφροσύνην ἐκάλεσε. Ταύτην οὖν φησι ζῶντας εἰς τὸν ᾅδην κατάγειν τοὺς χρωμένους αὐτῇ δικαίους· τοὺς δὲ ἀδίκους, τεθνεῶτας· ᾗ, φησὶν, οἱ χρώμενοι, μετὰ θάνατον πρὸς τὸν ᾅδην κατάγονται· ᾅδης δὲ λέγεται παρὰ τὸ ἰδεῖν ἀηδῶς τὰ ἐκεῖσε ἅπαντα κολαστήρια, τοὺς καταβαίνοντας· τοὺς καὶ μετὰ θάνατον καταβαίνοντας εἰς τὸν ᾅδην προσεύχεται ὁ ∆αυῒδ λέγων· Καταβήτωσαν εἰς ᾅδου ζῶντες, ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν. Μακρὰν ποίησον ἀπ' αὐτῆς σὴν ὁδόν. [ξοδ. φ. 15 β.] Μὴ συναναστρέφου τοῖς τῆς αἱρέσεως δόγμασιν, μηδὲ ἐγγίσῃς προθύροις, τουτέστι τῇ ποικιλίᾳ ὧν αὕτη περιεποιήσατο θεσμῶν. -Τὸ μὲν πηγὴν καλέσαι, τὴν ἀφθονίαν τοῦ πράγματος ἐνδείκνυται· τὸ δὲ αὐτῷ μόνῳ τὴν ἀπόλαυσιν ἐπιτρέψαι, τὴν ἡδονὴν ἐμφαίνει. -Ἀλλοτρίας ἀγκάλας φησὶ τοὺς πονηροὺς λογισμοὺς, ἐν οἷς οὐ δεῖ ἐγχρονίζειν ὡς συνέχοντας τὴν ψυχὴν, οὓς καὶ μὴ λανθάνειν τὸν καρδιογνώστην Θεόν. Σειραῖς δὲ τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. [ξοδ, φ. 28 β.] Κἂν μὴ ὁρᾷ, φησὶν, ὁ Θεὸς, ἀλλ' ἐνδιδούς σοι καιρὸν μετανοίας, οὐκ αὐτὸς τιμωρεῖται, ἀλλὰ σὺ σεαυτὸν ἐμβάλλεις εἰς τὰ τῆς ἁμαρτίας δίκτυα· σὺ σαυτῷ κατασκευάζεις τὰ δεσμά· μηδένα οὖν αἰτιῶ, μὴ Θεὸν, μὴ ἄνθρωπον· παρ' ἡμῖν τὰ κακά. Καλῶς εἶπεν ἀγρεύουσι, διὰ τὸ μὴ παρὰ πάντοτε τῶν ἁμαρτιῶν τὰς τιμωρίας ἐπάγεσθαι· οὐ πᾶσα δὲ ἁμαρτία σειρὰ λέγεται, ἀλλ' ἡ πλεκομένη μετὰ πράξεως ψεκτῆς καὶ γνώμης ἐπιλήπτου· ὁ γὰρ ἐπιθυμίαν τινὰ σχὼν, μὴ συζεύξας δὲ αὐτῇ τὴν ἐργασίαν τῆς ἁμαρτίας, ἁπλοῦν πάθος κέκτηται. Μὴ λάθῃς οὖν, φησὶ, σχοινοπλοκῶν κατὰ σαυτοῦ τῇ συνηθείᾳ τῆς ἁμαρτίας, καὶ ὡς θήραμα πρὸς τὴν ταύτης πρᾶξιν ἀγόμενος. Μηδένα οὖν αἰτιώμεθα παρ' ἡμῶν τὰ κακά· τούτοις αἰσχυνέσθωσαν καὶ